Chapter 6 (α and β)

Ο ΜΥΘΟΣ (α)

ὁ Μίνως οἰκεῖ ἐν τῇ Κρήτῃ· βασιλεὺς δέ ἐστι τῆς νήσου. καὶ ἐν τῇ τοῦ Μίνωος οἰκίᾳ ἐστὶν ὁ λαβύρινθος· ἐκεῖ δ᾿ οἰκεῖ ὁ Μινώταυρος, θηρίον τι δεινόν, τὸ μὲν ἥμισυ ἄνθρωπος, τὸ δ᾿ ἥμισυ ταῦρος. ὁ δὲ Μινώταυρος ἐσθίει ἀνθρώπους. ὁ οὖν Μίνως ἀναγκάζει τοὺς Ἀθηναίους ἑπτά τε νεανίας πέμπειν καὶ ἑπτὰ παρθένους κατ᾿ ἔτος πρὸς τὴν Κρήτην καὶ παρέχει αὐτοὺς τῷ Μινωταύρῳ ἐσθίειν.

ἐν δὲ ταῖς Ἀθήναις βασιλεύει ὁ Αἰγεύς· ἔστι δὲ αὐτῷ παῖς τις ὀνόματι Θησεύς. ὁ δὲ ἐπεὶ πρῶτον ἡβᾷ, τοὺς ἑταίρους οἰκτίρει καὶ βούλεται βοηθεῖν αὐτοῖς. προσχωρεῖ οὖν τῷ πατρὶ καί, “πάππα φίλε,” φησίν, “τοὺς ἑταίρους οἰκτίρω καὶ βούλομαι σῴζειν. πέμπε με οὖν μετὰ τῶν ἑταίρων πρὸς τὴν Κρήτην.” ὁ δ᾿ Αἰγεὺς μάλιστα φοβεῖται ἀλλ᾿ ὅμως πείθεται αὐτῷ.

ὁ οὖν Θησεὺς εἰς τὴν ναῦν εἰσβαίνει μετὰ τῶν ἑταίρων καὶ πλεῖ πρὸς τὴν Κρήτην. ἐπεὶ δὲ εἰς τὴν νῆσον ἀφικνοῦνται, ὅ τε βασιλεὺς καὶ ἡ βασίλεια καὶ ἡ θυγάτηρ αὐτῶν, ὀνόματι Ἀριάδνη, δέχονται αὐτοὺς καὶ ἄγουσι πρὸς τὴν Κνωσσόν (οὕτω γὰρ τὴν τοῦ Μίνωος πόλιν ὀνομάζουσιν) καὶ φυλάττουσιν ἐν τῷ δεσμωτηρίῳ.

ἡ δ᾿ Ἀριάδνη, ἐπεὶ πρῶτον ὁρᾷ τὸν Θησέα, ἐρᾷ αὐτοῦ καὶ βούλεται σῴζειν. ἐπεὶ οὖν νὺξ γίγνεται, σπεύδει πρὸς τὸ δεσμωτήριον καὶ τὸν Θησέα καλεῖ καί, “σίγα, ὦ Θησεῦ,” φησίν· “ἐγώ, Ἀριάδνη, πάρειμι. ἐρῶ σου καὶ βούλομαι σῴζειν. ἰδού, παρέχω γάρ σοι τοῦτο τὸ ξίφος καὶ τοῦτο τὸ λίνον. μὴ οὖν φοβοῦ ἀλλὰ ἀνδρείως εἴσβαινε εἰς τὸν λαβύρινθον καὶ ἀπόκτεινε τὸν Μινώταυρον. ἔπειτα δὲ ἔκφευγε μετὰ τῶν ἑταίρων καὶ σπεῦδε πρὸς τὴν ναῦν. ἐγὼ γὰρ ἐν νῷ ἔχω πρὸς τῇ νηῒ μένειν· βούλομαι γὰρ ἀπὸ τῆς Κρήτης ἀποφεύγειν καὶ μετὰ σοῦ πρὸς τὰς Ἀθήνας πλεῖν.” οὕτω λέγει καὶ ταχέως ἀπέρχεται πρὸς τὴν πόλιν. ὁ δὲ Θησεὺς μάλα μὲν θαυμάζει, δέχεται δὲ τὸ ξίφος καὶ μένει τὴν ἡμέραν.”

Ο ΔΙΚΑΙΟΠΟΛΙΣ ΑΓΑΝΑΚΤΕΙ

ἡ μὲν οὖν μήτηρ ὀλίγον χρόνον σιγᾷ καὶ πρὸς τοὺς παῖδας βλέπει. ἡ δὲ Μέλιττα, “τί δέ, ὦ μῆτερ;” φησίν, “τί σιγᾷς; τί ἔπειτα γίγνεται; ἀκούειν γὰρ βούλομαι τὸν μῦθον. ἆρ᾿ οὐ βούλει καὶ σὺ τὸν μῦθον ἀκούειν, ὦ Φίλιππε;” “μάλιστά γε· βούλομαι γὰρ γιγνώσκειν τί ποιεῖ ὁ Θησεύς. ὦ μῆτερ, ὡς καλός ἐστιν ὁ μῦθος...”

ἐν δὲ τούτῳ οἱ παῖδες τόν τε Ξανθίαν ὁρῶσι καὶ τὸν Δικαιόπολιν· ὁ μὲν γὰρ Ξανθίας τρέχει πρὸς τὴν οἰκίαν, ὁ δὲ Δικαιόπολις διώκει αὐτὸν καὶ μέγα βοᾷ καί, “ποῖ φεύγεις, ὦ κατάρατε,” φησίν· “διὰ τί οὐκ ἐν τῷ ἀγρῷ μένεις καὶ συλλαμβάνεις; ἆρα ἤδη καθεύδειν βούλει; τί οὐ πείθῃ μοι; ἰδού, δέχου τὸ σπέρμα καὶ ἕπου μοι πρὸς τοὺς ἀγρούς, καὶ ἐργάζου.”

ὁ δὲ Ξανθίας· “ἤδη πολὺν χρόνον ἐν τῷ ἀγρῷ πονῶ. ἤδη μεσημβρία ἐστίν. φλέγει δὲ ὁ ἥλιος, καὶ ἐγὼ μάλα κάμνω· βούλομαι οὖν ὀλίγον χρόνον ἡσυχάζειν.” ὁ δὲ Δικαιόπολις, “οὐ δυνατόν ἐστιν ἡσυχάζειν,” φησίν· “μακρὸς γάρ ἐστιν ὁ πόνος. ἰδού, ἆρα ὁρᾷς ταύτην τὴν βακτηρίαν; ἆρα οὐ φοβῇ;” ὁ δὲ Ξανθίας· “μάλιστά γε· τήν τε βακτηρίαν ὁρῶ καὶ μάλα φοβοῦμαι. ὁ δὲ ἥλιος κατατρίβει με καὶ οὐ δυνατόν ἐστιν ἐν μεσημβρίᾳ ἐργάζεσθαι.”

ὁ δὲ Φίλιππος· “διὰ τί ἀεὶ οὕτω βοῶσιν; εἰ μὴ γὰρ σιγῶσιν οἱ ἄνθρωποι, οὐ δυνατόν ἐστιν ἀκούειν τὸν μῦθον. ἡμεῖς δὲ βουλόμεθα γιγνώσκειν τί γίγνεται, καὶ τί ποιεῖ ὁ Θησεύς.”

ἡ δὲ Μυρρίνη πρὸς τὸν ἄνδρα· “μὴ οὕτω βόα, ὦ ἄνερ· ὁ μὲν γὰρ πάππος μάλα κάμνει· καθεύδει οὖν καὶ οὐ βούλεται ἐγείρεσθαι· οἱ δὲ παῖδες τὸν μῦθον ἀκούειν βούλονται, καὶ οὐ δυνατόν ἐστι τὸν μῦθον ἀκούειν, εἰ μὴ ὀλίγον χρόνον σιγᾶτε.” ὁ δὲ Φίλιππος, “ναί, ὦ παππία,” φησίν, “ἡ μήτηρ ἀληθῆ λέγει. ἡμεῖς γὰρ τὸν μῦθον τὸν περὶ τοῦ Μινωταύρου ἀκούειν βουλόμεθα. μὴ οὖν οὕτω βόα μηδὲ χαλεπὸς ἴσθι· ὁ μὲν γὰρ δοῦλος ἀργός ἐστιν, σὺ δὲ οὐκ ἀγνοεῖς τὸν τρόπον αὐτοῦ. ἔα οὖν αὐτὸν ἡσυχάζειν ὀλίγον χρόνον. σὺ δὲ αὐτὸς κάθιζε ἐν τῇ σκιᾷ καὶ ἡσύχαζε.”

ὁ μὲν οὖν Δικαιόπολις σιγᾷ καὶ καθίζει ἐν τῇ σκιᾷ, ὁ δὲ Ξανθίας καὶ αὐτὸς καθίζει καὶ δι᾿ ὀλίγου καθεύδει· τὸν μὲν γὰρ Δικαιόπολιν φοβεῖται, μάλα δὲ κάμνει.

ὁ μὲν οὖν Φίλιππος, “ὦ μῆτερ,” φησίν, “τί οὐ λέγεις τῷ πατρὶ περὶ τοῦ λύκου;” ἡ δὲ Μυρρίνη· “οὐδαμῶς, ὦ Φίλιππε· νῦν γὰρ μάλα κάμνει καὶ ἀγανακτεῖ· βούλομαι δὲ πάντα αὐτῷ λέγειν οἴκοι μετὰ τὰ ἔργα. ἆρα οὖν βούλεσθε νῦν ἀκούειν τὸν μῦθον, ὦ παῖδες;” ὁ δὲ Φίλιππος· “μάλιστά γε, ὦ μῆτερ, βουλόμεθα ἀκούειν. εἰπὲ οὖν· τί γίγνεται ἐπεὶ ἀνατέλλει ὁ ἥλιος;”

ἡ δὲ Μυρρίνη· “σιγᾶτε οὖν, ὦ παῖδες, καὶ ἀκούετε.”

Ο ΜΥΘΟΣ (β)

“ἐπεὶ δὲ ἡμέρα γίγνεται, ὁ Μίνως ἔρχεται πρὸς τὸ δεσμωτήριον καὶ καλεῖ τὸν τε Θησέα καὶ τοὺς ἑταίρους καὶ ἄγει αὐτοὺς πρὸς τὸν λαβύρινθον. ἐπεὶ δὲ ἀφικνοῦνται, οἱ δοῦλοι ἀνοίγουσι τὰς πύλας καὶ τοὺς Ἀθηναίους εἰσελαύνουσιν. ἔπειτα δὲ τὰς πύλας κλείουσι καὶ ἀπέρχονται· οὕτω γὰρ τῷ Μινωταύρῳ σῖτον παρέχουσιν εἰς πολλὰς ἡμέρας. οἱ μὲν οὖν ἑταῖροι μάλιστα φοβοῦνται, ὁ δὲ Θησεύς, ‘μὴ φοβεῖσθε, ὦ φίλοι,’ φησίν· ‘ἐγὼ γὰρ ὑμᾶς σώσω. ἕπεσθέ μοι οὖν ἀνδρείως.’ οὕτω λέγει καὶ ἡγεῖται αὐτοῖς εἰς τὸν λαβύρινθον.

“ὁ μὲν οὖν Θησεὺς ἐν μὲν τῇ ἀριστερᾷ ἔχει τὸ λίνον, ἐν δὲ τῇ δεξιᾷ τὸ ξίφος, καὶ προχωρεῖ εἰς τὸν σκότον. οἱ δὲ ἑταῖροι μάλιστα φοβοῦνται ἀλλ᾿ ὅμως ἕπονται· ἡ γὰρ ἀνάγκη αὐτοὺς ἔχει. μακρὰν οὖν ὁδὸν πορεύονται καὶ πολλάκις μὲν τρέπονται, πολλάκις δὲ ψόφους δεινοὺς ἀκούουσιν· ὁ γὰρ Μινώταυρος διώκει αὐτοὺς ἐν τῷ σκότῳ καὶ μάλα δεινῶς βρυχᾶται. ἐνταῦθα δὴ τὸν τῶν ποδῶν ψόφον ἀκούουσι καὶ τὸ τοῦ θηρίου πνεῦμα ὀσφραίνονται, καὶ ἰδού, ἐν τῇ ὁδῷ πάρεστιν ὁ Μινώταυρος. δεινῶς δὴ βρυχᾶται καὶ ἐπὶ τὸν Θησέα ὁρμᾶται.

“ὁ δὲ Θησεὺς οὐ φοβεῖται ἀλλὰ μάλα ἀνδρείως μάχεται· τῇ μὲν γὰρ ἀριστερᾷ λαμβάνεται τῆς κεφαλῆς τοῦ θηρίου, τῇ δὲ δεξιᾷ τὸ στῆθος τύπτει. ὁ δὲ Μινώταυρος δεινῶς κλάζει καὶ καταπίπτει πρὸς τὴν γῆν. οἱ δὲ ἑταῖροι, ἐπεὶ ὁρῶσι τὸ θηρίον ἐπὶ τῇ γῇ κείμενον, χαίρουσι καί, ‘ὦ Θησεῦ,’ φασίν, ‘ὡς ἀνδεῖος εἶ· ὡς θαυμάζομέν σε καὶ τιμῶμεν. ἀλλὰ νῦν γε σῷζε ἡμᾶς ἐκ τοῦ λαβυρίνθου καὶ ἡγοῦ πρὸς τὰς πύλας. μακρὰ γάρ ἐστιν ἡ ὁδὸς καὶ πολὺς ὁ σκότος· τὴν δ᾿ ὁδὸν ἀγνοοῦμεν.’

“ὁ δὲ Θησεὺς οὐ φοβεῖται ἀλλὰ τὸν λίνον λαμβάνει — οὕτω γὰρ τὴν ὁδὸν γιγνώσκει — καὶ ἡγεῖται τοῖς ἑταίροις πρὸς τὰς πύλας. ἐπεὶ δ᾿ ἀφικνοῦνται, τὸν μοχλὸν διακόπτουσι καὶ μένουσιν ἐκεῖ· ἔτι γὰρ ἡμέρα ἐστίν. ἐπεὶ δὲ νὺξ γίγνεται, ἐξέρχονται ἐκ τοῦ λαβυρίνθου καὶ σπεύδουσι πρὸς τὴν ναῦν. ἐκεῖ δὲ τὴν Ἀριάδνην ὁρῶσιν· μένει γὰρ πρὸς τῇ νηΐ. ταχέως οὖν εἰσβαίνουσι καὶ ἀποπλέουσι πρὸς τὰς Ἀθήνας. οὕτως οὖν ὁ Θησεὺς τόν τε Μινώταυρον ἀποκτείνει καὶ τοὺς ἑταίρους σῴζει εἰς τὰς Ἀθήνας.”

οὕτω περαίνει τὸν μῦθον ἡ Μυρρίνη, ἡ δὲ Μέλιττα, “καὶ ἡ Ἀριάδνη;” φησίν· “ἆρα χαίρει; ἆρα φιλεῖ αὐτὴν ὁ Θησεύς;” ἡ δὲ Μυρρίνη· “οὐδαμῶς· οὐ χαίρει ἡ Ἀριάδνη οὐδὲ φιλεῖ αὐτὴν ὁ Θησεύς.” ἡ δὲ Μέλιττα· “διὰ τί οὐ φιλεῖ αὐτὴν ὁ Θησεύς; τί γίγνεται;” ἡ δὲ μήτηρ· “ἐκεῖνον τὸν μῦθον οὐκ ἐθέλω σοι λέγειν νῦν γε.”

Ο ΘΗΣΕΥΣ ΤΗΝ ΑΡΙΑΔΝΗΝ ΚΑΤΑΛΕΙΠΕΙ

οὕτως οὖν ὁ Θησεὺς τοὺς ἑταίρους σῴζει καὶ ἀπὸ τῆς Κρήτης ἀποφεύγει. πρῶτον μὲν οὖν πρὸς νῆσόν τινα, Νάξον ὀνόματι, πλέουσιν. ἐπεὶ δὲ ἀφικνοῦνται, ἐκβαίνουσιν ἐκ τῆς νεὼς καὶ ἀναπαύονται. ἐπεὶ δὲ νὺξ γίγνεται, οἱ μὲν ἄλλοι καθεύδουσιν· ὁ δὲ Θησεὺς οὐ καθεύδει ἀλλὰ ἥσυχος μένει· οὐ γὰρ φιλεῖ Ἀριάδνην οὐδὲ βούλεται φέρειν αὐτὴν πρὸς τὰς Ἀθήνας. δι᾿ ὀλίγου οὖν, ἐπεὶ καθεύδει ἡ Ἀριάδνη, ὁ Θησεὺς ἐγείρει τοὺς ἑταίρους καί, “σιγᾶτε, ὦ φίλοι,” φησίν· “καιρός ἐστιν ἀποπλεῖν. σπεύδετε οὖν πρὸς τὴν ναῦν.” ἐπεὶ οὖν εἰς τὴν ναῦν ἀφικνοῦνται, ταχέως λύουσι τὰ πείσματα καὶ ἀποπλέουσιν· τὴν δ᾿ Ἀριάδνην λείπουσιν ἐν τῇ νήσῳ.

ἐπεὶ δὲ ἡμέρα γίγνεται, ἀνεγείρεται ἡ Ἀριάδνη καὶ ὁρᾷ ὅτι οὔτε Θησεὺς οὔτε οἱ ἑταῖροι πάρεισιν. τρέχει οὖν πρὸς τὸν αἰγιαλὸν καὶ βλέπει πρὸς τὴν θάλατταν· τὴν δὲ ναῦν οὐχ ὁρᾷ. μάλιστα οὖν φοβεῖται καὶ βοᾷ· “ὦ Θησεῦ, ποῦ εἶ; ἆρά με καταλείπεις; ἐπάνελθε καὶ σῷζέ με.”