Chapter 13 (α and β)

ΠΡΟΣ ΤΗΝ ΣΑΛΑΜΙΝΑ (α)

ἐν δὲ τούτῳ ὁ ναύτης ὁ γεραιὸς τόν τε Δικαιόπολιν καὶ τὸν παῖδα εἰς τὴν ναῦν ἀγαγὼν ἐκέλευσε καθίζεσθαι ἐπὶ τῷ καταστρώματι. ἐνταῦθα δὴ ὁ μὲν ναύκληρος ἐκέλευσε τοὺς ναύτας λῦσαι τὰ πείσματα, οἱ δὲ ναῦται τὰ πείσματα λύσαντες τὴν ναῦν βραδέως ἤρεσσον πρὸς τὴν θάλατταν. ἔπειτα δὲ τὴν γῆν καταλιπόντες τὰ ἱστία ἐπέτασαν.

ἐπεὶ δὲ ἡ μὲν ναῦς βεβαίως ἔπλει, οἱ δὲ ναῦται τῶν ἔργων παυσάμενοι ἡσύχαζον, ὁ Δικαιόπολις πᾶσαν τὴν ναῦν ἐσκόπει. στρογγύλη ἦν ἡ ναῦς, οὐ μεγάλη οὐδὲ ταχεῖα ἀλλὰ βεβαία, ἣ φορτία ἔφερε πρὸς τὰς νήσους· σῖτός τε γὰρ ἐνῆν καὶ οἶνος καὶ ὕλη καὶ πρόβατα. καὶ πολλοὶ ἐνῆσαν ἄνθρωποι, ἄγροικοι ὄντες, οἳ τὰ φορτία ἐν ταῖς Ἀθήναις πωλήσαντες οἴκαδε ἐπανῇσαν· ἄλλοι δὲ παρὰ τοὺς οἰκείους ἐπορεύοντο οἳ ἐν ταῖς νήσοις ᾤκουν. πάντες δὲ ἐτέρποντο πλέοντες—οὔριος γὰρ ἦν ὁ ἄνεμος καὶ λαμπρὸς ὁ ἥλιος—καὶ ἢ διελέγοντο ἀλλήλοις ἢ μέλη ᾖδον.

ΠΡΟΣ ΤΗΝ ΣΑΛΑΜΙΝΑ (β)

ἐπεὶ δὲ ὀλίγον χρόνον ἔπλευσαν, δέκα νῆες μακραὶ ἐφαίνοντο, αἳ πρὸς τὸν Πειραιᾶ ἐπορεύοντο ἀπὸ τῶν νήσων ἐπανιοῦσαι. πάντες οὖν τὰς τριήρεις ἐθεῶντο, αἳ ταχέως διὰ τῶν κυμάτων ἔσπευδον. οἱ γὰρ ἐρέται τῷ κελευστῇ πειθόμενοι τὴν θάλατταν ἅμα ἔτυπτον. ἐπεὶ δὲ οὐκέτι ἐφαίνοντο αἱ τριήρεις, μείζων μὲν ἐγίγνετο ὁ ἄνεμος, ἡ δὲ θάλαττα ἐκύμαινεν. οἱ δ᾿ ἄνθρωποι οὐκέτι ἐτέρποντο, ἀλλ᾿ οἱ μὲν ἄνδρες ἐσίγων, αἱ δὲ γυναῖκες ἔκλαζον εὐχόμεναι τὸν Ποσειδῶ σῴζειν ἑαυτὰς εἰς τὸν λιμένα.

ἀνὴρ δέ τις, ὃς ἐγγὺς τοῦ Δικαιοπόλιδος ἐκαθίζετο, ἀνέστη καὶ βοήσας, “ὀργίζεται ἡμῖν,” ἔφη, “ὁ Ποσειδῶν, ὡς δοκεῖ. κακὸν γὰρ ἄνθρωπον ἐν τῇ νηῒ φέρομεν, ὃν δεῖ ῥίπτειν εἰς τὴν θάλατταν.” καὶ τοὺς παρόντας ἐπιφθόνως ἐσκόπτει. ὁ δὲ γέρων προσελθών, “σίγησον, ὦ ἄνθρωπε,” ἔφη· “οὐδὲν γὰρ λέγεις. ἤδη γὰρ πίπτει ὁ ἄνεμος καὶ οὐκέτι τοσοῦτο κυμαίνει ἡ θάλαττα. κάθιζε οὖν καὶ ἥσυχος ἔχε.” τρεψάμενος δὲ πρὸς τὸν Φίλιππον, “μηδὲν φοβοῦ, ὦ παῖ,” ἔφη· “δι᾿ ὀλίγου γὰρ εἰς τὴν Σαλαμῖνα ἀφικνούμεθα. ἤδη γὰρ πλέομεν διὰ τῶν στενῶν πρὸς τὸν λιμένα. ἰδού, ὦ Δικαιόπολι, τὰ στενὰ ἐν οἷς τὸ τῶν βαρβάρων ναυτικὸν ἐμένομεν ὅτε τῇ Ἑλλάδι αὐτοὺς ἠμύνομεν ὑπὲρ τῆς ἐλευθερίας μαχόμενοι.”

ὁ δὲ Δικαιόπολις, “τί λέγεις, ὦ γέρον;” ἔφη· “ἆρα σὺ ἐκείνῃ τῇ μάχῃ παρῆσθα;” ὁ δὲ γέρων, “μάλιστά γε,” ἔφη, “ἐγὼ παρῆν, νεανίας ὢν καὶ ἐρέτης ἐν τριήρει Ἀθηναίᾳ.” ὁ δὲ Φίλιππος· “ἆρα τὰ ἀληθῆ λέγεις; μάλα οὖν γεραιὸς εἶ, εἰ τῷ ὄντι ἐκείνῃ τῇ μάχῃ παρῆσθα. ἀλλ᾿ εἰπὲ ἡμῖν τί ἐγένετο.” ὁ δέ, “μακρός ἐστιν ὁ λόγος,” ἔφη, “καὶ εἰ βούλεσθε τὰ γενόμενα μαθεῖν, δεῖ με πάντα ἐξ ἀρχῆς ἐξηγεῖσθαι. ἐγὼ δέ, ὃς παρῆν, τέρπομαι ἐξηγούμενος. ἀκούετε οὖν.”

Η ΑΡΕΤΗ ΑΕΙ ΤΗΝ ΥΒΡΙΝ ΝΙΚΑΙ

“πρῶτον μὲν βούλομαι ὑμῖν περὶ τῆς τῶν Ἀθηναίων ἀρετῆς τε καὶ τόλμης εἰπεῖν. ἐγὼ μὲν γάρ, ναύτης ὤν, οὐχ οἷός τέ εἰμι καλοὺς λόγους ποιεῖν· παραγενόμενος δὲ τοῖς ἔργοις ἃ νῦν ἐξηγεῖσθαι μέλλω, ἀληθεῖς τοὺς λόγους ποιεῖν δύναμαι, οὐ ψευδεῖς, ὥσπερ πολλάκις οἱ ῥήτορες ποιοῦσιν. ἐγὼ γάρ, ὃς παρῆν, τὴν ἀληθῆ αἰτίαν μέλλω ὑμῖν σαφῶς ἀποκαλύψαι ἣ τὴν ἐλευθερίαν πᾶσι τοῖς Ἕλλησι παρέσχεν. δεῖ οὖν ὑμᾶς μὴ πιστεύειν τῇ ψευδεῖ δόξῃ τῇ τε τῶν πολλῶν καὶ τῶν ῥητόρων, ἀλλὰ τοῖς ἀληθέσι πράγμασιν ἃ ἐγὼ ἀληθεῖ λόγῳ μέλλω ὐμῖν ἐξηγεῖσθαι.

“οἱ δὲ ἡμέτεροι πατέρες ἡγεμόνες καὶ διδάσκαλοι ἡμῖν ἐγένοντο ὅτι οὐκ ἄμαχός ἐστιν ἡ τῶν Περσῶν δύναμις, ἀλλὰ πᾶν πλῆθος καὶ πᾶς πλοῦτος ἀρετῇ ὑπείκει. ἐκεῖνοι οὖν οἱ ἄνδρες οὐ μόνον τῶν σωμάτων τῶν ἡμετέρων πατέρες ἐγένοντο, ἀλλὰ καὶ τῆς ἐλευθερίας τῆς ἡμετέρας· εἰς αὐτῶν γὰρ τὰ ἔργα ἀποβλέψαντες οἱ Ἕλληνες καὶ τὰς ὑστέρας μάχας ἐτόλμησαν διακινδυνεύειν ὑπὲρ τᾶς σωτηρίας, μαθηταὶ τῶν ἐν Μαραθῶνι μαχεσαμένων γενόμενοι. ἡμεῖς οὖν, οἳ ἐν πάσῃ ἐλευθερίᾳ τὸν βίον διηγάγομεν, ἐνομίσαμεν δεῖν ἡμᾶς ὑπὲρ τῆς ἐλευθερίας μάχεσθαι βαρβάροις ὑπὲρ ἀπάντων τῶν Ἑλλήνων.

“οἱ μὲν γὰρ ἡμέτεροι πρόγονοι κατεσκεύασαν καλὴν πολιτείαν—πολιτεία γὰρ ἀληθὴς τροφὴ ἄνθρώπων ἐστίν, καλὴ μὲν ἀγαθῶν, ἡ δὲ ἐναντία κακῶν—τῶν δὲ ἄλλων ἐθνῶν αἱ πολιτεῖαι τυραννίδες τε καὶ ὀλιγαρχίαι εἰσίν· οἰκοῦσιν οὖν οἱ μὲν δούλους, οἱ δὲ δεσπότας ἀλλήλους νομίζοντες. ἡμεῖς δὲ οὐκ ἀξιοῦμεν δοῦλοι οὐδὲ δεσπόται ἀλλήλων εἶναι, ἀλλ᾿ ἰσονομίαν ζητοῦμεν κατὰ νόμον· φίλοι γάρ ἐσμεν ἀλλήλοις καὶ ἐλεύθεροι πάντες, καὶ μηδενὶ ἄλλῳ ὑπείκομεν εἰ μὴ τῇ ἀληθεῖ ἀρετῆς δόξῃ.

“οἱ δὲ τύραννοι καὶ οἱ ἐν τυραννίδι τεθραμμένοι ἐλευθερίας καὶ φιλίας ἀληθοῦς ἀεὶ ἄγευστοί εἰσιν. ὕβρις γὰρ τὰς τῶν τυράννων ψυχὰς ἀεὶ λαμβάνει· ὕβρις δὲ ἐξανθοῦσα ἐκφέρει καρπὸν Ἄτης, καὶ ἐξ αὐτοῦ οὐδὲν ἄλλο δρέπουσιν οἱ ἄνθρωποι ἢ δάκρυά τε καὶ πένθος. ὁ γὰρ Ζεύς, ὃς πάντα ὁρᾷ, κολάζει τὴν τῶν τυρράνων ὕβριν, οἵ, θνητοὶ ὄντες, πρὸς τοὺς θεοὺς ἀγωνίζεσθαι τολμῶσιν.

“ἡμεῖς δέ, ὥσπερ οἱ ἡμέτεροι πρόγονοι, οἳ τοὺς βαρβάρους ἐνίκησαν ἐν Μαραθῶνι, νομίζοντες τὸν καλὸν θάνατον ἀθάνατον περὶ τῶν ἀγαθῶν ἀνδρῶν καταλείπειν λόγον, οὐκ ἐφοβήθημεν τὸ πλῆθος τῶν πολεμίων, ἀλλὰ τῇ ἡμῶν αὐτῶν ἀρετῇ μᾶλλον ἐπιστεύσαμεν. ἐν οὖν τοῖς τοῦ πολέμου κινδύνοις, ἐκλιπόντες μὲν τὴν πόλιν, εἰς τὰς τριήρεις δ᾿ ἐμβάντες, τὰς ἡμῶν ψυχάς, ὀλίγας οὔσας, ἀντετάξαμεν τῷ πλήθει τῷ τῆς Ἀσίας. ἐπεδείξαμεν δὲ πᾶσιν ἀνθρώποις, νικήσαντες τῇ ναυμαχίᾳ, ὅτι κρεῖττόν ἐστι μετ᾿ ὀλίγων ὑπὲρ τῆς ἐλευθερίας κινδυνεύειν ἢ μετὰ πολλῶν δούλων μάχεσθαι ὑπὲρ τῆς ἑαυτῶν δουλείας.

“ὁ γὰρ Ξέρξης πλείσταις μὲν τριήρεσιν ἀφίκετο, τῆς δὲ πεζῆς στρατιᾶς οὕτως ἄπειρον τὸ πλῆθος ἦγεν ὥστε χαλεπόν ἐστι καὶ τὰ ἔθνη τὰ μετ᾿ αὐτοῦ ἀκολουθήσαντα καταλέξαι. τοῦτο δὲ μέγιστον καὶ ἀληθὲς σημεῖον τοῦ πλήθους ἐστίν· δυνατὸν γὰρ ὄν αὐτῷ χιλίαις τριήρεσι διαβιβάσαι τὴν πεζὴν στρατιὰν ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην, οὐκ ἠθέλησεν, ἀλλ᾿ ὁδὸν διὰ τῆς θαλάττης ἐποιήσατο.

“οἱ μὲν οὖν ἡμέτεροι πατέρες ἐπέδειξαν τοῖς Ἕλλησιν ὅτι κατὰ γῆν οἷόν τε ἦν ἀμύνασθαι τοὺς βαρβάρους· τριήρεσι δὲ ἔτι ἦν ἄδηλον καὶ οἱ Πέρσαι δόξαν εἶχον ἄμαχοι εἶναι κατὰ θάλατταν καὶ πλήθει καὶ πλούτῳ καὶ τέχνῃ καὶ ῥώμῃ. ἡμεῖς δὲ ἐπαύσαμεν τοὺς τῶν Ἑλλήνων φοβουμένους πλῆθος τριήρων τε καὶ ἀνδρῶν.

“οὐ γὰρ ἐβουλόμεθα μόνον τὰ τῆς πόλεως τείχη διασῴζειν, ἀλλά, πᾶσαν τὴν Ἑλλάδα ἡμετέραν πατρίδα νομίζοντες, πᾶσι τοῖς ἄλλοις Ἕλλησιν ἐβοηθήσαμεν· καί, ὅτε ἡ τῶν βαρβάρων στρατιὰ πρὸς τὰ ἡμέτερα τείχη προσεχώρησεν, οὐδένα ἐν τῇ πόλει κατέλαβεν· αἱ γὰρ τῶν τειχῶν πύλαι ἀνεῳγμέναι ἦσαν, οἱ δὲ ἄνδρες οὔτε ἐν τοῖς τείχεσιν οὔτε κατὰ τὰς ὁδοὺς ἀλλ᾿ ἐν ταῖς τριήρεσιν ἐν τῇ θαλάττῃ περιέμενον τοὺς πολεμίους, καταλιπόντες τάς τε ἑαυτῶν οἰκίας καὶ τὰ ἱερά· ἐπιδεῖξαι γὰρ βουλόμενοι ὅτι καὶ ἐν τοῖς ναυτικοῖς κινδύνοις, ὥσπερ ἐν τοῖς πεζοῖς, ἡ ἀρετὴ ἀεὶ τοῦ πλήθου περιγίγνεται, ἐνόμισαν ἄνδρας εἶναι τῷ ὄντι πόλιν, καὶ οὐ τείχη οὐδὲ τριήρεις ἀνδρῶν κενάς. οὐ γὰρ τειχῶν οὐδὲ τριήρων δέονται αἱ πόλεις, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς. τὰ γὰρ τείχη καὶ αἱ οἰκίαι καὶ τὰ ἱερὰ ἄνευ τῆς τῶν ἀνδρῶν ἀρετῆς ὥσπερ σῶμα ἀκίνητόν εἰσιν.

“ἡμεῖς δὲ πρῶτον μὲν τοὺς βαρβάρους ἀπὸ τῆς χώρας καὶ ἀπὸ πάσης τῆς Ἑλλάδας ἠμύναμεν, ἔπειτα δὲ τὴν πόλιν ἀνοιδοδομεῖν παρεσκευασάμεθα καὶ τὰ τείχη. οὕτω δὲ ἡ πόλις ἡμῶν ἔπαυσε δύναμιν ὕβρει πορευομένην ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν. δεῖ δὲ πάντα τὰ πράγματα ἀπ᾿ ἀρχῆς διέρχεσθαι· ἀκούετε οὖν, ἐπεὶ ἐγὼ ἀληθεῖς τοὺς λόγους μέλλω ποιεῖν.”

Ο ΞΕΡΞΗΣ ΤΟΝ ΕΛΛΗΣΠΟΝΤΟΝ ΔΙΑΒΑΙΝΕΙ

ὁ δὲ Ξέρξης, τοὺς Ἕλληνας καταστρέφεσθαι βουλόμενος, στρατὸν μέγιστον παρεσκεύασεν. ἐπεὶ δὲ πάντα τὰ ἄλλα ἕτοιμα ἦν, τοὺς στρατηγοὺς ἐκέλευσε γέφυραν ποιῆσαι ἐπὶ τῷ Ἑλλησπόντῳ, τὸν στρατὸν ἐθέλων διαβιβάσαι εἰς τὴν Εὐρώπην. οἱ μὲν οὖν στρατηγοὶ γέφυραν ἐποίησαν, χειμὼν δὲ μέγας γενόμενος πάντα διέφθειρε καὶ ἔλυσεν.

ἐπεὶ δὲ ἔμαθεν ὁ Ξέρξης τὰ γενόμενα, μάλιστα ὀργιζόμενος ἐκέλευσε τοὺς δούλους μαστιγῶσαι τὸν Ἑλλήσποντον καὶ τοὺς τὴν θάλατταν μαστιγοῦντας ἐκέλευσε ταῦτα λέγειν· “ὦ πικρὸν ὕδωρ, ὁ δεσπότης σε οὕτω κολάζει· ἠδίκησας γὰρ αὐτὸν οὐδὲν κακὸν πρὸς αὐτοῦ παθόν. καὶ βασιλεὺς Ξέρξης διαβήσεταί σε, εἴτε βούλῃ εἴτε μή.”

οὕτως μὲν οὖν ἐκόλασε τὴν θάλατταν, ἐκείνους δὲ οἳ τὴν γέφυραν ἐποίησαν ἀπέκτεινεν, τὰς κεφαλὰς ἀποταμών. ἔπειτα δὲ τοὺς στρατηγοὺς ἐκέλευσεν ἄλλην γέφυραν ποιῆσαι, μάλα ἰσχυράν. ἐπεὶ δὲ ἑτοίμη ἦν ἡ γέφυρα, ὁ Ξέρξης, πρὸς τὸν Ἑλλήσποντον προσελθών, πρῶτον μὲν πάντα τὸν στρατὸν ἤθελεν θεᾶσθαι· ἐπὶ ὄχθον οὖν τινα ἀνέβη, ὅθεν πάντα τὸν πεζὸν στρατὸν ἐθεᾶτο καὶ πάσας τὰς ναῦς. ἔπειτα δὲ τοὺς στρατηγοὺς ἐκέλευσε τὸν πεζὸν στρατὸν διαβιβάσαι εἰς τὴν Εὐρώπην. οὕτως οὖν τῷ στρατῷ ἡγεῖτο ἐπὶ τὴν Ἑλλάδα.