Chapter 5 (α and β)

Ο ΛΥΚΟΣ (α)

ἐν ᾧ δὲ ἄπεισιν ἥ τε Μυρρίνη καὶ ἡ Μέλιττα, ὁ μὲν πάππος πονεῖ ἐν τῷ κήπῳ, ὁ δὲ παῖς καὶ Ἄργος βαδίζουσιν πρὸς τὸ αὔλιον· ὁ Ἄργος κύων ἐστὶ μέγας τε καὶ ἰσχυρός· τήν τε οἰκίαν φυλάττει καὶ τὰ πρόβατα. ἐν ᾧ δὲ βαδίζουσιν ὅ τε παῖς καὶ ὁ κύων ἀνὰ τῆν ὁδόν, ὁ Φίλιππος λαγὼν ὁρᾷ ἐν τῷ ἀγρῷ· λύει οὖν τὸν κύνα καί, “ἴθι δή, Ἄργε,” φησίν· “δίωκε.” ὁ μὲν οὖν Ἄργος ὐλακτεῖ καὶ διώκει τὸν λαγών, ὁ δὲ λαγὼς φεύγει ἀνὰ τὸ ὄρος. οὕτω δὲ ταχέως τρέχουσιν ὥστε δι᾿ ὀλίγου οὐ δυνατόν ἐστιν ὁρᾶν οὔτε τὸν κύνα οὔτε τὸν λαγών.

ὁ οὖν Φίλιππος σπεύδει μετὰ αὐτοὺς καὶ βοᾷ· “ἐλθὲ δεῦρο, Ἄργε· ἐπάνελθε, ὦ κύον κατάρατε.” ἀλλ᾿ ἔτι διώκει ὁ κύων. τρέχει οὖν ὁ Φίλιππος εἰς ἄκρον τὸ ὄρος ἀλλ᾿ οὐχ ὁρᾷ τὸν κύνα. μέγα οὖν βοᾷ καὶ καλεῖ, ἀλλ᾿ οὐκ ἀκούει ὁ Ἄργος. τέλος δὲ ἀθυμεῖ ὁ παῖς καὶ καταβαίνει ἀπὸ τοῦ ὄρους.

ἐπεὶ δὲ προσχωρεῖ τῷ κήπῳ, ὁρᾷ αὐτὸν ὁ πάππος καί, “τί ποιεῖς, ὦ παῖ;” φησίν· “πόθεν ἥκεις καὶ ποῦ ἐστιν ὁ Ἄργος;” ὁ δὲ Φίλιππος· “ἀπὸ τοῦ αὐλίου ἥκω, ὦ πάππε· ὁ δὲ Ἄργος ἐστί που ἐν τοῖς ὄρεσιν· λαγὼν γὰρ διώκει.” ὁ δὲ πάππος· “ἴθι δή, ὦ παῖ· διὰ τί οὐ ζητεῖς αὐτόν; μὴ οὕτω ῥᾴθυμος ἴσθι.” ὁ δὲ Φίλιππος· “οὐ ῥᾴθυμός εἰμι, ὦ πάππε, οὐδὲ αἴτιος ἐγώ. μέγα γὰρ βοῶ καὶ καλῶ, ἀλλ᾿ οὐκ ἀκούει ὁ κύων.” ὁ δὲ πάππος, “ἐλθὲ δεῦρο, ὦ παῖ,” φησίν. οὕτω λέγει καὶ τὴν βακτηρίαν λαμβάνει καὶ σπεύδει ἅμα τῷ παιδὶ ἀνὰ τὴν ὁδόν.

Ο ΛΥΚΟΣ (β)

ἐπεὶ δὲ τῷ αὐλίῳ προσχωροῦσιν ὅ τε Φίλιππος καὶ ὁ πάππος, πολὺν ψόφον ἀκούουσιν· ὑλακτεῖ γὰρ ἀγρίως ὁ Ἄργος, τὰ δὲ πρόβατα πολὺν θόρυβον ποιεῖ.

σπεύδουσιν οὖν· βούλονται γὰρ γιγνώσκειν τί πάσχει τὰ πρόβατα. πρῶτος οὖν πάρεστιν ὁ παῖς καὶ ἰδού, ὁ μὲν Ἄργος μένει πρὸς τῇ ὁδῷ καὶ ἀγρίως ὑλακτεῖ, καταβαίνει δὲ ἐκ τοῦ ὄρους πρὸς τὸ αὔλιον λύκος μέγας. ὁ μὲν οὖν Φίλιππος μέγα βοᾷ καὶ λίθους λαμβάνει καὶ βάλλει τὸν λύκον· ὁ δὲ Ἄργος ὁρμᾷ ἐπ᾿ αὐτὸν καὶ οὕτως ἀγρίως ἐμπίπτει ὥστε ἀναστρέφει ὁ λύκος καὶ ἀποφεύγει. διώκει μὲν οὖν ὁ κύων, ὁ δὲ Φίλιππος σπεύδει μετὰ αὐτόν.

ὁ δὲ πάππος ἤδη εἰς ἄκρον τὸ ὄρος ἥκει καὶ τὸν λύκον ὁρᾷ καὶ βοᾷ· “ἐλθὲ δεῦρο, Φίλιππε· μὴ δίωκε ἀλλ᾿ ἐπάνελθε.” νῦν δὲ ὁ Ἄργος τὸν λύκον ὀδὰξ λαμβάνει καὶ κατέχει, ὁ δὲ Φίλιππος ἤδη πάρεστι καὶ τὴν μάχαιραν λαμβάνει καὶ τύπτει τὸν λύκον. ὁ δὲ ἀσπαίρει καὶ καταπίπτει πρὸς τὴν γῆν.

ἐνταῦθα δὴ προσχωρεῖ ὁ πάππος καὶ τὸν λύκον ὁρᾷ ἐπὶ τῇ γῇ κείμενον. θαυμάζει οὖν καί, “εὖ γε, ὦ παῖ,” φησίν· “μάλα ἀνδρεῖος εἶ. μέγας γάρ ἐστιν ὁ λύκος καὶ ἄγριος. σὺ δέ, ὦ Ἄργε, ἀγαθὸς εἶ κύων· εὖ γὰρ τὰ πρόβατα φυλάττεις. νῦν δέ, Φίλιππε, οἴκαδε σπεῦδε· ἡ γὰρ μήτηρ δήπου ἐθέλει γιγνῶσκειν ποῦ εἶ καὶ τί πάσχεις.”

ἐπεὶ δὲ τῇ οἰκίᾳ προσχωροῦσιν, τὴν μητέρα ὁρῶσιν. ὁ μὲν οὖν πάππος σπεύδει πρὸς αὐτὴν καὶ πάντα λέγει. ἡ δέ, “ἆρα ἀληθῆ λέγεις;” φησίν. “εὖ γε, ὦ παῖ· μάλα ἀνδρεῖος εἶ. ἀλλ᾿ ἰδού, προσχωρεῖ ἡ Μέλιττα ἀπὸ τῆς κρήνης. ἐλθὲ δεῦρο, ὦ Μέλιττα, καὶ ἄκουε· ὁ γὰρ Φίλιππος λύκον ἀπέκτονεν.” ὁ μὲν οὖν πάππος πάντα αὖθις λέγει, ἡ δὲ Μέλιττα μάλιστα θαυμάζει καὶ λέγει ὅτι καὶ ὁ Ἄργος καὶ ὁ Φίλιππος μάλα ἀνδρεῖοί εἰσι καὶ ἰσχυροί.

ἔπειτα δὲ ἡ μήτηρ, “νῦν δὲ ἐλθὲ δεῦρο, ὦ φίλε,” φησίν, “καὶ κάθιζε μεθ᾿ ἡμῶν ὑπὸ τῷ δένδρῳ· μάλα γὰρ κάμνεις. σὺ δέ, Μέλιττα, κάθιζε καὶ σύ. ἀκούετε οὖν· ἐγὼ γὰρ βούλομαι καλὸν μῦθον ὑμῖν λέγειν.”

ὁ μὲν οὖν πάππος καθεύδει — μάλα γὰρ κάμνει — οἱ δὲ παῖδες καθίζουσιν ὑπὸ τῷ δένδρῳ καὶ ἀκούουσιν· ἐπιθυμοῦσι γὰρ ἀκούειν τὸν μῦθον.

Ο ΔΟΥΛΟΣ ΤΟΝ ΚΥΝΑ ΟΥ ΦΙΛΕΙ

ἡ μὲν οὖν μήτηρ λέγει· “τί δέ; ποῖον μῦθον ἐθέλετε ἀκούειν;” ὁ δὲ Φίλιππος· “ἐγὼ μὲν μῦθον περὶ δεινοῦ καὶ μεγάλου θηρίου ἀκούειν ἐθέλω.” ἡ δὲ Μέλιττα· “διὰ τί περὶ δεινοῦ καὶ μεγάλου θηρίου; διὰ τί οὐ περὶ καλῆς κόρης; ἆρ᾿ οὐκ ἐθέλεις σὺ ἡμῖν λέγειν τοιοῦτον μῦθον, ὦ μαμμία;” ὁ δὲ παῖς· “ὑμεῖς μὲν αἱ κόραι οὐκ ἰσχυραί ἐστε· διὰ τοῦτο οὐκ ἐθέλετε ἀκούειν μύθους περὶ ἀνδρείων ἀνθρώπων. ἡμεῖς δὲ τὰ ἀνδρεῖα μειράκια οὐ φιλοῦμεν τοὺς περὶ κορῶν μύθους.”

ἡ δὲ μήτηρ· “μὴ βοᾶτε· ὁ γὰρ πάππος καθεύδει. παρ᾿ ἐμὲ δὲ ἔλθετε καὶ πρὸς ἐμοὶ καθίζετε· ἐγὼ μὲν γὰρ ὑμῖν καλὸν μῦθον λέγειν μέλλω· ἐν δὲ τῷ μύθῳ καὶ καλὴ γυνὴ ἔνεστιν, καὶ ἀνδρεῖος ἀνήρ, καὶ θηρίον μέγα καὶ δεινόν. μὴ οὖν θορυβεῖτε ἀλλ᾿ ἀκούετε.”

ἐν δὲ τούτῳ ὁ Φίλιππος, “παῦε, ὦ μῆτερ,” φησίν· “ὁ γὰρ Ξανθίας πρὸς ἡμᾶς βαδίζει. ἀλλὰ τί ποιεῖ ὁ ἄνθρωπος; λίθους λαμβάνει καὶ τὸν κύνα βάλλει; ὦ Ζεῦ. ὦ ἀνόητε, τί ποιεῖς; μὴ βάλλε τὸν κύνα.” ὁ δὲ δοῦλος λέγει· “ἆρ᾿ ἐμὲ καλεῖς, ὦ παῖ; ἀλλ᾿ ἐγὼ τὸν κύνα ἀπ᾿ ἐμοῦ ἀπελαύνω. ὁ γὰρ κύων ἀεὶ πρὸς ἐμοὶ μένει καὶ ὑλακτεῖ· εἰ δὲ βαδίζω, ἐμὲ διώκει καὶ ἐπ᾿ ἐμὲ ὁρμᾷ. πολλάκις δέ με δάκνειν ἐπιθυμεῖ. τί οὖν ποιῶ; ἐγὼ δὲ αὐτὸν ἀπελαύνειν ἐπιθυμῶ, τὸν γὰρ κύνα οὐ φιλῶ· σὺ δέ, ὦ Φίλιππε, μάλα φιλεῖς τὸν κύνα, ἐπεὶ ὁ κύων οὐκ ἀγρίως ἐμπίπτει σοι, οὐδὲ ὁρμᾷ ἐπὶ σέ. ὁ γὰρ κύων φίλος σοί ἐστιν, καὶ πολλάκις μετὰ σοῦ βαδίζει τε ἀνὰ τὸ ὄρος, καὶ μετὰ σοῦ φυλάττει τὰ πρόβατα· ἐμὲ δὲ οὐ φιλεῖ ὁ κύων, οὐδὲ ἐγὼ τὸν κύνα φιλῶ. κάλει οὖν τὸν κύνα πρὸς σέ.” ὁ οὖν Φίλιππος τὸν Ἄργον καλεῖ· “Ἄργε, δεῦρ᾿ ἐλθέ, πρὸς ἡμᾶς. κάθιζε ἐνταῦθα μεθ᾿ ἡμῶν. ἡμεῖς μὲν γὰρ φιλοῦμέν σε, ὁ δὲ δοῦλος οὐ φιλεῖ. μὴ οὖν ἀποχώρει ἀφ᾿ ἡμῶν, ἀλλ᾿ ἄκουε καὶ σὺ τὸν μῦθον. ἡ γὰρ μήτηρ ἡμᾶς μάλα φιλεῖ, καὶ ἀεὶ καλοὺς μύθους ἡμῖν λέγειν βούλεται. ἆρ᾿ οὐ φιλεῖς ἡμᾶς, ὦ μῆτερ;” “μάλιστά γε, ἐγὼ ὑμᾶς μάλα φιλῶ. ἀλλὰ νῦν σιγᾶτε, καὶ ἀκούετε τὸν μῦθον. ὁ γὰρ μῦθός ἐστι περὶ τοῦ Μίνωος.”

Ο ΑΡΓΟΣ ΤΑ ΠΡΟΒΑΤΑ ΣΩΙΖΕΙ

ὅ τε Φίλιππος καὶ ὁ πατὴρ βραδέως βαδίζουσιν ἀνὰ τὴν ὁδόν· ζητοῦσιν γὰρ τὰ πρόβατα. ἐπεὶ δὲ εἰς ἄκρον τὸ ὄρος ἥκουσιν, τὰ πρόβατα ὁρῶσιν· μένει γὰρ πρὸς τῇ ὁδῷ καὶ πολὺν θόρυβον ποιεῖ. ὁ οὖν Δικαιόπολις, “τί πάσχει τὰ πρόβατα;” φησίν· “σπεῦδε κατὰ τὴν ὁδόν, ὦ παῖ, καὶ γίγνωσκε διὰ τί τοσοῦτον θόρυβον ποιεῖ.” ὁ οὖν Φίλιππος σπεύδει κατὰ τὴν ὁδόν. ἐπεὶ δὲ τοῖς προβάτοις προσχωρεῖ, μέγαν λύκον ὁρᾷ· τὸν οὖν πατέρα καλεῖ καὶ βοᾷ· “ἐλθὲ δεῦρο, ὦ πάτερ, καὶ βοήθει· μέγας γὰρ λύκος πάρεστι καὶ μέλλει τοῖς προβάτοις ἐμπίπτειν.”

ὁ οὖν Δικαιόπολις τὸν κύνα λύει καί, “ἴθι δή, Ἄργε,” φησίν· “τὸν λύκον δίωκε· σὺ δέ, ὦ παῖ, μένε ἐνταῦθα.” ὁ μὲν οὖν Φίλιππος μένει πρὸς τῇ ὁδῷ, ὁ δὲ Ἄργος ὑλακτεῖ καὶ οὕτως ἀγρίως ὁρμᾷ ἐπὶ τὸν λύκον ὥστε ὁ λύκος ἀποφεύγει. ὁ δὲ Φίλιππος καὶ ὁ πατὴρ τρέχουσι μετ᾿ αὐτοὺς καὶ βοῶσι καὶ λίθους βάλλουσιν. ἐνταῦθα δὴ τὸν κύνα καλοῦσι καὶ τὰ πρόβατα οἴκαδε ἐλαύνουσιν.