Chapter 9 (α and β)

Η ΠΑΝΗΓΥΡΙΣ (α)

οὕτως οὖν πορευόμενοι ἀφικνοῦνται εἰς τὴν ἀγοράν. ἐκεῖ δὲ τοσοῦτός ἐστιν ὁ ὅμιλος ὥστε μόλις προχωροῦσι πρὸς τὴν Ἀκρόπολιν. τέλος δὲ τῷ Δικαιοπόλιδι ἑπόμενοι εἰς στοάν τινα ἀφικνοῦνται, καὶ καθιζόμενοι θεῶνται τοὺς ἀνθρώπους σπεύδοντας καὶ βοῶντας καὶ θόρυβον ποιοῦντας.

ἤδη δὲ μάλα πεινῶσιν οἱ παῖδες. ὁ δὲ Φίλιππος ἀλλαντοπώλην ὁρᾷ διὰ τοῦ ὁμίλου ὠθιζόμενον καὶ τὰ ὤνια βοῶντα. τὸν οὖν πατέρα καλεῖ καί, “πάππα φίλε,” φησίν, “ἰδού, ἀλλαντοπώλης προσχωρεῖ. ἆρ᾿ οὐκ ἐθέλεις σῖτον ὠνεῖσθαι; μάλα γὰρ πεινῶμεν.” ὁ οὖν Δικαιόπολις τὸν ἀλλαντοπώλην καλεῖ καὶ σῖτον ὠνεῖται. οὕτως οὖν ἐν τῇ στοᾷ καθίζονται ἀλλᾶντας ἐσθίοντες καὶ οἶνον πίνοντες.

μετὰ δὲ τὸ δεῖπνον ὁ Δικαιόπολις, “ἄγετε,” φησίν, “ἆρ᾿ οὐ βούλεσθε ἐπὶ τὴν Ἀκρόπολιν ἀναβαίνειν καὶ τὰ ἱερὰ θεᾶσθαι;” ὁ μὲν πάππος μάλα κάμνει καὶ οὐκ ἐθέλει ἀναβαίνειν, οἱ δὲ ἄλλοι λείπουσιν ἀυτὸν ἐν τῇ στοᾷ καθιζόμενον καὶ διὰ τοῦ ὁμίλου ὠθιζόμενοι ἐπὶ τὴν Ἀκρόπολιν ἀναβαίνουσιν.

ἐπεὶ δὲ εἰς ἄκραν τὴν Ἀκρόπολιν ἀφικνοῦνται καὶ τὰ προπύλαια διαπερῶσιν, τὸ τῆς Παρθένου ἱερὸν ὁρῶσιν ἐναντίον καὶ τὴν τῆς Ἀθηνᾶς εἰκόνα, μεγίστην οὖσαν, ἐνόπλιον καὶ δόρυ δεξιᾷ φέρουσαν. πολὺν οὖν χρόνον ἡσυχάζουσιν οἱ παῖδες τὴν θεὸν θεώμενοι, τέλος δὲ ὁ Δικαιόπολις, “ἄγετε,” φησίν, “ἆρ᾿ οὐ βούλεσθε τὸ ἱερὸν θεᾶσθαι;” καὶ ἡγεῖται αὐτοῖς πόρρω.

μέγιστόν ἐστι τὸ ἱερὸν καὶ κάλλιστον. πολὺν χρόνον τὰ ἀγάλματα θεῶνται, ἃ τὸ πᾶν ἱερὸν κοσμεῖ. ἀνεῳγμέναι εἰσὶν αἱ πύλαι· ἀναβαίνουσιν οὖν οἱ παῖδες καὶ εἰσέρχονται. πάντα τὰ εἴσω σκοτεινά ἐστιν, ἀλλ᾿ ἐναντίαν μόλις ὁρῶσι τὴν τῆς Ἀθηνᾶς εἰκόνα, τὸ κάλλιστον ἔργον τοῦ Φειδίου. ἡ θεὸς λάμπεται χρυσῷ, τῇ μὲν δεξιᾷ Νίκην φέρουσα τῇ δὲ ἀριστερᾷ τὴν ἀσπίδα. ἅμα τ᾿ οὖν φοβοῦνται οἱ παῖδες θεώμενοι καὶ χαίρουσιν. ὁ δὲ Φίλιππος προχωρεῖ καὶ τὰς χεῖρας ἀνέχων τῇ θεῷ εὔχεται· “ὦ Ἀθηνᾶ Παρθένε, παῖ Διός, πολιοῦχε, ἵλεως ἴσθι καὶ ἄκουέ μου εὐχομένου· σῷζε τὴν πόλιν καὶ σῷζε ἡμᾶς ἐκ πάντων κινδύνων.” ἐνταῦθα δὴ πρὸς τὴν Μέλιτταν ἐπανέρχεται καὶ ἡγεῖται αὐτῇ ἐκ τοῦ ἱεροῦ.

πολύν τινα χρόνον τοὺς τεκόντας ζητοῦσιν, τέλος δὲ εὑρίσκουσιν αὐτοὺς ὄπισθεν τοῦ ἱεροῦ καθορῶντας τὸ τοῦ Διονύσου τέμενος. ὁ δὲ Δικαιόπολις, “ἰδού, ὦ παῖδες,” φησίν, “ἤδη συλλέγονται οἱ ἄνθρωποι εἰς τὸ τέμενος. καιρός ἐστι καταβαίνειν καὶ ζητεῖν τὸν πάππον.”

καταβαίνουσιν οὖν καὶ σπεύδουσι πρὸς τὴν στοάν· ἐκεῖ δὲ εὑρίσκουσι τὸν πάππον ὀργίλως ἔχοντα. “ὦ τέκνον,” φησίν, “τί ποιεῖς; διὰ τί με λείπεις τοσοῦτον χρόνον; διὰ τί τὴν πομπὴν οὐ θεώμεθα;” ὁ δὲ Δικιαόπολις, “θάρρει, πάππα,” φησίν· “νῦν γὰρ πρὸς τὸ τοῦ Διονύσου τέμενος πορευόμεθα· δι᾿ ὀλίγου γὰρ γίγνεται ἡ πομπή. ἄγε δή.” οὕτω λέγει καὶ ἡγεῖται αὐτοῖς πρὸς τὸ τέμενος.

Η ΠΑΝΗΓΥΡΙΣ (β)

ἑσπέρα ἤδη πάρεστιν. δι᾿ ὀλίγου σιγῶσι πάντες οἱ ἄνθρωποι· ὁ γὰρ κῆρυξ προσχωρεῖ καὶ βοῶν, “σιγᾶτε, ὦ πολῖται,” φησίν· “ἡ γὰρ πομπὴ προσχωρεῖ. ἐκποδὼν γίγνεσθε.” πάντες οὖν ἐκποδὼν γίγνονται καὶ τὴν πομπὴν μένουσιν.

ἐνταῦθα δὴ τὴν πομπὴν ὁρῶσι προσχωροῦσαν. ἡγοῦνται μὲν οἱ κήρυκες· ἔπειτα δὲ παρθένοι κάλλιστα βαδίζουσι κανᾶ φέρουσαι βοτρύων πλήρη. ἕπονται δὲ αὐτοῖς πολλοί τε πολῖται ἀσκοὺς οἴνου φέροντες καὶ πολλοὶ μέτοικοι σκάφια φέροντες. ἔπειτα δὲ προχωρεῖ ὁ τοῦ Διονύσου ἱερεὺς καὶ ἅμ᾿ αὐτῷ νεανίαι ἄριστοι τὴν τοῦ Διονύσου εἰκόνα φέροντες. τελευταῖοι δὲ οἱ ὑπηρέται ἔρχονται τὰ ἱερεῖα ἄγοντες.

πάντες οὖν χαίροντες τῇ πομπῇ ἕπονται πρὸς τὸ τοῦ θεοῦ τέμενος. ἐπεὶ δὲ ἀφικνοῦνται, ὁ μὲν ἱερεὺς καὶ οἱ νεανίαι τὴν τοῦ θεοῦ εἰκόνα εἰς τὸ ἱερὸν φέρουσιν, οἱ δὲ ὑπηρέται τὰ ἱερεῖα πρὸς τὸν βωμὸν ἄγουσιν. ἔπειτα δὲ ὁ κῆρυξ τῷ δήμῳ κηρύττων, “εὐφημεῖτε, ὦ πολῖται,” φησίν. σιγᾷ οὖν ὁ πᾶς ὅμιλος καὶ ἥσυχος μένει.

ὁ δὲ ἱερεὺς τὰς χεῖρας πρὸς τὸν οὐρανὸν αἴρων, “ὦ ἄναξ Διόνυσε,” φησίν, “ἄκουέ μου εὐχομένου· Βρόμιε, τήν τε θυσίαν δέχου καὶ ἵλεως ἴσθι τῷ δήμῳ· σὺ γὰρ ἵλεως ὢν τάς τε ἀμπέλους σῴζεις καὶ αὐξάνεις τοὺς βότρυας ὥστε παρέχειν ἡμῖν τὸν οἶνον.”

οἱ δὲ παρόντες πάντες βοῶσιν· “ἐλελεῦ, ἴου, ἴου, Βρόμιε, ἵλεως ὢν τούς τε βότρυας αὔξανε καὶ πάρεχε ἡμῖν τὸν οἶνον.” ἔπειτα δὲ ὁ ἱερεὺς σφάττει τὰ ἱερεῖα· οἱ δὲ ὑπηρέται ἕτοιμοι ὄντες λαμβάνουσιν αὐτὰ καὶ κατατέμνουσιν. καὶ τὰ μὲν τῷ θεῷ παρέχουσιν ἐν τῷ βωμῷ καίοντες, τὰ δὲ τοῖς παροῦσι διαιροῦσιν. ἐπεὶ δὲ ἕτοιμά ἐστι πάντα, ὁ ἱερεὺς οἶνον σπένδει καὶ τῷ θεῷ εὔχεται. ἐνταῦθα δὴ πάντες τὸν τ᾿ οἶνον πίνουσι καὶ τὰ κρέα ἐσθίουσι τῇ δαιτὶ τερπόμενοι.

μέση νὺξ νῦν ἐστιν, τῶν δὲ παρόντων πολλοὶ μεθύοντες κωμάζουσιν. ἡ οὖν Μυρρίνη, φοβουμένη ὑπὲρ τῶν παίδων, “ἄγε δή, ὦ ἄνερ,” φησίν, “ὁ πάππος μάλα κάμνει. καιρός ἐστιν ἐπανιέναι πρὸς τὰς πύλας καὶ καθεύδειν.” ὁ δὲ πάππος, “τί λέγεις;” φησίν, “οὐ κάμνω ἐγώ. βούλομαι κωμάζειν.” ὁ δὲ Δικαιόπολις, “γέρων εἶ, πάππα,” φησίν· “οὐ προσήκει σοι κωμάζειν. ἐλθέ.” οὕτω λέγει καὶ ἡγεῖται αὐτοῖς πρὸς τὰς πύλας. ἐπεὶ δὲ ἀφικνοῦνται, τὸν ἡμίονον εὑρίσκουσι καὶ πάντες χαμαὶ καθεύδουσιν.

ΤΟ ΤΗΣ ΜΕΛΙΤΤΗΣ ΟΝΑΡ

σιγὴ πολλὴ νῦν παρὰ ταῖς πύλαις ἐστίν. ὁ δὲ Δικαιόπολις καὶ οἱ ἄλλοι χαμαὶ καθεύδουσιν· κωμάζουσι δὲ ἔτι ἐν τῷ ἄστει οὐ πολλοί, μεθύοντες καὶ βοῶντες. τῇ δὲ Μελίττῃ ἡσυχάζειν οὐ δυνατόν ἐστιν. ἐν τοῖς ὕπνοις γὰρ πολλὰ καὶ δεινὰ ὁρῶσα μάλα φοβεῖται· δοκεῖ γὰρ ἑαυτῇ Χρύσου εἶναι θυγάτηρ, τοῦ ἱερέως κώμης τινὸς παρὰ τὴν Τροίαν. πολλάκις γὰρ ὁ πάππος περὶ τοῦ τε Χρύσου διηγεῖται καὶ περὶ τῆς Τροίας. ἐν δὲ τῷ ὕπνῳ ἡ Μέλιττα πολλοὺς βασιλέας τῶν Ἑλλήνων ὁρᾷ διαλεγομένους ἀλλήλοις παρὰ πυρὶ καιομένῳ· ἐν δὲ τοῖς βασιλεῦσιν ὁ Ἀγαμέμνων ἐστίν, ἀνὴρ ἰσχυρὸς μέν, χαλεπὸς δὲ καὶ μάλα δεινός· οἱ δὲ ἄλλοι βασιλῆς πάντες αὐτὸν φοβοῦνται οὕτω χαλεπὸν ὄντα· ὁ γὰρ Ἀγαμέμνων μέγιστός ἐστι τῶν βασιλέων, καὶ οἱ ἄλλοι πάντες αὐτὸν τιμῶσιν. ἡ δὲ τοῦ Χρύσου θυγάτηρ νῦν δούλη ἐστὶ τοῦ Ἀγαμέμνονος, τοῦ μεγίστου βασιλέως· ὁ δὲ πατὴρ αὐτῆς, ἱερεὺς ὢν τοῦ Ἀπόλλωνος, τῇ θυγατρὶ βοηθῶν, σῴζειν αὐτὴν βούλεται. οἱ δὲ τῶν Ἑλλήνων βασιλῆς τὸν ἱερέα δέχονται καὶ αὐτοῦ λέγοντος ἀκούουσιν. ὁ δὲ ἱερεὺς τοῖς βασιλεῦσι πᾶσι, μάλιστα δὲ τῷ Ἀγαμέμνονι, λέγει τάδε· “ὦ βασιλῆς τῶν Ἑλλήνων, ἐγὼ μὲν ἱερεὺς τοῦ Ἀπόλλωνός εἰμι. εἰ οὖν θυγατέρα μου ἀπολύετε οἱ θεοὶ οἱ ἐν Ὀλύμπῳ τὰς οἰκίας ἔχοντες, καὶ μάλιστα ὁ Ἀπόλλων, μέλλουσιν βοηθεῖν ὑμῖν τὴν Τροίαν αἱρεῖν βουλομένοις, καὶ σῴζειν ὑμᾶς εἰς τὴν πατρίδα. ἐγὼ δὲ ὑμῖν χρυσὸν πολὺν φέρω καὶ παρέχω· δέχεσθε οὖν αὐτὸν καὶ λύετέ μοι τὴν φίλην θυγατέρα.”

πάντες μὲν οὖν οἱ ἄλλοι βασιλῆς τὸν ἱερέα τιμᾶν ἐθέλουσι καὶ βούλονται τῷ ἱερεῖ πειθόμενοι τόν τε χρυσὸν δέχεσθαι καὶ τὴν κόρην ἀπολύειν. ὁ δὲ Ἀγαμέμνων, ὀργίλως ἔχων, τὸν γέροντα ἱερέα κελεύει ἀποχωρεῖν καὶ αὖθις μὴ ἐπανιέναι. λέγει δὲ τῷ ἱερεῖ τάδε· “ἐγὼ οὐκ ἔχω ἐν νῷ τὴν θυγατέρα σου λύειν· νῦν γὰρ δούλη μού ἐστιν, καὶ ἐν Ἄργει μέλλει γηράσκειν ἐν τῇ ἐμῇ οἰκίᾳ μετὰ τῶν ἄλλων δουλῶν. ἄπιθι οὖν, εἰ σῶος οἴκαδε ἐπανιέναι βούλει.”

ὁ μὲν οὖν γέρων ἱερεὺς φοβεῖται καὶ ἀπέρχεται σιγῇ, ἡ δὲ θυγάτηρ αὐτοῦ τὸν πατέρα ἀπιόντα ὁρῶσα στενάζει καὶ δακρύει. οἱ μὲν ἄλλοι βασιλῆς οἰκτίρουσι τὸν ἱερέα, ἡ δὲ θυγάτηρ στενάζουσα λέγει· “ὦ πάτερ, ὦ ἱερεῦ τοῦ Ἀπόλλωνος τοῦ μεγάλου, μὴ κατάλειπέ με ἐνταῦθα μετὰ τῶν ξένων δούλην οὖσαν· σῷζέ με, ὦ πάτερ...”

“σῷζέ με... σῷζέ με...” στενάζουσα δ᾿ ἡ Μέλιττα βοᾷ ἐν ᾧ ἐγείρεται. ἡ δὲ Μυρρίνη, τῇ τῆς θυγατρὸς βοῇ ἐγειρομένη, “τί πάσχεις,” φησίν, “ὦ θύγατερ; οὐδεὶς κίνδυνός ἐστι νῦν· ἡσυχάζουσα δὲ κάθευδε παρ᾿ ἐμοί· δι᾿ ὀλίγου γὰρ ὁ ἥλιος μέλλει ἀνατέλλειν, ἡμεῖς δὲ μέλλομεν εἰς τὸ θέατρον βαίνειν. ἆρα οὐ βούλει θεωρεῖν τούς τε χοροὺς καὶ τοὺς ἀγῶνας; μὴ δάκρυε οὖν ἀλλ᾿ ἡσύχαζε παρ᾿ ἐμοί.”

Ο ΟΔΥΣΣΕΥΣ ΚΑΙ Η ΚΙΡΚΗ

ἐπεὶ δὲ ἡμᾶς ἀποπέμπει ὁ Αἴολος, ἀποπλέομεν λυπούμενοι καὶ δι᾿ ὀλίγου ἀφικνούμεθα εἰς τὴν νῆσον Αἰαίαν· ἐκεῖ δὲ οἰκεῖ ἡ Κίρκη, θεὸς οὖσα δεινή. ἐγὼ δὲ τοὺς ἑταίρους πρὸς τῇ νηῒ λείπων ἐπὶ ὄρος τι ἀναβαίνω, βουλόμενος γιγνώσκειν εἴ τις ἄνθρωπος ἐν τῇ νήσῳ οἰκεῖ. ἐπεὶ δὲ εἰς ἄκρον τὸ ὄρος ἀφικνοῦμαι, καπνὸν ὁρῶ πρὸς τὸν οὐρανὸν φερόμενον. πρὸς τὴν ναῦν οὖν ἐπανέρχομαι καὶ τῶν ἑταίρων τοὺς μὲν κελεύω πρὸς τῇ νηῒ μένειν, τοὺς δὲ κελεύω πρὸς μέσην τὴν νῆσον πορευομένους γιγνώσκειν τίς ἐκεῖ οἰκεῖ. ὁ δὲ Εὐρύλοχος αὐτοῖς ἡγεῖται.

οἱ δὲ τὴν τῆς Κίρκης οἰκίαν εὑρίσκουσιν ἐν μέσῃ ὕλῃ οὖσαν· ἐγγὺς δὲ τῆς οἰκίας πολλούς τε λύκους ὁρῶσι καὶ πολλοὺς λέοντας. τούτους δὲ ὁρῶντες μάλα φοβοῦνται καὶ ἐπὶ τῇ θύρᾳ μένουσιν. ἔπειτα δὲ τῆς Κίρκης ἀκούουσιν ἔνδον ᾀδούσης. καλοῦσιν οὖν αὐτήν· ἡ δὲ ἐκ τῆς θύρας ἐκβαίνει καὶ εἰσκαλεῖ αὐτούς. οἱ δὲ πάντες ἕπονται αὐτῇ· μόνος δὲ ὁ Εὐρύλοχος ἔξω μένει, φοβούμενος κίνδυνόν τινα. ἡ δὲ Κίρκη τοὺς ἄλλους εἰσάγει καὶ καθίζεσθαι κελεύει καὶ σῖτόν τε αὐτοῖς παρέχει καὶ οἶνον· φάρμακα δὲ κακὰ τῷ σίτῳ κυκᾷ.

ἐπεὶ δὲ οἱ ἑταῖροι ἐσθίουσι τὸν σῖτον, ἡ Κίρκη ῥάβδῳ αὐτοὺς πλήττει καὶ εἰς τοὺς συφεοὺς ἐλαύνει· οἱ δὲ εὐθὺς ὕες γίγνονται. ἔπειτα δὲ ἡ Κίρκη βαλάνους αὐτοῖς βάλλει ἐσθίειν καὶ λείπει αὐτοὺς ἐν τοῖς συφεοῖς.