Chapter 1 (α and β)

Ο ΔΙΚΑΙΟΠΟΛΙΣ (α)

ὁ Δικαιόπολις Ἀθηναῖός ἐστιν· οἰκεῖ δὲ ὁ Δικαιόπολις οὐκ ἐν ταῖς Ἀθήναις ἀλλὰ ἐν τοῖς ἀγροῖς· αὐτουργὸς γάρ ἐστιν. γεωργεῖ οὖν τὸν κλῆρον καὶ πονεῖ ἐν τοῖς ἀγροῖς. χαλεπὸς δέ ἐστιν ὁ βίος· ὁ γὰρ κλῆρός ἐστι μικρός, μακρὸς δὲ ὁ πόνος. ἀεὶ οὖν πονεῖ ὁ Δικαιόπολις καὶ πολλάκις στενάζει καὶ λέγει· “ὦ Ζεῦ, χαλεπός ἐστιν ὁ βίος· ἀπέραντος γάρ ἐστιν ὁ πόνος, μικρὸς δὲ ὁ κλῆρος καὶ οὐ πολὺν σῖτον παρέχει.” ἀλλὰ ἰσχυρός ἐστιν ὁ ἄνθρωπος καὶ ἄοκνος· πολλάκις οὖν χαίρει· ἐλεύθερος γάρ ἐστι καὶ αὐτουργός· φιλεῖ δὲ τὸν οἶκον. καλὸς γάρ ἐστιν ὁ κλῆρος καὶ σῖτον παρέχει οὐ πολὺν ἀλλὰ ἱκανόν.

Ο ΔΙΚΑΙΟΠΟΛΙΣ (β)

ὁ Δικαιόπολις ἐν τῷ ἀγρῷ πονεῖ· τὸν γὰρ ἀγρὸν σκάπτει. μακρός ἐστιν ὁ πόνος καὶ χαλεπός· τοὺς γὰρ λίθους ἐκ τοῦ ἀγροῦ φέρει. μέγαν λίθον αἴρει καὶ φέρει πρὸς τὸ ἕρμα. ἰσχυρός ἐστιν ὁ ἄνθρωπος ἀλλὰ πολὺν χρόνον πονεῖ καὶ μάλα κάμνει. φλέγει γὰρ ὁ ἥλιος καὶ κατατρίβει αὐτόν. καθίζει οὖν ὑπὸ τῷ δένδρῳ καὶ ἡσυχάζει οὐ πολὺν χρόνον. δι᾿ ὀλίγου γὰρ ἐπαίρει ἑαυτὸν καὶ πονεῖ. τέλος δὲ καταδύνει ὁ ἥλιος. οὐκέτι πονεῖ ὁ Δικαιόπολις ἀλλὰ πρὸς τὸν οἶκον βαδίζει.

Ο ΟΙΚΟΣ

ὁ οἶκος μικρός ἐστιν, ἀλλὰ καλός. ὁ οὖν ἄνθρωπος τὸν οἶκον φιλεῖ. ἐν τῷ ἀγρῷ ὁ πόνος χαλεπός ἐστιν, καὶ ὁ Δικαιόπολις ἀεὶ μάλα κάμνει. μικρὸς γάρ ἐστιν ὁ ἀγρός, μακρὸς δὲ ὁ πόνος. σκάπτει γὰρ τὸν ἀγρὸν ὁ ἄνθρωπος καὶ πονεῖ πολὺν χρόνον. ἐν δὲ τῷ οἴκῳ ἡσυχάζει, καὶ οὐκέτι πονεῖ. ἐν οὖν τῷ οἴκῳ ὁ Δικαιόπολις χαίρει.

Ο ΚΛΗΡΟΣ

μακρός ἐστιν ὁ πόνος καὶ χαλεπός. ὁ δὲ αὐτουργὸς οὐκ ὀκνεῖ ἀλλ᾿ ἀεὶ γεωργεῖ τὸν κλῆρον. καλὸς γάρ ἐστιν ὁ κλῆρος καὶ πολὺν σῖτον παρέχει. χαίρει οὖν ὁ ἄνθρωπος· ἰσχυρὸς γάρ ἐστι καὶ οὐ πολλάκις κάμνει.