Chapter 12 (α and β)

Η ΣΥΜΦΟΡΑ (α)

τῇ δὲ ὑστεραίᾳ, ἐπεὶ πρῶτον ἀνατέλλει ὁ ἥλιος, ὁ Δικαιόπολις τήν τε γυναῖκα καὶ τὸν πάππον καὶ τοὺς παῖδας ἐγείρει καὶ αὐτοῖς ἡγεῖται πρὸς τὸ τοῦ Διονύσου θέατρον. πρωῒ οὖν ἀφικνοῦνται ἄλλ᾿ ἤδη πλεῖστοι ἄνθρωποι τὸ θέατρον πληροῦσιν. ὁ οὖν πάππος στενάζει καί, “φεῦ, φεῦ,” φησίν, “μεστόν ἐστι τὸ πᾶν θέατρον. ποῦ δυνατόν ἐστι καθίζεσθαι;” ὁ δὲ Δικαιόπολις, “θάρρει, πάππα,” φησίν, καὶ ἡγεῖται αὐτοῖς ἄνω καὶ θρᾶνον εὑρίσκει ἐν ἄκρῳ τῷ θεάτρῳ.

ἐπεὶ δὲ πρῶτον καθίζονται, ὁ σαλπιγκτὴς προχωρεῖ καὶ σαλπίζει, τοὺς πολίτας κελεύων εὐφημεῖν. ἔπειτα δὲ ὁ τοῦ Διονύσου ἱερεὺς τῷ βωμῷ προσχωρεῖ καὶ σπονδὴν ποιεῖται, τῷ θεῷ εὐχόμενος· “ὦ ἄναξ Διόνυσε, τήν τε σπονδὴν ἵλεως δέχου καὶ τοὺς χοροὺς χαίρων θεῶ.”

ἐνταῦθα δὴ ὁ πρῶτος χορὸς προχωρεῖ εἰς τὴν ὀρχήστραν, τὰ τοῦ Διονύσου ἔργα ὑμνῶν. θαυμάζει οὖν ὁ Μέλιττα θεωμένη καὶ χαίρει ἀκούουσα. οὕτω γὰρ καλῶς χορεύει ὁ χορός. πέντε χοροὶ παίδων καὶ πέντε ἀνδρῶν ἐφεξῆς ἀγωνίζονται καὶ πάντες ἄριστα χορεύουσιν. ἐπεὶ δὲ παύεται ὁ δέκατος χορός, οἱ νικῶντες τοὺς στεφάνους δέχονται καὶ πάντες οἱ παρόντες σπεύδουσιν ἐκ τοῦ θεάτρου.

ΟΙ ΑΓΑΘΟΙ ΠΟΛΙΤΑΙ

πολὺς δέ ἐστι θόρυβος ἐν ἄστει. οὐ γὰρ παύονται πολλοὶ ἄνθρωποι, ἄνδρες καὶ γυναῖκες, παῖδες, πολῖταί τε καὶ ξένοι, πορευόμενοι εἰς ἄστυ ἔκ τε τῶν ἀγρῶν καὶ ἐκ τοῦ Πειραιῶς. πολλοὶ δὲ γεωργοὶ ἤδη ἐξ ἄστεως ἀποχωροῦσιν, εἰς τοὺς κλήρους ἐπανιέναι βουλόμενοι. ὅτε γὰρ αἱ ἑορταὶ ἐν ταῖς Ἀθήναις καὶ ἐν ἄλλοις ἄστεσι γίγνονται, ἀεὶ οἱ ἄγροικοι σπεύδουσιν εἰς τὰ ἄστη, τοὺς χοροὺς θεᾶσθαι καὶ κομάζειν βουλόμενοι. μετ᾿ οὐ πολὺν δὲ χρόνον πόθος ἀυτοὺς λαμβάνει τοῦ ἀγροίκου βίου, καὶ ἐκ τῶν ἄστεων ἐπανέρχονται εἰς τοὺς ἀγρούς. οὐδεὶς γὰρ ἄγροικος τὰ ἄστη φιλεῖ. ἡσυχίαν γὰρ οἱ ἐν τοῖς ἀγροῖς οἰκοῦντες μάλα φιλοῦσιν, ἐν δὲ τοῖς ἄστεσι πολὺς θόρυβός ἐστιν. “ὦ πόλι, πόλι,” στενάζει ὁ Δικαιόπολις, “ἀποβλέπω εἰς τὸν ἀγρόν, ἡσυχίας ἐρῶν, μισῶν μὲν ἄστυ, τὸν δ᾿ ἐμὸν κλῆρον ποθῶν. πάντες γὰρ οἱ ἐν τῷ ἄστει οἰκοῦντες φαίνονταί μοι κακοί. εἰ γὰρ θεός τις βούλεται πόλιν τινὰ εὐεργετεῖν, ἄνδρας ἀγαθοὺς ἐν αὐτῇ ποιεῖ· εἰ δὲ μέλλει κακὰ πάσχειν πόλις, ἐξαιρεῖ τοὺς ἄδνρας τοὺς ἀγαθοὺς ἐκ ταύτης τῆς πόλεως ὁ θεός. ἐν δὲ τῇ πόλει τῶν Ἀθηνῶν νῦν ποῦ εἰσιν οἱ ἀγαθοί; φεῦ, φεῦ τῆς πόλεως.”

ὁ δὲ πάππος, “ἀμέλει, ὦ φίλον τέκνον,” φησίν, “οἱ ἀγαθοὶ ἐκ τῶν θεῶν γίγνονται ταῖς πόλεσιν.”

ἐν δὲ τούτῳ ὁ Δικαιόπολις φίλον τινὰ διὰ τοῦ ὁμίλου μόλις προχωροῦνται ὁρᾷ, καί, “χαῖρε, ὦ φίλε Ἱερώνυμε,” φησίν, “ὡς σπανίως σ᾿ ὁρῶ.”

“οὐ γὰρ σχολή, ὦ Δικαιόπολι, εἰς τοὺς ἀγροὺς πορεύεσθαι. οἱ γὰρ πολῖται, εἴ τι βούλονται διαπράττειν πρὸς ἄλλας πόλεις, ἀεὶ πρὸς ἐμὲ πρῶτον ἔρχονται. φαίνομαι γὰρ αὐτοῖς ἱκανὸς ἄγγελος εἶναι· ἐν δὲ ταῖς ἄλλαις πόλεσι τοὺς τῶν πολιτῶν λόγους ἀκούω, ἔπειτα δ᾿ ἐκ τῶν ἄλλων πόλεων εἰς τὰς Ἀθήνας ἀγγελίας φέρω. πολλάκις μὲν οὖν καὶ εἰς ἄλλας πόλεις πορεύομαι, ἄγγελος ὢν τῶν Ἀθηναίων, μάλιστα δὲ εἰς τὴν Λακεδαίμονα· διὰ τοῦτο δὴ σπανίως βαίνω εἰς τοὺς ἀγρούς.”

“ἀλλ᾿ ἀγαθὸς ἀνὴρ εἶ· σὺ γὰρ ἱκανὸς εἶ τὴν σεαυτοῦ πόλιν εὐεργετεῖν.”

ὁ δὲ Ἱερώνυμος ἀποκρινόμενος, “καλὸς δὲ καὶ ἀγαθός ἐστιν ἀνήρ,” φησίν, “εἰ βούλεται γιγνώσκειν πῶς οἱ ἄνθρωποι τάς τε οἰκίας καὶ τὰς πόλεις καλῶς διοικοῦσιν, καὶ τοὺς ἑαυτῶν γονέας τιμῶσιν, καὶ πολίτας τε καὶ ξένους καλῶς ὑποδέχονταί τε καὶ ἀποπέμπουσιν. ἀλλ᾿ ὡς σπανίως οἱ ἀγαθοὶ ἄνδρες ἐν ταῖς πόλεσι γίγνονται νῦν, ὦ φίλε Δικαιόπολι.”

οὕτω διαλέγονται ἀλλήλοις οἱ ἄνδρες ὀλίγον χρόνον περὶ τῆς τε πόλεως καὶ τῶν ἀγαθῶν πολιτῶν. τέλος δὲ ὁ Ἱερώνυμος· “χαῖρε πολλά, ὦ φίλε. τοὺς θεοὺς εὔχομαί σοι διδόναι πολλὰ καὶ ἀγαθά. ἴθι δὲ χαίρων. καιρὸς γάρ ἐστί μοι ἀπιέναι.”

Η ΣΥΜΦΟΡΑ (β)

ἤδη μεσημβρία ἐστίν, ὁ δὲ Δικαιόπολις βούλεται εἰς τὸν κλῆρον ἐπανιέναι. “ἄγετε δή,” φησίν, “καιρός ἐστιν οἴκαδε σπεύδειν, δεῖ γὰρ ἡμᾶς πρὸ τῆς νυκτὸς ἐκεῖσε παρεῖναι.” ἡ δὲ Μυρρίνη· “ἀλλ᾿, ὦ φίλε ἄνερ, ἆρ᾿ οὐ βούλει τὰς τραγῳδίας θεᾶσθαι; ἆρ᾿ οὐκ ἔξεστιν ἡμῖν αὔριον ἐπανιέναι;” ὁ δὲ Δικαιόπολις, “οὐδαμῶς,” φησίν, “ἀλλὰ δεῖ ἡμᾶς εὐθὺς πορεύεσθαι. ἤδη γὰρ πολὺν χρόνον τοῦ κλήρου ἄπεσμεν καὶ ὁ Ξανθίας ἀμέλει οὐδὲν ποιεῖ. οἱ οὖν βόες πεινῶσιν, τὰ δὲ πρόβατα ἀποφεύγει, ὁ δὲ οἶκος κατὰ τὸ εἰκὸς καίεται. ἄγετε. δεῖ ἡμᾶς σπεύδειν.”

οὕτω λέγει καὶ ταχέως ἡγεῖται αὐτοῖς πρὸς τὰς πύλας. ἐν ᾧ δὲ σπεύδουσι διὰ τῶν ὁδῶν, ὁ Φίλιππος νεανίας τινὰς ὁρᾷ ἐν τῇ ὁδῷ μαχομένους· πολὺν γὰρ οἶνον πεπώκασι καὶ μεθύουσιν. μένει οὖν ὁ Φίλιππος τὴν μάχην θεώμενος· τέλος δὲ οἱ ἄλλοι νεανίαι ἕνα τινὰ καταβάλλουσι καὶ οὐ παύονται τύπτοντες αὐτόν. ὁ δὲ Φίλιππος φοβούμενος ὑπὲρ αὐτοῦ προστρέχει καί, “παύετε, μὴ τύπτετε αὐτόν, ὦ ἄνθρωποι,” φησίν· “ἀποκτείνετε γὰρ τὸν τλήμονα.” τῶν δὲ νεανιῶν τις ἀγρίως βοῶν πρὸς τὸν Φίλιππον τρέπεται καί, “τίς ὢν σύ,” φησίν, “οὕτω πολυπραγμονεῖς;” καὶ τύπτει αὐτόν. ὁ δὲ πρὸς τὴν γῆν καταπίπτει καὶ ἀκίνητος μένει.

οἱ δὲ τεκόντες τὰς βοὰς ἀκούοντες σπεύδουσι πρὸς τὸν παῖδα καὶ ὁρῶσιν αὐτὸν ἐπὶ τῇ γῇ κείμενον. αἴρουσιν οὖν αὐτόν, ὁ δὲ ἔτι ἀκίνητος μένει. ἡ δὲ Μέλιττα, “ὦ Ζεῦ,” φησίν, “τί ποτε πάσχει ὁ τλήμων;” ἡ δὲ μήτηρ· “φέρετε αὐτὸν πρὸς τὴν κρήνην.” φέρουσιν οὖν αὐτὸν πρὸς τὴν κρήνην καὶ τὸ ὕδωρ καταχέουσι τῆς κεφαλῆς. δι᾿ ὀλίγου οὖν κινεῖται καὶ ἀναπνεῖ. ἐπαίρει οὖν ἑαυτὸν καὶ τῆς μητρὸς ἀκούει λεγούσης. βλέπων δὲ πρὸς αὐτήν, “ποῦ εἶ σύ, μῆτερ;” φησίν· “διὰ τί σκότος ἐστίν;” ἡ δὲ μήτηρ· “ἀλλ᾿ οὐ σκότος ἐστίν, ὦ παῖ· βλέπε δεῦρο.” ἀλλ᾿ οὐδὲν ὁρᾷ ὁ παῖς· τυφλὸς γάρ ἐστιν.

Ο ΟΔΥΣΣΕΥΣ ΤΟΥΣ ΕΤΑΙΡΟΥΣ ΑΠΟΛΛΥΣΙΝ

ὁ δὲ Ὀδυσσεὺς πολλὰ ἔτι καὶ δεινὰ πάσχει σπεύδων εἰς τὴν πατρίδα γῆν νοστεῖν. τὰς γὰρ Σειρῆνας μόλις φεύγει, καὶ παρὰ τὴν Σικελίαν πλέων εἰς τὸν μέγιστον κίνδυνον ἐμπίπτει. ἔνθεν μὲν γάρ ἐστιν ἡ Σκύλλη, τέρας δεινόν, ἓξ κεφαλὰς ἔχουσα, ἣ ἐξ ἄντρου τινὸς ὀρμωμένη τοὺς παραπλέοντας ἁρπάζει καὶ ἐσθίει· ἔνθεν δ᾿ ἐστὶν ἡ Χάρυβδις, δίνη μάλα φοβερά, ἣ πάντα καταπίνει. ὁ δὲ Ὀδυσσεὺς τὴν Χάρυβδιν φεύγων παρὰ τὴν Σκύλλην παραπλεῖ· ἡ δὲ ἐκ τοῦ ἄντρου ὁρμωμένη ἓξ τῶν ἑταίρων ἁρπάζει· τοὺς δ᾿ ἄλλους σῴζει ὁ Ὀδυσσεύς.

δι᾿ ὀλίγου εἰς ἄλλην τινὰ νῆσον ἀφικνοῦνται· ἐκεῖ δὲ πολλοὺς βοῦς εὑρίσκουσιν· οἱ δὲ ἑταῖροι βούλονται ἀποκτείνειν αὐτοὺς καὶ ἐσθίειν. ὁ δὲ Ὀδυσσεύς, “μὴ βλάπτετε τοὺς βοῦς,” φησίν· “εἰσὶ γὰρ τῷ Ἡλίῳ.” οἱ δὲ οὐ πείθονται αὐτῷ ἀλλ᾿ ἀποκτείνουσι τοὺς βοῦς. ὁ μὲν οὖν Ἥλιος τῷ πατρὶ Διὶ εὐχόμενος, “Ζεῦ πάτερ,” φησίν, “οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τοὺς ἐμοὺς βοῦς ἀποκτείνουσιν. τιμώρει οὖν αὐτούς. εἰ δὲ μή, οὐδέποτε αὖθις ἐν τοῖς ἀνθρώποις λάμψω.”

ὁ δὲ Ζεὺς ἀκούει αὐτοῦ εὐχομένου· ἐπεὶ γὰρ ὅ τε Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι ἀποπλέοντες τὴν νῆσον λείπουσιν, χειμῶνα δεινὸν πέμπει καὶ τὴν ναῦν κεραυνῷ πλήττει. πάντες οὖν οἱ ἑταῖροι ἐκ τῆς νεὼς ἐκπίπτουσι καὶ ἀποθνῄσκουσιν· μόνος δὲ ὁ Ὀδυσσεὺς ἐκφεύγει, τοῦ ἱστοῦ λαμβανόμενος.