Chapter 12 (α and β)

Η ΝΑΥΣΙΚΑΑ

ἡ δὲ Μυρρίνη, πρὸς τὸν Φίλιππον ἔτι λυπούμενον βλέπουσα, “θάρρει, ὦ φίλε παῖ,” φησίν· “ἐγὼ δὲ μέλλω σοί τε καὶ τῇ Μελίττῃ καλὸν μῦθον λέγειν. ἀκούετε οὖν.

“οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τὰς τοῦ Ἡλίου ἀποκτείνουσιν. ἐπεὶ οὖν ἀπὸ τῆς νήσου ἀποπλέουσιν, ὁ Ζεὺς δεινὸν χειμῶνα πέμπει καὶ τὴν ναῦν κεραυνῷ βάλλει. πάντες οὖν οἱ ἑταῖροι ἐκπεσόντες ἐκ τῆς νεὼς ἀπέθανον. μόνος δὲ ὁ Ὀδυσσεὺς οὐκ ἀπέθανεν· εἰς γὰρ τὴν θάλατταν εἰσπεσὼν τοῦ ἱστοῦ ἐλάβετο.

“ἔπειτα δὲ δύο τε ἡμέρας δύο τε νύκτας ἐν τῇ θαλάττῃ πλανᾶται τοῦ ἱστοῦ λαμβανόμενος. τῇ δὲ τρίτῃ ἡμέρᾳ, ἐπεὶ πρῶτον ἀνατέλλει ὁ ἥλιος, νῆσόν τινα ὁρᾷ οὐ πολὺ ἀπέχουσαν. τὸν οὖν ἱστὸν καταλιπὼν πρὸς τὴν νῆσον ἀφικέσθαι πειρᾶται νέων.

“ἐπεὶ δὲ πρὸς τὴν νῆσον προσεχώρησεν, εἶδεν ὅτι πανταχοῦ εἰσι πέτραι μεγάλαι, ὥστε οὐ δυνατόν ἐστιν ἐκ τῆς θαλάττης διασῴζεσθαι. παρένευσεν οὖν τῷ αἰγιαλῷ, τόπον ζητῶν ὅπου δυνατόν ἐστιν ἐκ τῆς θαλάττης φυγεῖν. τέλος δὲ εἰς ποταμοῦ στόμα ἀφίκετο, ὅπου ὁ αἰγιαλὸς ὁμαλὸς ἦν. ἐκεῖσε οὖν ἔνευσεν· μόλις δὲ εἰς τὴν γῆν κατέφυγεν. ἐχαίρησεν οὖν ἐν τῇ θαλάττῃ οὐκ ἀποθανών· πολλὰ δὲ καὶ δεινὰ παθὼν μάλιστα ἔκαμνεν. πολὺν οὖν χρόνον ἐν τῷ αἰγιαλῷ ἡσύχασεν. τέλος δὲ ἠγείρατο καί, ‘οἴμοι,’ ἔφη, ‘τί δεῖ με ποιεῖν; εἰς τίνος γῆν ἥκω; ἆρα φιλάνθρωποί εἰσιν οἱ ἐνθάδε οἰκοῦντες ἢ βάρβαροί τε καὶ ξένοις ἐχθροί; μάλα γὰρ φοβοῦμαι εἰς γῆν ἀλλοτρίαν ἀφικόμενος. μέλλω οὖν κρύπτεσθαι.’

“ἀνέβη οὖν εἰς ὕλην τινὰ οὐ πολὺ ἀπέχουσαν καὶ ἑαυτὸν ἔκρυψεν ἐν τοῖς θάμνοις.

“οὐ πολὺ δὲ ἀπεῖχεν ἡ πόλις ἡ τῶν Φαιάκων, ὧν ἐβασίλευεν ὁ Ἀλκίνους. τῷ δὲ Ἀλκίνῳ ἦν θυγάτηρ τις καλλίστη, ὀνόματι Ναυσικάα. ἡ δὲ Ναυσικάα ἐβούλετο τὰ ἱμάτια πλύνειν. ἐπεὶ οὖν πρῶτον ἀνέτειλεν ὁ ἥλιος, πρὸς τὸν Ἀλκίνουν ἔσπευσε καί, ‘πάππα φίλε,’ ἔφη, ‘βούλομαι τὰ ἱμάτια εἰς τὸν ποταμὸν φέρειν καὶ πλύνειν· πολλὰ γὰρ ἄλουτά ἐστιν, καὶ τὰ ἐμὰ καὶ τὰ τῶν ἀδελφῶν. ἆρα οὖν ἐθέλεις τοὺς δούλους κελεύειν ἅμαξάν μοι παρασκευάζειν; πολὺ γὰρ ἀπέχει ὁ ποταμός, πολλά τε ἱμάτια δεῖ ἐκεῖσε φέρειν.’

“ὁ δὲ Ἀλκίνους, ‘μάλιστά γε,’ ἔφη,‘ὦ θύγατερ φιλτάτη, τοὺς δούλους εὐθὺς μέλλω κελεύειν ἅμαξάν σοι παρασκευάζειν.’ οὕτως εἶπεν, καὶ τοὺς δούλους ἐκέλευσεν ἅμαξαν παρασκευάζειν. οἱ δὲ ἐπείσαντο αὐτῷ καὶ ἅμαξαν καλὴν ἐξήγαγον. ἡ μὲν οὖν Ναυσικάα ἐξήνεγκέ τε τὰ ἱμάτια καὶ τῇ ἁμάξῃ ἐπέθηκεν. ἡ δὲ μήτηρ σῖτόν τε παρεσκεύασε καὶ οἶνον καὶ εἰσήνεγκεν εἰς τὴν ἅμαξαν. ἡ δὲ Ναυσικάα τὰς ἀμφιπόλους ἐκάλεσεν. ἔπειτα δὲ ἐπὶ τὴν ἅμαξαν ἀνέβη καὶ τὰς ἡμιόνους ἐκέντησεν. αἱ μὲν οὖν ἡμίονοι ταχέως ἔδραμον τήν τε Ναυσικάαν φέρουσαι καὶ τὰ ἱμάτια, αἱ δὲ ἀμφίπολοι ἠκολούθησαν ὄπισθεν τῆς ἁμάξης.

“ἐπεὶ δὲ εἰς τὸν ποταμὸν ἀφίκοντο, τὰ ἱμάτια ἐξεῖλόν τε ἐκ τῆς ἁμάξης καὶ ἐν τῷ ποταμῷ ἐξέπλυναν. ἐπεὶ δὲ πάντα ἐξέπλυναν, ἐκάθισαν ἐπὶ τῷ αἰγιαλῷ καὶ ἐδείπνησαν. ὀλίγον οὖν χρόνον ἡσύχασαν. ἔπειτα δὲ ἡ Ναυσικάα σφαῖραν λαβοῦσα ἔβαλε πρὸς τὰς θεραπαίνας· αἱ δὲ τὴν σφαῖραν εἷλον. οὕτως οὖν πολὺν χρόνον ἔπαιζον τὴν σφαῖραν ἀλλήλαις βάλλουσαι. τέλος δὲ ἡ μὲν Ναυσικάα τὴν σφαῖραν ἔβαλε πρὸς ἀμφίπολόν τινα, ἡ δὲ σφαῖρα τῆς ἀμφιπόλου ἥμαρτε καὶ εἰσέπεσεν εἰς τὸν ποταμόν. πᾶσαι οὖν αἱ κόραι μέγα ἐβόησαν καὶ ἔκλαγον.

“ἐν δὲ τούτῳ ὁ Ὀδυσσεὺς ἐν τοῖς θάμνοις ἐκάθευδεν. ἐξαίφνης δὲ ἠγείρατο καὶ τῶν κορῶν ἤκουσε κλαζουσῶν. μέγας οὖν φόβος αὐτὸν ἔλαβεν, καί, ‘οἴμοι,’ ἔφη, ‘τίνων εἰς γῆν ἥκω; τίνων ἀκούω κλαζουσῶν; ἆρα νύμφαι εἰσίν, αἳ ἔν τε τοῖς ὄρεσιν οἰκοῦσι καὶ τοῖς ποταμοῖς, ἢ κόραι εἰσὶν ἀνθρώπιναι; ἀλλ᾿ ἄγε· δεῖ τοὺς θάμνους καταλιπεῖν καὶ μαθεῖν τίνες εἰσίν.’

“οὕτως εἰπὼν ἐκ τῶν θάμνων ἐξῆλθεν. γυμνὸς δὲ ὤν, ἐβούλετο τὰ αἰδοῖα κρύπτειν· πτόρθον οὖν φύλλων ἐκ τῶν θάμνων λαβὼν τὰ αἰδοῖα ἔκρυψεν. οὕτως οὖν ἐκ τῶν θάμνων ἐξῆλθε καὶ ταῖς κόραις προσεχώρησεν. αἱ δὲ κόραι ἄνθρωπον εἶδον προσχωροῦντα γυμνόν τε ὄντα καὶ φοβερόν· μέγιστος οὖν φόβος αὐτὰς ἔλαβεν· πᾶσαι μὲν οὖν ἔφυγον, μόνη δὲ ἔμεινεν ἡ Ναυσικάα. ὁ οὖν Ὀδυσσεύς, τὴν Ναυσικάαν ἰδὼν μένουσαν, βραδέως προσεχώρησε καί, ‘ἆρα τῶν θεῶν τις,’ ἔφη, ‘ἢ τῶν θνητῶν εἶ; εἰ μέν τις τῶν θεῶν εἶ οἳ οὐρανὸν ἔχουσιν, Ἄρτεμίς μοι εἶναι φαίνῃ, ἡ τοῦ Διὸς μεγάλου παῖς· εἰ δέ τις τῶν θνητῶν οἳ ἐπὶ τῇ γῇ τὸν βίον διάγουσιν, μακάριοι μέν εἰσί σοί γε πατὴρ καὶ μήτηρ, μακάριοι δὲ καὶ οἱ ἀδελφοί· ἀμέλει γὰρ ἀεὶ μάλα χαίρουσι θεώμενοί σε, ἣ ἄνθει ὁμοία οὖσα χοροὺς εἰσάγεις. ἐκεῖνος δὲ μακαριώτατος πάντων ὅς σε οἴκαδε ἄξεται· οὐδέποτε γὰρ ποιοῦτον ἐγὼ εἶδον, οὔτ᾿ ἄνδρα οὔτε γυναῖκα. οἴκτιρέ με, ἄνασσα, ὃς πολλὰ παθὼν εἰς τὴν σὴν γῆν ἥκω. ἱκετεύω σε ἱμάτιά τέ μοι παρέχειν καὶ ἄγειν με πρὸς τὸ ἄστυ.’

“ἡ δὲ Ναυσικάα ἠλέησεν αὐτὸν καί, ‘μηδὲν φοβοῦ, ὦ ξένε,’ ἔφη· ‘οἰκτίρω γάρ σε, ὃς πολλὰ παθὼν εἰς ἡμετέραν γῆν ἥκεις. μέλλω οὖν ἱμάτιά τέ σοι παρέχειν καὶ ἡγεῖσθαι πρὸς τὸ ἄστυ.’ οὕτως εἰποῦσα τὰς ἀμφιπόλους ἐκάλεσε καί, ‘ἔλθετε δεῦρο,’ φησίν, ‘ὦ ἀμφίπολοι. διὰ τί ἀπεφύγετε ἄνθρωπον ἰδοῦσαι; ἐπανέλθετε καὶ σῖτον παρασχοῦσαι τῷ ξένῳ λούετε αὐτὸν ἐν τῷ ποταμῷ.’

“αἱ οὖν ἀμφίπολοι τῇ Ναυσικάᾳ πειθόμεναι τὸν Ὀδυσσέα εἰς τὸν ποταμὸν ἤγαγον. ἡ δὲ Ναυσικάα ἱμάτια αὐτῷ παρέσχε κάλλιστα καί, καταλιποῦσα αὐτὰ παρὰ τῷ Ὀδυσσεῖ, ἀπῆλθεν. ὁ δὲ Ὀδυσσεὺς ἐλούσατο ἐν τῷ ποταμῷ. ἔπειτα δὲ τὰ ἱμάτια ἐνεδύσατο καὶ πρὸς τὰς κόρας προσεχώρησεν.

“ἡ δὲ Ναυσικάα ἰδοῦσα αὐτὸν προσχωροῦντα ἐθαύμασε καί, ‘ὦ ἀμφίπολοι,’ ἔφη, ‘ὡς καλός ἐστιν ὁ ξένος· θεῷ γὰρ ἔοικεν. εἰ γὰρ τοιοῦτος πόσις μοι γένοιτο. ἀλλὰ, ἀμφίπολοι, παράσχετε αὐτῷ σῖτόν τε καὶ οἶνον.’ αἱ οὖν ἀμφίπολοι σῖτόν τε καὶ οἶνον αὐτῷ παρέσχον, ὁ δὲ πάντα κατέφαγεν· μάλιστα γὰρ ἐπείνα.

“ἔπειτα δὲ ἡ Ναυσικάα, ‘ἄγε δή, ὦ ξένε,’ ἔφη, ‘νῦν μέλλω σοι εἰς τὸ ἄστυ ἡγεῖσθαι.’ ἐπὶ οὖν τὴν ἅμαξαν ἀνέβη καὶ τὰς ἡμιόνους ἐκέντησεν. ταχέως οὖν ἔδραμον αἱ ἡμίονοι, ὁ δὲ Ὀδυσσεὺς καὶ αἱ ἀμφίπολοι ἠκολούθησαν. δι᾿ ὀλίγου οὖν εἰς τὸ ἄστυ ἀφίκοντο. ἐπεὶ δὲ ἀφίκοντο, ἡ Ναυσικάα αὐτὸν εἰς τὴν οἰκίαν ἤγαγεν, τὸν δὲ πατέρα ἐζήτησεν. ηὗρε δὲ αὐτὸν ἔνδον ὄντα. τὸν οὖν Ὀδυσσέα πρὸς αὐτὸν ἤγαγε καί, ‘πάππα φίλε,’ φησίν, ‘ἰδού, τοῦτον τὸν ξένον ἐν τῷ αἰγιαλῷ ηὕρομεν, ὃς πολλὰ παθὼν εἰς τὴν ἡμετέραν γῆν ἥκει. δέχου οὖν αὐτὸν εὐμενῶς· πάντες γὰρ ξένοι τε καὶ πτωχοὶ πρὸς Διός εἰσιν.’ ὁ δὲ Ἀλκίνους, ‘ἀληθῆ λέγεις, ὦ φιλτάτη,’ ἔφη· ‘δεῖ γὰρ πάντας ξένους εὐμενῶς δέχεσθαι. σὺ δέ, ὦ ξένε, εἰπέ μοι τίς εἶ. τί σοι ἐγένετο; πῶς γὰρ εἰς τὴν ἡμετέραν γῆν ἥκεις;’

ὁ μὲν οὖν Ὀδυσσεὺς πάντα τε εἶπεν ὅσα ἐγένετο καὶ πάντα ὅσα ἔπαθεν ἐν τῇ Τροίᾳ μαχόμενος καὶ ἐν τῇ θαλάττῃ πλανώμενος. ὁ δὲ Ἀλκίνους πάντα μαθὼν ἐθαύμασε καὶ εὐμενῶς αὐτὸν ἐδέξατο. πάντας γὰρ τοὺς βασιλέας ἐκάλεσε μεγάλην τε ἑορτὴν ἐποίησε καὶ τὸν Ὀδυσσέα καλῶς ἐξένισεν. τῇ δὲ ὑστεραίᾳ τοὺς βασιλέας ἐκέλευσε τὸν Ὀδυσσέα οἴκαδε πέμπειν. οἱ οὖν βασιλῆς ναῦν τε παρεσκεύασαν καὶ δῶρα πολλά τε καὶ καλὰ εἰς τὴν ναῦν εἰσήνεγκον. ἐπεὶ δὲ ἔμελλεν ὁ Ὀδυσσεὺς εἰς τὴν ναῦν εἰσβαίνειν, ἰδού, ἡ Ναυσικάα παρῆν καί, ‘χαῖρε, ὦ ξένε,’ φησίν· ‘μή μου ἐπιλανθάνου· ἐγὼ γάρ σε ἔσωσα.’ ὁ δὲ Ὀδυσσεύς, ‘οὐδέποτε,’ φησίν, ‘μέλλω σου ἐπιλανθάνεσθαι· ἀληθῆ γὰρ λέγεις· σύ με ἔσωσας.’ οὕτως εἶπεν, καὶ εἰσέβη εἰς τὴν ναῦν. οἱ δὲ ναῦται τὴν ναῦν ἔλυσαν καὶ εἰς τὴν θάλατταν ἤλασαν. ταχέως οὖν ἔπλευσαν, δι᾿ ὀλίγου δὲ εἰς τὴν Ἰθάκην ἀφίκοντο. οὕτως οὖν ὁ Ὀδυσσεύς, πολλὰ καὶ δεινὰ παθών, εἰς τὴν πατρίδα τέλος ἐπανῆλθεν. πολλοὶ δὲ ἔτι κίνδυνοι αὐτὸν ἔμενον.”

ἡ δὲ Μέλιττα, “ὡς καλός ἐστιν ὁ μῦθος. ὡς ἀνδρεία τέ ἐστιν ἡ Ναυσικάα καὶ πραεῖα. ἆρα ἐρᾷ τοῦ Ὀδυσσέως; ἆρα βούλεται αὐτῷ γαμεῖσθαι;” ἡ δὲ Μυρρίνη· “ναί, βούλεται αὐτῷ γαμεῖσθαι, ἀλλὰ οὐ δυνατόν ἐστιν· ὁ γὰρ Ὀδυσσεὺς ἤδη γυναῖκα ἔχει, ἣν μάλα φιλεῖ· δεῖ οὖν οἴκαδε σπεύδειν· τὴν γὰρ γυναῖκα ἰδεῖν βούλεται.” ἡ δὲ Μέλιττα, “τάλαινα Ναυσικάα,” φησίν, “ὡς οἰκτίρω αὐτήν. τίνες δὲ κίνδυνοι τὸν Ὀδυσσέα μένουσιν; τί ἐγένετο;” ἡ δὲ Μυρρίνη, “οὐ καιρός ἐστιν,” φησίν, “ταῦτα λέγειν· δεῖ γὰρ νῦν καθεύδειν.”

ΠΡΟΣ ΤΟΝ ΠΕΙΡΑΙΑ (α)

τῇ δὲ ὑστεραίᾳ, ἐπεὶ πρῶτον ἡμέρα ἐγένετο, ὁ Δικαιόπολις πάντας ἐκέλευσε παρασκευάζεσθαι. οἱ μὲν οὖν ἄλλοι εὐθὺς παρεσκευάσαντο, βουλόμενοι ὡς τάχιστα πορεύεσθαι, καὶ δι᾿ ὀλίγου ἕτοιμοι ἦσαν. ὁ δὲ πάππος οὐκ ἐθέλησε πορεύεσθαι· οὕτω γὰρ γεραιὸς ἦν ὥστε οὐκ ἐδύνατο μακρὰν βαδίζειν· ἡ δὲ Μέλιττα οὕτω μακρὰν τῇ προτεραίᾳ βαδίσασα ὑπέρκοπος ἦν· ἔδοξεν οὖν τῇ μητρὶ καταλιπεῖν αὐτὴν οἴκοι μετὰ τοῦ πάππου. ἐπεὶ δὲ παρῆσαν οἱ ἄλλοι, ὁ Δικαιόπολις ἡγησάμενος αὐτοῖς εἰς τὴν αὐλὴν τῷ βωμῷ προσεχώρησε καὶ σπονδὴν ποιησάμενος τὸν Δία εὔξατο σῴζειν πάντας τοσαύτην ὁδὸν ποιοῦντας. τὸν τ᾿ οὖν πάππον καὶ τὴν Μέλιτταν χαίρειν κελεύσαντες ὥρμησαν, καὶ δι᾿ ὀλίγου, εἰς τὰς τῆς πόλεως πύλας ἀφικνόμενοι, τὴν πρὸς τὸν λιμένα ὁδὸν εἵλοντο. ὀρθὴ δ᾿ ἦν ὁ ὁδός, διὰ τῶν μακρῶν τειχῶν φέρουσα· πολλοὶ δὲ ἄνθρωποι ἐνῆσαν, πολλαὶ δὲ ἅμαξαι, πολλοὶ δὲ καὶ ἡμίονοι τὰ φορτία φέροντες ἢ πρὸς τὴν πόλιν ἢ ἀπὸ τῆς πόλεως πρὸς τὸν λιμένα. ὁ δὲ Δικαιόπολις σπεύδει διὰ τοῦ ὁμίλου βουλόμενος ὡς τάχιστα ἀφικέσθαι. ὁ δὲ Φίλιππος καίπερ τῆς τοῦ πατρὸς χειρὸς ἐχόμενος ἔπταισε καὶ πρὸς τὴν γῆν κατέπεσεν. ἡ δὲ μήτηρ βοήσασα, “ὦ τλῆμον παῖ,” ἔφη, “τί ἔπαθες;” καὶ προσδραμοῦσα ἦρεν αὐτόν. ὁ δὲ οὐδὲν κακὸν παθών, “μὴ φρόντιζε, μῆτερ,” ἔφη· “καίπερ γὰρ πεσὼν ἐγὼ καλῶς ἔχω.” ἡ δὲ μήτηρ ἔτι φροντίζει καὶ τὸν παῖδα σκοπεῖ.

ἐν ᾧ δὲ πάντες περιμένουσιν ἀποφοῦντες τί δεῖ ποιεῖν, προσεχώρησεν ἀνήρ τις ἅμαξαν ἐλαύνων. ἰδὼν δ᾿ αὐτοὺς ἐν τῇ ὁδῷ περιμένοντας καὶ ἀποροῦντας, τὸν ἡμίονον ἔστησε καί, “εἴπετέ μοι, τί πάσχετε, ὦ φίλοι;” ἔφη· “διὰ τί οὕτω περιμένετε; ἆρα κακόν τι ἔπαθεν ὁ παῖς;” οἱ μὲν οὖν πάντα ἐξηγήσαντο, ὁ δέ, “ἐλθὲ δεῦρο, ὦ παῖ,” ἔφη, “καὶ ἀνάβηθι ἐπὶ τὴν ἅμαξαν. καὶ σύ, ὦ γύναι, εἰ τῷ ἀνδρὶ δοκεῖ, ἀνάβηθι. καὶ ἐγὼ γὰρ πρὸς τὸν λιμένα πορεύομαι.” οἱ δὲ ἐδέξαντο τὸν λόγον καὶ οὕτω πορευόμενοι δι᾿ ὀλίγου ἀφίκοντο εἰς τὸν λιμένα.

ΠΡΟΣ ΤΟΝ ΠΕΙΡΑΙΑ (β)

ἐν δὲ τῷ λιμένι πλεῖστος μὲν ἦν ὅμιλος, πλεῖστος δὲ θόρυβος. πανταχόσε γὰρ ἔσπευδον οἱ ἄνθρωποι· οἱ μὲν γὰρ ναύκληροι τοὺς ναύτας ἐκάλουν, κελεύοντες αὐτοὺς τὰ φορτία ἐκ τῶν νεῶν ἐκφέρειν, οἱ δὲ ἔμποροι μέγα ἐβόων τὰ φορτία δεχόμενοι καὶ εἰς ἁμάξας εἰσφέροντες· ἄλλοι δὲ τὰ πρόβατα ἐξελάσαντες διὰ τῶν ὁδῶν ἦγον. ὁ δὲ Δικαιόπολις πάντα θεώμενος ἠπόρει τί δεῖ ποιῆσαι καὶ ποῦ δεῖ ζητεῖν ναῦν τινα πρὸς τὴν Ἐπίδαυρον μέλλουσαν πλεῖν· πλείστας γὰρ ναῦς εἶδε πρὸς τῷ χώματι ὁρμούσας. τέλος δὲ πάντες ἐν οἰνοπωλίῳ τινὶ καθισάμενοι οἶνον ᾔτησαν.

ἐν ᾧ δὲ τὸν οἶνον ἔπινον, προσεχώρησε ναύτης τις γεραιὸς καί, “τίνες ἐστέ, ὦ φίλοι,” ἔφη, “καὶ τί βουλόμενοι πάρεστε; ἄγροικοι γὰρ ὄντες φαίνεσθε ἀπορεῖν. εἴπετέ μοι τί πάσχετε.” ὁ δὲ Δικαιόπολις πάντα ἐξηγησάμενος, “ἆρ᾿ οἶσθα,” ἔφη, “εἴ τις ναῦς πάρεστι μέλλουσα πρὸς τὴν Ἐπίδαυρον πλεῖν;” ὁ δέ, “μάλιστά γε,” ἔφη· “ἡ γὰρ ἐμὴ ναῦς μέλλει ἐκεῖσε πλεῖν. ἕπεσθέ μοι οὖν παρὰ τὸν ναύκληρον. ἀλλ᾿ ἰδού, πάρεστιν αὐτὸς ὁ ναύκληρος εἰς καιρὸν προσχωρῶν.” καὶ οὕτως εἰπὼν ἡγήσατο αὐτοῖς παρὰ νεανίαν τινὰ ἐκ νεώς τινος τότε ἐκβαίνοντα.

ὁ οὖν Δικαιόπολις προσχωρήσας ἤρετο αὐτὸν εἰ ἐθέλει κομίζειν αὐτοὺς πρὸς τὴν Ἐπίδαυρον. ὁ δέ, “μάλιστά γε,” ἔφη, “ἐθέλω ὑμᾶς ἐκεῖσε κομίζειν. ἀλλὰ εἴσβητε ταχέως· εὐθὺς γὰρ μέλλομεν πλεῖν.” ὁ δὲ Δικαιόπολις· “ἐπὶ πόσῳ;” ὁ δὲ ναύκληρος· “ἐπὶ πέντε δραχμαῖς.” ὁ δὲ Δικαιόπολις· “ἀλλ᾿ ἄγαν αἰτεῖς. ἐγὼ δύο δραχμὰς ἐθέλω παρασχεῖν.” ὁ δέ· “οὐδαμῶς· τέτταρας αἰτῶ.” ὁ δὲ Δικαιόπολις· “ἰδού, τρεῖς δραχμάς· οὐ γὰρ δύναμαι πλέον παρασχεῖν.” ὁ δέ· “ἔστω· πάρασχέ μοι τὸ ἀργύριον· καὶ εἴσβητε ταχέως.”

ὁ οὖν Δικαιόπολις τὸ ἀργύριον τῷ ναυκλήρῳ παρέσχε καὶ τήν τε γυναῖκα καὶ τὸν ἀδελφὸν χαίρειν ἐκέλευσεν. ἡ δὲ Μυρρίνη δακρύσασα, “τὸν παῖδα,” ἔφη, “εὖ φύλαττε, ὦ φίλε ἄνερ, καὶ σπεῦδε ὡς τάχιστα οἴκαδε ἐπανιέναι. σὺ δέ, ὦ φίλτατε παῖ, θάρρει καὶ σὺν θεῷ δι᾿ ὀλίγου νόστησον ὑγιεῖς ἔχων τοὺς ὀφθαλμούς.” οὕτως εἰποῦσα ἀπετρέψατο· ὁ δὲ ἀδελφὸς αὐτῇ ἡγήσατο Ἀθήναζε δακρυούσῃ.

Ο ΘΕΟΣ ΜΕΓΑΣ ΕΣΤΙΝ

ἐν ᾧ δὲ ἐπανῇσαν ὁ τοῦ Δικαιοπόλιδος ἀδελφός τε καὶ ἡ Μυρρίνη πρὸς τὸ ἄστυ, κατιδὼν πόρρωθεν αὐτοὺς οἴκαδε βαδιζομένους ἀνήρ τις ἐκέλευσε τὸν δοῦλον περιμεῖναι αὐτοὺς κελεῦσαι. καὶ ὄπισθεν τοῦ ἀδελφοῦ ὁ δοῦλος λαβόμενος τοῦ ἱματίου καὶ καλέσας, “κελεύει ὑμᾶς,” ἔφη, “Κέφαλος περιμεῖναι.” ὁ δὲ ἀδελφός, “ποῦ δέ ἐστιν αὐτός;” ἔφη. “ὄπισθεν,” ἀπεκρίνατο ὁ δοῦλος, “προσέρχεται· ἀλλὰ περιμένετε.” περιέμειναν οὖν ὁ τοῦ Δικαιοπόλιδος ἀδελφός τε καὶ ἡ γυνή. ἡ δὲ γυνὴ οὐκ ἐπαύετο δακρύουσα. καὶ ὀλίγῳ ὕστερον ὅ τε Κέφαλος ἧκε καὶ Ἀδείμαντος ὁ τοῦ Κεφάλου ἀδελφὸς καὶ Νικήρατος καὶ ἄλλοι τινές.

ἰδὼν δὲ τὴν γυναῖκα δακρύουσαν καὶ τὸν ἄνδρα λυπούμενον, ὁ Κέφαλος ἔφη· “ὦ φίλε, τί ποτε πάσχεις; ἡμεῖς μὲν προσευξάμενοι τῷ θεῷ καὶ ἅμα τὴν ἑορτὴν θεασάμενοι χαίροντες νῦν οἴκαδε ἐπανερχόμεθα· καλὴ μὲν γὰρ ἡμῖν ἡ τῶν Ἀθηναίων πομπὴ ἔδοξεν εἶναι, καλοὶ δὲ οἱ χοροὶ καὶ οἱ ἀγῶνες. ἆρα οὐκ ἐθεάσασθε ὑμεῖς τὴν ἑορτήν; σὲ γὰρ ἐζήτησα κατ᾿ ἀγορὰν καὶ ἐθαύμασα ὅτι οὐχ οἷός τ᾿ ἦν εὑρεῖν. πῶς δαὶ δὲ ἐκ τοῦ Πειραιῶς πρὸς ἄστυ βαδίζετε; λυπούμενοι δέ μοι δοκεῖτε. τί πάσχετε σύ τε καὶ ἡ γυνὴ ἡ μετὰ σοῦ; τί δ᾿ ἔστιν;”

“ὦ φίλε Κέφαλε,” ἀπεκρίνατο ὁ τοῦ Δικαιοπόλιδος ἀδελφός, “δεινόν τι ἔπαθεν αὕτη, τοῦ ἐμοῦ ἀδελφοῦ γυνὴ οὖσα. σὺ μὲν ἐζήτησάς με, ἐγὼ δὲ οὐκ ἦν κατὰ πόλιν· εἰς λιμένα γὰρ κατῆλθον μετὰ τοῦ ἀδελφοῦ, καὶ τῆς γυναικὸς καὶ τοῦ υἱοῦ ἀυτοῦ. ὁ γὰρ υἱός, παῖς καλός τε καὶ ἀγαθὸς ὤν, συμφορᾷ τινι ἐν ἄστει τυφλὸς γενόμενος, πρὸς Ἐπίδαυρον ἔπλευσεν ἅμα τῷ πατρί. βούλεται γὰρ ὁ πατὴρ εὔχεσθαι τῷ Ἀσκληπιῷ, εἴ πως ἐθέλει αὐτὸν ἰᾶσθαι.”

“ἀλλὰ θάρρει, ὦ γύναι,” ἔφη ὁ Κέφαλος, “ὁ γὰρ θεὸς ὁ ἐν Ἐπιδαύρῳ μέγας ἐστίν, καὶ πάντας τοὺς νοσοῦντας ἰᾶσθαι δύναται, εἰ βούλεται. ἆρα σὺ Ἀμβροσίαν μέμνησαι, τὴν τυφλήν;”

“πῶς γὰρ οὔ;”

“ἡ οὖν Ἀμβροσία, τυφλὴ οὖσα, ἦλθέ ποτε πρὸς τὸν θεὸν τὸν ἐν Ἐπιδαύρῳ. βαδίζουσα δὲ κατὰ τὸ ἱερόν, ἤκουσε πολλῶν λεγομένων ὅτι ὁ θεὸς αὐτοὺς ὑγιεῖς ἐποίησεν. τῇ Ἀμβροσίᾳ δὲ ἀδύνατον ἔδοξεν ὅτι χωλοὶ καὶ τυφλοὶ ὑγιεῖς ἐγένοντο ἐνύπνιον ἰδόντες μόνον. καθεύδουσα δὲ ὄψιν εἶδεν· ἔδοξε γὰρ τῇ γυναικὶ ὁ θεὸς εἰπεῖν ὅτι ὑγιῆ αὐτὴν ποιήσοι. ‘δεῖ δέ,’ ἔφη ὁ Ἀσκληπιός, ‘μισθόν σε ἀναθεῖναι εἰς τὸ ἱερὸν ὗν ἀργυροῦν.’ ἔπειτα δὲ τοὺς ὀφθαλμοὺς τοὺς νοσοῦντας ἐθεράπευσεν αὐτῇ ὁ θεός. τῇ ὑστεραίᾳ ὑγιὴς ἠγείρατο καὶ ἐκ τοῦ ἱεροῦ χαίρουσα ἐξῆλθεν. μὴ φοβοῦ οὖν, ὦ γύναι, ὑπὲρ τοῦ παιδός· ἀμέλει γὰρ ὑπὸ τοῦ θεοῦ μέλλει θεραπεύασθαι.”

χαίρειν οὖν κελεύσας ὁ μὲν Κέφαλος καὶ οἱ ἄλλοι μετ᾿ αὐτοῦ πρὸς τὸν λιμένα ἀπῆλθον, ὁ δὲ τοῦ Δικαιοπόλιδος ἀδελφὸς τῇ γυναικὶ Ἀθήναζε ἡγήσατο.

Ο ΚΩΛΑΙΟΣ ΤΑΡΤΗΣΣΟΝ ΕΥΡΙΣΚΕΙ

πρῶτοι τῶν Ἑλλήνων εἰς Τάρτησσον ἀφίκοντο οἱ Σάμιοι. ἔμπορος γάρ τις, Κωλαῖος ὀνόματι, ἀπὸ τῆς Σάμου ὁρμώμενος πρὸς τὴν Αἴγυπτον ἔπλει, ἀλλὰ χειμὼν μέγιστος ἐγένετο, καὶ πολλὰς ἡμέρας οὐκ ἐπαύσατο ὁ ἄνεμος ἀεὶ φέρων τὴν ναῦν πρὸς τὴν ἑσπέραν. τέλος δὲ Ἡρακλείας στήλας διεκπεράσαντες εἰς Ὠκεανὸν εἰσέπλευσαν καὶ οὕτως εἰς Τάρτησσον ἀφίκοντο.

οἱ δὲ ἐπιχώριοι λαβόντες ἀυτοὺς ἐκόμισαν παρὰ τὸν βασιλέα, γέροντά τινα Ἀργαθώνιον ὀνόματι. ὁ δὲ ἤρετο αὐτοὺς τίνες εἰσὶ καὶ ὁπόθεν ἥκουσιν. ὁ δὲ Κωλαῖος ἀπεκρίνατο· “Ἕλληνές ἐσμεν, καὶ πρὸς τὴν Αἴγυπτον πλέοντας χειμὼν ἡμᾶς εἰς τὴν σὴν γῆν ἔλασεν.” ὁ δὲ βασιλεὺς πάντα ἀκούσας ἐθαύμασεν, εὐμενῶς δὲ δεξάμενος ἀυτοὺς πλεῖστόν τε ἀργύριον καὶ πλεῖστον κασσίτερον αὐτοῖς παρέσχεν. οἱ δὲ πολύν τινα χρόνον ἐν Ταρτήσσῳ μένοντες ἐμπορίαν ἐποιοῦντο. τέλος δὲ τὸν Ἀργαθώνιον χαίρειν κελεύσαντες ἀπέπλευσαν καὶ εἰς τὴν Σάμον ἐπανῆλθον οὐδὲν κακὸν παθόντες.