Chapter 14 (α and β)

Η ΕΝ ΤΑΙΣ ΘΕΡΜΟΠΥΛΑΙΣ ΜΑΧΗ (α)

“ἐπεὶ ὁ Ξέρξης, βασιλεὺς ὢν τῶν Περσῶν, τὸν στόλον παρεσκεύαζεν, ἐν νῷ ἔχων πᾶσαν τὴν Ἑλλάδα καταστρέφεσθαι, οἱ τῶν Ἑλλήνων πρῶτοι συνῆλθον εἰς τὴν Κόρινθον καὶ ἐσκόπουν τί δεῖ πράττειν. πολὺν δὲ χρόνον ἠπόρουν· μείζονα γὰρ στρατὸν εἶχεν ὁ Ξέρξης ἢ πάντες οἱ Ἕλληνες καὶ πλέονας ναῦς. τέλος δὲ ἔδοξεν αὐτοῖς τοὺς βαρβάρους ἀμύνειν ἐν ταῖς Θερμοπύλαις· ἐκεῖ γὰρ κατὰ μὲν γῆν τὰ ὄρη οὕτω πρόσκειται τῇ θαλάττῃ ὥστε ὀλίγοι πρὸς πολλοὺς δύναται μάχεσθαι, κατὰ δὲ θάλατταν πόροι εἰσὶ στενοὶ ἐν μέσῳ τῆς τε Εὐβοίας καὶ τῆς ἡπείρου. μαθόντες οὖν οἱ Ἕλληνες ὅτι ὁ Ξέρξης ἤδη πρὸς τὴν Ἑλλάδα πορεύεται, τὸν Λεωνίδην ἔπεμψαν, βασιλέα ὄντα τῶν Λακεδαιμονίων, ἑπτάκις χιλίους [ἑπτακισχιλίους] ἔχοντα ὁπλίτας. οὗτοι δὲ ἀφικόμενοι εἰς τὰς Θερμοπύλας παρεσκευάζοντο ἀμύνειν τοὺς βαρβάρους τῇ Ἑλλάδι.

“ὁ δὲ Ξέρξης ἀφικόμενος εἰς τὰ στενὰ στρατὸν ἔχων μέγιστον δή, τέτταρας μὲν ἡμέρας ἡσύχαζεν· ἤλπιζε γὰρ τοὺς Ἕλληνας ἀποφεύξεσθαι ἰδόντας τὸ πλῆθος τοῦ στρατοῦ. τῇ δὲ πέμπτῃ ἡμέρᾳ—οἱ γὰρ Ἕλληνες ἔτι ἀκίνητοι ἔμενον—τὸν στρατὸν ἐκέλευσεν εὐθὺς προσβαλεῖν. οἱ δὲ Ἕλληνες ἀνδρειότατα μαχόμενοι τοὺς βαρβάρους ἤμυνον. τέλος δὲ βασιλεὺς τοὺς Πέρσας ἐπέπεμψεν οὓς ‘ἀθανάτους’ ἐκάλει, ἀνδρειοτάτους ὄντας τῶν στρατιωτῶν, ἐλπίζων τούτους γε ῥᾳδίως νικήσειν τοὺς Ἕλληνας. ἐπεὶ δὲ καὶ οὗτοι συνέβαλον, οὐδὲν ἄμεινον ἔπραττον ἢ οἱ ἄλλοι, ἐν τοῖς στενοῖς μαχόμενοι καὶ οὐ δυνάμενοι τῷ πλήθει χρῆσθαι. βασιλεὺς δὲ τὴν μάχην θεώμενος τρὶς ἀνέδραμεν, ὡς λέγουσιν, ἐκ τοῦ θρόνου, φοβούμενος ὑπὲρ τοῦ στρατοῦ.”

Η ΕΝ ΤΑΙΣ ΘΕΡΜΟΠΥΛΑΙΣ ΜΑΧΗ (β)

“τῇ δ᾿ ὑστεραίᾳ οἱ βάρβαροι αὖθις προσβάλλοντες οὐδὲν ἄμεινον ἔπραττον ἢ τῇ προτεραίᾳ. ὡς οὖν ἠπόρει ὁ Ξέρξης, προσῆλθε πρὸς αὐτὸν ἀνήρ τις τῶν Ἑλλήνων, Ἐφιάλτης ὀνόματι, ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρους φέρουσαν εἰς τὰς Θερμοπύλας. ταῦτα δὲ μαθὼν ὁ Ξέρξης τοὺς ἀθανάτους ταύτῃ ἔπεμψεν, κελεύων αὐτοὺς ἐκ τοῦ ὄπισθεν λαβεῖν τοὺς Ἕλληνας. οἱ δὲ Ἕλληνες μαθόντες τί γίγνεται πρῶτον μὲν ἠπόρουν τί δεῖ πρᾶξαι, τέλος δὲ ἔδοξε τῷ Λεωνίδῃ τοὺς μὲν ἄλλους ἀποπέμψαι πρὸς τὴν Ἀττικήν, αὐτὸς δὲ ἔμενεν ἐν ταῖς Θερμοπύλαις τριακοσίους ἔχων Σπαρτιάτας, ἐν νῷ ἔχων τὰς πύλας φυλάττειν.

“οἱ μὲν οὖν βάρβαροι προσέβαλλον, οἱ δὲ Σπαρτιᾶται ἐμάχοντο πρὸς πολεμίους πολλαπλασίους ὄντας καὶ πλείστους δὴ ἀπέκτειναν· τῶν δ᾿ Ἑλλήνων ἄλλοι τε πολλοὶ ἔπεσον καὶ αὐτὸς ὁ Λεωνίδης, ἀνὴρ ἄριστος γενόμενος. τέλος δὲ οἱ Πέρσαι οἱ διὰ τοῦ ὄρους διελθόντες παρεγένοντο καὶ ἐκ τοῦ ὄπισθεν προσέβαλον. τότε δὴ οἱ Σπαρτιᾶται εἰς τὸ στενὸν τῆς ὁδοῦ ἀνεχώρουν καὶ ἐνταῦθα ἐμάχοντο ἕως ἅπαντες ἔπεσον.

“οἱ δὲ Ἕλληνες μετὰ τὸν πόλεμον τοὺς τριακοσίους ἔθαψαν ὅπου ἔπεσον καὶ μνῆμα ἐποίησαν τῷ Λεωνίδῃ, λέοντα λίθινον, ὃν καὶ νῦν ἔξεστιν ἰδεῖν. καὶ τοῦτο τὸ ἐπίγραμμα ἐν στήλῃ λιθίνῃ ἔγραψαν·

Ω·​ΞΕΙΝ·​ΑΓΓΕΙΛΟΝ·​ΛΑΚΕΔΑΙΜΟΝΙΟΙΣ·​ΟΤΙ·​ΤΗΙΔΕ
    ΚΕΙΜΕΘΑ·​ΤΟΙΣ·​ΚΕΙΝΩΝ·​ΡΗΜΑΣΙ·​ΠΕΙΘΟΜΕΝΟΙ

[ὦ ξεῖν᾿, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε
    κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.]

“ἐν δὲ τούτῳ κατὰ θάλατταν οἱ Ἕλληνες πρὸς τῷ Ἀρτεμισίῳ μένοντες τὰ στενὰ ἐφύλαττον καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν καίπερ πλέοντας ὄντας καὶ ἤμυναν. ὡς δὲ οἱ βάρβαροι τὰς Θερμοπύλας εἷλον, οἱ Ἕλληνες οὐκέτι ἐφύλαττον τὰ στενὰ ἀλλὰ πρὸς τὴν Σαλαμῖνα ταῖς ναυσὶν ἀνεχώρουν. κατὰ δὲ γῆν οὐκέτι ἐδύνατο ἀντέχειν τοῖς βαρβάροις ἀλλὰ ἔφευγον πρὸς τὴν Πελοπόννησον, τήν τε Βοιωτίαν καὶ τὴν Ἀττικὴν τοῖς πολεμίοις καταλιπόντες. οὕτως οὖν οἱ βάρβαροι κατὰ μὲν γῆν προχωρήσαντες ταῖς Ἀθήναις προσβαλεῖν ἐν νῷ εἶχον, κατὰ δὲ θάλατταν εἰς τὸ Φάληρον πλεύσαντες ἐν τῷ λιμένι ὥρμουν.”

ΔΥΟ ΑΝΘΡΩΠΟΙ ΕΡΙΖΟΥΣΙΝ

ἐν ᾧ δὲ διελέγοντο ὅ τε Δικαιόπολις καὶ ὁ Φίλιππος καὶ ὁ ναύτης, ἐξαίφνης ἀνθρώπων ἐν τῇ νηῒ μέγα βοώντων ἤκουσαν. δύο γὰρ ἄνθρωποι ἐρίζοντες ἀλλήλοις μάλα τὰς ἑαυτῶν φωνὰς ἐπῇρον.

ὁ μὲν ἕτερος, “οὐ μὰ Δία,” ἔφη, “οὐ καταπροίξει τοῦτο λέγων·” ὁ δὲ ἕτερος ἀποκρινόμενος, “βάλλ᾿ ἐς κόρακας,” ἔφη. πάντες δὲ οἱ ἐν τῇ νηΐ, ταύτας τὰς βοάς τε καὶ τοῦτον τὸν θόρυβον ἀκούσαντες, τοῖς ἐρίζουσιν ἐπλησίασαν, τὴν ταύτης τῆς ἔριδος αἰτίαν γιγνώσκειν βουλόμενοι. οἱ μὲν ἄνδρες, “παῖε, παῖε τὸν πανοῦργον,” γελάσαντες ἔλεγον, αἱ δὲ γυναῖκες κλάζουσαι, “παύετε, παύετε τοὺς ἀνθρώπους ἐρίζοντας.”

ὁ δὲ Δικαιόπολις· “τί ἐστιν; τίς οὗτος ὁ θόρυβος; τί τοῦτο τὸ πρᾶγμα; τίνες δ᾿ οἱ βοῶντες;”

ὁ δὲ ναύτης ὁ γεραιός, “ἐγὼ μέν,” ἔφη, “ἀγνοῶ· δεῖ δ᾿ ἡμᾶς γιγνώσκειν τί γίγνεται. ἄγετε δή, ἔλθετε μετ᾿ ἐμοῦ.” καὶ ταῦτα εἰπὼν ἐπῆρεν ἑαυτὸν καὶ ἐβάζισε πρὸς τοὺς ἐρίζοντας.

ὁ δὲ κυβερνήτης προσδραμών, “Ἡράκλεις, τί τοῦτο;” ἔφη, “τί τοῦτο τὸ κακόν ποτέ ἐστιν; νὴ τὸν Ποσειδῶ, μαίνεσθε, ὡς ἐμοὶ δοκεῖ. παύσασθε, παύσασθε ἐρίζοντες πρὸς ἀλλήλους, καὶ λέγετέ μοι ἐξ ἀρχῆς πόθεν ὑμῖν αὕτη ἡ ἔρις ἐγένετο.”

ὁ μὲν οὖν ἄνθρωπος ἕτερος, “οὗτος,” ἔφη, “τὸ μὲν πρῶτον πολλὰ καὶ μεγάλῃ τῇ φωνῇ κακῶς ἔλεγεν, ἔπειτα δὲ καὶ ἔπαισέ με, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον ἐποίησεν ὥστε καὶ σὺ καὶ οὗτοι οἱ ἄλλοι πάντες ἤλθετε. μαίνεται, ὡς ἐμοὶ δοκεῖ, οὗτος ὁ ἄνθρωπος.”

ὁ δὲ ἕτερος ὑπολαβών, “εἰπέ μοι,” ἔφη, “ὦ κάκιστε ἀνδρῶν πάντων· ἆρα τοῦτο τολμᾷς καὶ ἐμβλέπων ἐμοὶ λέγειν;”

ὁ δὲ ἀποκρινόμενος, “σῖγα,” ἔφη, “ὦ πανοῦργε· σὺ γὰρ ἐπ᾿ ἐμέ, ἐλεύθερον ἄνδρα ὄντα, ἔλαβες βακτηρίαν καὶ ἐμὲ ἔπαισες. ἆρ᾿ οὐχ ὕβρις αὕτη ἐστὶ πολλή;”

ὁ δὲ ἕτερος· “νὴ Δία, καὶ καλῶς ἐποίησα τύπτων σὲ ὄντα οὐ μόνον κλέπτην ἀλλὰ καὶ κατάσκοπον τῶν Λακεδαιμονίων, καὶ οὐ τῷ ὄντι ἔμπορον Ἀθηναῖον.”

ὁ δέ· “τί λέγετε, ὦ ἄνθρωποι; ἆρ᾿ οὐχ ὑβρίζει με οὗτος ὁ πανοῦργος;”

ὁ δὲ ἕτερος· “βούλει σιωπᾶν; ἄκουε δέ, ὦ κυβερνῆτα· αὕτη γὰρ ἡ τῆς ἔριδος ἀρχὴ ἐγένετο. ἔπραξε γὰρ οὗτος τοιαῦτα δι᾿ ἃ ὑπ᾿ ἐμοῦ νῦν εἰκότως μισεῖται. δεῖ δὲ καὶ ὑμᾶς πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα τὰ πράγματα ἅπαντα ἀκοῦσαι. οὗτος γὰρ ὁ ἄνθρωπος οὐκ ἔστιν ἔμπορος Ἀθηναῖος, ὡς φαίνεσθαι βούλεται, ἀλλά, κατάσκοπος τῶν Λακεδαιμονίων ὤν, ἐν τῷ ἡμετέρῳ ἄστει οἰκεῖ ἡμῖν ἐπιβουλεύων. ὁ γὰρ τούτου πατὴρ ἐξένιζεν, καὶ οὐχ οἷός τ᾿ ἦν καλῶς ἀττικίζειν· ἐγὼ δὲ αὐτὸν τοῦτόν τε καὶ ξένον τινὰ ἐν τῇ ἀγορᾷ Δωριστὶ διαλεγομένους εἶδον. νῦν δὴ δὲ τούτου ἤκουσα ὑπὲρ τῶν Λακεδαιμονίων λέγοντες· ἔλεγε γὰρ ὅτι ἡ τῶν Σπαρτιατῶν πόλις ἰσχυροτέρα ἢ ἡ ἡμετέρα ἐστίν, καὶ ὅτι οἱ Λακεδαιμόνιοι ἀνδρειότεροι ἢ οἱ Ἀθηναῖοι ἀεὶ ἐγένετο ἐν ταῖς μάχαις, καὶ ὅτι οἱ Λακεδαιμόνιοι σωφρονέστατοί εἰσι πάντων τῶν Ἑλλήνων καὶ πολλῷ σωφρονέστεροι τῶν Ἀθηναίων, καὶ ἄλλα τοιαῦτα πολλά.”

ὁ δὲ κυβερνήτης, “ὦ κάκιστε καὶ πονηρότατε ἀνθρώπων,” ἔφη, “ταῦτα δὴ τολμᾷς λέγειν πρὸς ἡμᾶς.”

ὁ δὲ ἔμπορος μάλιστα φοβούμενος, “οὐδαμῶς, ὦ κυβερνῆτα,” ἔφη· “ἐγὼ δὲ μισῶ μὲν τοὺς Λακεδαιμονίους σφόδρα. καὶ οὐκ ἀγνοῶ ὅτι ἄριστοι τῶν Ἑλλήνων οἱ Ἀθηναῖοί εἰσιν, τὴν ἀρχὴν τὴν κατὰ θάλατταν ἔχοντες καὶ πλέοντες τριήρεις ἢ οἱ Λακεδαιμόνιοι· ἐκεῖνοι γὰρ μείζονα μὲν στρατὸν ἔχουσιν ἢ ἡμεῖς κατὰ γῆν, πολλῷ δὲ ἐλάττονας ναῦς τε καὶ ναύτας. οὐδεὶς γὰρ ἀγνοεῖ ὅτι τῇ ναυτικῇ τέχνῃ ἀμείνονές εἰσιν οἱ Ἀθηναῖοι ἢ πάντες οἱ ἄλλοι Ἕλληνες. τοῦτον μόνον ἔλεγον, ὅτι οἱ Λάκωνες, οἷς ἀεὶ ἀγανακτοῦμεν, οὔκ εἰσιν αἴτιοι ἡμῖν ἁπάντων τῶν κακῶν. πῶς δ᾿ οὔκ εἰμι ἀληθέστατα Ἀθηναῖος; ὑμέτερος γάρ εἰμι πολίτης, ὦ φίλοι, Ἀθηναῖος ὢν καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρός· διαβάλλει γὰρ ὅδε ὁ ἀνὴρ τὸν πατέρα μου, ἐπεὶ ἐξένιζεν· ἐκεῖνος γὰρ ἐν πολέμῳ, ὑπὸ τῶν πολεμίων ληφθείς, δοῦλος ἐγένετο, καὶ πολὺν χρόνον ἐν ἀλλοτρίᾳ χώρᾳ ἔμεινεν, καὶ διὰ τοῦτο οὐκέτι οἷός τ᾿ ἦν καλῶς ἀττικίζειν. ἦν δὲ τῷ ὄντι ἀστός, καὶ οὐ ξένος, ὥσπερ ὅδε ὁ ἀνὴρ φλυαρεῖ, ἐπεὶ Ἀθηναῖοί εἰσι καὶ ὁ ἐκείνου πατὴρ Χαρίσιος καὶ ἡ μήτηρ. περὶ δὲ τῆς μητρὸς πρὸς ὑμᾶς λέγειν βούλομαι τάδε· ἐμοὶ ἦν πάππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μητρὸς πατήρ, ὃς ἦν εἷς τῶν ἐν Μαραθῶνι στρατευσαμένων καὶ τελευτησάντων, καὶ ὁ ἐκείνου ἀδελφὸς ἐτελεύτησε πρὸς τῇ Σαλαμῖνι μετὰ Θεμιστοκλέους στρατευόμενος. ἠκούσατε δὲ τοῦδε τοῦ ἀνδρὸς λέγοντος ὅτι ἐμὲ εἶδεν ἐν τῇ ἀγορᾷ ξένῳ τινὶ Δωριστὶ διαλεγόμενον. τί δέ; ἔμπορος γὰρ ὤν, ἐκ τῆσδε τῆς πόλεως πολλάκις ὥρμησα καὶ ἐκ τῆσδε τῆς θαλάττης ἔπλευσα μὲν εἰς πολλὰς ἄλλας χώρας, πολλῶν δ᾿ ἄνθρώπων ἴδον ἄστεα καὶ νόον ἔγνων, ὥσπερ ὁ Ὅμηρος λέγει περὶ τοῦ Ὀδυσσέως. οὐδὲν οὖν ἄτοπόν ἐστιν ὅτι πλείστων ἀνθρώπων καὶ τὰς διαλέκτους ἔμαθον. μὴ οὖν πίστευε τῷδε τῷ ἀνθρώπῳ ψευδῆ λέγοντι καὶ διαβολάς, ὦ κυβερνῆτα. πρὸς ὑμᾶς δέ, ὦ ἄνδρες, τί δεῖ με πλείονα λέγειν; οἶμαι γὰρ ὅτι νῦν ὑμεῖς οὐδὲν ἀγνοεῖτε, ἐπεὶ τὰ ἀληθῆ ἠκούσατε.”

ὁ δὲ κυβερνήτης, “νῦν δέ,” ἔφη, “ἡσυχάζετε καὶ μὴ θορυβεῖτε μηδὲ μάχεσθε πρὸς ἀλλήλους· δεῖ γὰρ ἡμᾶς ἡσύχως πλεῖν καὶ εἰς τὴν Ἐπίδαυρον ἀφικνεῖσθαι. σὺ μὲν οὖν, ὦ ἔμπορε, μὴ λέγε ὑπὲρ τῶν Λακεδαιμονίων, σὺ δέ, ὦ ναῦτα, μὴ ἀγανάκτει καὶ ἥσυχος ἔχε.” τάδε εἰπὼν ἀπῆλθεν, καὶ δι᾿ ὀλίγου καὶ πάντες οἱ ἄλλοι ἐκάθισαν.

ὁ δὲ Δικαιόπολις· “ἰδού, ὦ γέρον, ὅση ἐστὶν ἡ τῶν πραγμάτων μεταβολὴ ἐν τῇδε τῇ ἡμετέρᾳ χώρᾳ· σὺ μὲν γὰρ ἡμῖν διηγοῦ ὡς πάντες οἱ Ἑλληνες, οἵ τε Λακεδαιμόνιοι καὶ οἱ Ἀθηναῖοι, ἅμα ἐμαχέσαντο πρὸς τοὺς βαρβάρους ὑπὲρ τῆς ἐλευθερίας· νῦν δὲ οἱ ἄνθρωποι ἐν τῇ αὐτῇ πόλει οἰκοῦντες μισοῦσιν ἀλλήλους, καὶ αἰτίαν τινὰ ἔχθρας τε καὶ μάχης ζητοῦσιν. τότε μὲν γὰρ οἱ Ἕλληνες πάντα τὴν Ἑλλάδα κοινὴν πατρίδα ἐνόμιζον, νῦν δὲ μόνον τῶν ἑαυτῶν οἴκων ἐπιμελοῦνται. οἱ μὲν οὖν ἡμέτεροι πρόγονοι διεφύλαξαν τήν τε πρὸς τοὺς Ἕλληνας ὁμόνοιαν καὶ τὴν πρὸς τοὺς βαρβάρους ἔχθραν· ὁμόνοια γὰρ μέγιστον ἀγαθὸν ἐδόκει ταῖς πόλεσιν εἶναι. νῦν δὲ οὐ μόνον οἱ Ἀθηναῖοι μισοῦσι τοὺς Λακεδαιμονίους καὶ οἱ Λακεδαιμόνιοι μισοῦσι τοὺς Ἀθηναίους, ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι ἔχθραν ἔχουσι πρὸς ἀλλήλους. φεῦ, φεῦ τῆσδε τῆς πόλεως.”

ὁ δὲ Φίλιππος παραλαβών, “ἐγὼ δέ,” ἔφη, “βούλομαι ἀκούειν ὅπως οἱ Ἀθηναῖοι ἐμαχέσαντο πρὸς τοὺς βαρβάρους ἐν τῇ Σαλαμῖνι. μὴ οὖν παύου διηγούμενος, ὦ ναῦτα, ἀλλ᾿ εἰπὲ ἡμῖν τί ἐγένετο ἐπεὶ οἱ βάρβαροι ἐν τῷ λιμένι ὥρμουν.”

ὁ δὲ ναύτης, “ἡσυχάζετε οὖν,” ἔφη, “καὶ ἀκούετε.”

ΟΙ ΠΕΡΣΑΙ ΤΑ ΥΠΕΡ ΘΕΡΜΟΠΥΛΩΝ ΣΤΕΝΑ ΑΙΡΟΥΣΙΝ

ὁ δὲ Ξέρξης, μαθὼν ὅτι ἀτραπός ἐστιν ὑπὲρ τὸ ὄρος φέρουσα, μάλιστα χαίρων ἔπεμψε τὸν Ὑδάρνην, στρατηγὸν ὄντα ἄριστον, καὶ τοὺς ἄνδρας ὧν ἐστρατήγει ὁ Ὑδάρνης. ὡρμῶντο δὲ πρὸς ἑσπέραν ἀπὸ τοῦ στρατοπέδου, ἡγεῖτο δὲ αὐτοῖς ὁ Ἐφιάλτης. αὕτη δὲ ἡ ἀτραπὸς ἄρχεται ἀπὸ τοῦ Ἀσωποῦ ποταμοῦ. οἱ οὖν Πέρσαι τὸν Ἀσωπὸν διαβάντες ἐπορεύοντο πᾶσαν τὴν νύκτα. ἐγίγνετο δὲ ἡμέρα καὶ οἱ Πέρσαι ἀφίκοντο εἰς ἄκρον τὸ ὄρος. κατὰ δὲ τοῦτο τοῦ ὄρους ἐφύλαττον Ἑλλήνων χίλιοι ὁπλῖται.

οὗτοι δὲ οὐκ εἶδον τοὺς Πέρσας ἀναβαίνοντες· πολλὰ γὰρ ἦν δένδρα κατὰ τὸ ὄρος. ψόφον δὲ ἀκούοντες ἔμαθον ὅτι ἀνέβησαν οἱ Πέρσαι. ἔδραμον οὖν οἱ Ἕλληνες καὶ ἐνέδυον τὰ ὅπλα, καὶ εὐθὺς παρῆσαν οἱ βάρβαροι. ἐπεὶ δὲ οἱ Πέρσαι εἶδον ἄνδρας ἐνδύοντας ὅπλα, ἐθαύμαζον· ἐλπίζοντες γὰρ οὐδένα φυλάττειν τὴν ἀτραπόν, ἐνεκύρησαν στρατῷ. ὁ μὲν οὖν Ὑδάρνης διέταξε τοὺς Πέρσας εἰς μάχην· οἱ δὲ Ἕλληνες ἐλπίζοντες τοὺς βαρβάρους ἐν νῷ ἔχειν προσβαλεῖν, ἔφυγον εἰς τὸν τοῦ ὄρους κόρυμβον καὶ παρεσκευάζοντο μαχόμενοι ἀποθανεῖν. οἱ δὲ Πέρσαι τῶν μὲν Ἑλλήνων οὐδένα λόγον ἐποιοῦντο, κατέβησαν δὲ τὸ ὄρος ὡς τάχιστα.