Chapter 15 (α and β)

Η ΕΝ ΤΗΙ ΣΑΛΑΜΙΝΙ ΜΑΧΗ (α)

“οἱ μὲν οὖν Ἀθηναῖοι ἐν ἀπορίᾳ ἦσαν πλείστῃ· ὁ δὲ Θεμιστολκῆς ἔπεισεν αὐτοὺς μὴ εἴκειν τοῖς βαρβάροις ἀλλὰ ὑπὲρ τῆς ἐλευθερίας μάχεσθαι. τάς τ᾿ οὖν γυναῖκας καὶ τοὺς παῖδας καὶ τοὺς γέροντας εἰς τήν τε Πελοπόννησον καὶ τὴν Σαλαμῖνα ἐκόμισαν, τήν τ᾿ Ἀττικὴν καὶ τὴν πόλιν τοῖς πολεμίοις καταλιπόντες. αὐτοὶ δὲ εἰς τὰς ναῦς εἰσβάντες πρὸς τὴν Σαλαμῖνα προσέπλευσαν καὶ παρεσκευάζοντο κατὰ θάλατταν μάχεσθαι.

“ἐν δὲ τούτῳ οἱ μὲν τῶν Ἑλλήνων στρατηγοὶ εἰς τὴν Σαλαμῖνα συνελθόντες οὕτως ἐφοβοῦντο ὥστε ἀποφυγεῖν ἐβούλοντο πρὸς τὴν Πελοπόννησον· ὁ δὲ Θεμιστοκλῆς ἐν τῷ συνεδρίῳ ἀναστὰς εἶπεν ὅτι ἔτι καὶ νῦν δύναται τοὺς πολεμίους νικῆσαι· ἐν γὰρ τοῖς στενοῖς μαχόμενοι οὐ δυνήσονται οἱ βάρβαροι τῷ πλήθει χρῆσθαι· δεῖ οὖν ἀναγκάσαι αὐτοὺς ἐκεῖ συμβαλεῖν.

“οὕτως εἰπὼν οὐ μόνον τοὺς ἄλλους στρατηγοὺς ἔπεισε μάχεσθαι, ἀλλὰ καὶ ἄγγελον παρὰ τὸν Ξέρξην ἔπεμψε λάθρᾳ, λέγοντα ὅτι οἱ Ἕλληνες παρασκευάζονται εἰς φυγήν. ὁ οὖν Ξέρξης, ὡς ἔγνω ὅτι ἀποφυγεῖν ἐν νῷ ἔχουσιν οἱ Ἕλληνες, βουλόμενος αὐτοὺς ὡς τάχιστα διαφθεῖραι, διένγω αὐτοὺς ἀναγκάσαι ἐν Σαλαμῖνι μάχεσθαι. τῶν οὖν νεῶν τὰς μὲν ἔπεμψε περὶ τὴν νῆσον, κελεύων τοὺς ναυάρχους τοὺς ἔκπλους φυλάττειν, τὰς δὲ ἐκέλευσε φυλάττειν τὰ στενὰ ὥστε μηκέτι ἐξεῖναι τοῖς Ἕλλησιν ἀποπλεῖν.”

Η ΕΝ ΤΗΙ ΣΑΛΑΜΙΝΙ ΜΑΧΗ (β)

“πᾶσαν οὖν τὴν νύκτα οἱ βάρβαροι ἔνθα καὶ ἔνθα ἤρεσσον τά τε στενὰ φυλάττοντες καὶ τοὺς ἔκπλους, οἱ δὲ Ἕλληνες ἡσύχαζον παρασκευαζόμενοι μάχεσθαι. ἐπεὶ δὲ πρῶτον ἡ ἡμέρα ἐγένετο, προυχώρουν οἱ βάρβαροι εἰς τὰ στενά, πιστεύοντες ὡς ῥᾳδίως μέλλουσι νικᾶν τοὺς Ἕλληνας, ἐξαίφνης δὲ βοὴν πλείστην ἤκουσαν ὥστε μάλιστα ἐφοβοῦντο. οἱ γὰρ Ἕλληνες κόσμῳ χρώμενοι εἰς μάχην προυχώρουν καὶ ἐπὶ τοὺς βαρβάρους πλέοντες τὸν παιᾶνα ἐβόων.

“οὕτω δὲ ὁ Αἰσχύλος ὁ ποιητής, ὃς καὶ αὐτὸς τῇ μάχῃ παρῆν, τοὺς Ἕλληνας ποιεῖ ἐπὶ τοὺς βαρβάρους ἐπιπλέοντας·

“τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δ᾿ ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν· ‘ὦ παῖδες Ἑλλήνων, ἴτε,
ἐλευθεροῦτε πατρίδ᾿, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.’

“οὕτως οὖν οἱ Ἕλληνες τῷ Περσικῷ στρατῷ προσέβαλλον καὶ ἐν τοῖς στενοῖς συμπίπτοντες ἐναυμάχουν ὀλίγοι πρὸς πολλούς. οἱ δὲ βάρβαροι καίπερ πλείστας ἔχοντες ναῦς οὐκ ἐδύναντο πάσαις ταῖς ναυσὶν ἅμα χρῆσθαι. καὶ οἱ μὲν Ἕλληνες τὰς πρώτας τῶν βαρβάρων ναῦς ἢ ἔβλαψαν ἢ κατέδυσαν τοσαύτῃ σπουδῇ προσβάλλοντες ὥστε οἱ βάρβαροι μάλιστα φοβούμενοι ἐτρέποντο καὶ ἐπειρῶντο ἐκφυγεῖν. ἐνταῦθα δὴ πλεῖστος ἐγένετο θόρυβος. αἱ γὰρ τῶν βαρβάρων νῆες ἀλλήλαις ἐνέπιπτον, αἱ μὲν ἐκ τῆς μάχης πειρώμεναι ἐκφυγεῖν, αἱ δὲ εἰς τὴν μάχην προχωροῦσαι. τέλος δὲ πάντες οἱ βάρβαροι ἔφευγον οὐδενὶ κόσμῳ χρώμενοι, οἱ δὲ Ἕλληνες διώκοντες πλείστας δὴ ναῦς κατέδυσαν· καὶ πανταχοῦ μὲν ἦν ναυάγια, πανταχοῦ δὲ νεκροί, ὥστε τὴν θάλατταν οὐκέτι ἐξῆν ἰδεῖν. οὕτως οὖν ἐμάχοντο ἕως νὺξ ἐγένετο.

“ἐν δὲ τούτῳ ὁ Ξέρξης ἐκαθίζετο ἐπὶ ὄχθῳ τινὶ ἐγγὺς τῆς θαλάττης τὴν μάχην θεώμενος· ἐπίστευε γὰρ ὡς ῥᾳδίως νικήσουσιν οἱ Πέρσαι· ἠγνόει γὰρ τὰ τῆς τύχης οὐδ᾿ ἔγνω τί ἐν νῷ ἔχουσιν οἱ θεοὶ ἀλλ᾿ ἀεὶ ὕβρει ἔχρῆτο.

“γνοὺς δὲ ὅτι νικῶσι μὲν οἱ Ἕλληνες, οἱ δὲ βάρβαροι ἀποφεύγουσιν, ἀνέστη καὶ τοὺς πέπλους ἔρρηξεν. ἐν πολλῇ γὰρ ἀπορίᾳ ἦν· ἀπολέσας γὰρ τὸ ναυτικὸν οὐκέτι ἐδύνατο σῖτον παρέχειν τῷ πεζῷ στρατῷ μεγίστῳ ὄντι. τοὺς μὲν οὖν στρατηγοὺς ἐκέλευσε τὸν πεζὸν στρατὸν ἄγειν κατὰ γῆν πρὸς τὴν Ἀσίαν, αὐτὸς δὲ ἀπέφυγεν ὀδυρόμενος.

“οὕτως οὖν οἱ Ἕλληνες τοὺς Πέρας νικήσαντες τὴν Ἑλλάδα ἠλευθέρωσαν. καὶ δὴ καὶ ἐν τούτῳ τῷ ἔργῳ οἱ Ἀθηναῖοι πλείστας τε ναῦς παρέσχον τῶν Ἑλλήνων καὶ πλείστην ἐδήλοωσαν ἀρετήν, ὥστε ἔξεστιν ἀληθῶς λέγειν ὅτι οἱ Ἀθηναῖοι τὴν Ἑλλάδα ἔσωσαν, καὶ οὐχ ἥκιστα ὁ Θεμιστοκλῆς, ὃς στρατηγὸς ὢν Ἀθηναῖος μάλιστα αἴτιος ἦν τῆς νίκης.

“τοῦτο τὸ ἐπίγραμμα τοῖς Ἀθηναίοις τοῖς ἐν τούτῳ τῷ πολέμῳ ἀποθανοῦσιν ἔγραψεν ὁ Σιμωνίδης, ποιητὴς ὢν ἄριστος·

“εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,
    ἡμῖν ἐκ πάντων τοῦτ᾿ ἀπένειμε τύχη.
Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίαν περιθεῖναι
    κείμεθ᾿ ἀγηράντῳ χρώμενοι εὐλογίᾳ.”

ΟΙ ΘΕΟΙ ΤῸΝ ΞΕΡΞΗΝ ΕΚΟΛΑΣΑΝ

“ἡμεῖς γάρ, καταδουλοῦσθαι ὑπὸ τῶν βαρβάρων οὐ βουλόμενοι, ἐκινδυνεύσαμεν ὑπὲρ τῆς πατρίδος καὶ ὑπὲρ τῆς τῶν πάντων Ἑλλήνων ἐλευθερίας· καὶ διὰ τοῦτο ἀθανάτῳ εὐλογίᾳ τῷ ὄντι χρώμεθα, οὐκ ἐπεὶ ἐνικήσαμεν ἀλλὰ πολλῷ μᾶλλον ἐπεὶ δικαία ἦν ἡμῖν ἡ τῆς μάχης αἰτία. μαχόμενοι γὰρ καὶ τὴν ἡμετέραν πατρίδα ἐλευθεροῦντες οὐ μόνον πᾶσι τοῖς τότε ἀνθρώποις ἐδηλοῦμεν τί ἐστιν ἡ ἀρετή, ἀλλὰ καὶ ἐπαύομεν εἰς ἅπαντα τὸ ἔπειτα χρόνον τοὺς Ἕλληνας φοβουμένους πλῆθος νεῶν τε καὶ ἀνδρῶν. ἔτι καὶ νῦν γὰρ ἥδε ἡ νῆσος τῇ τῆς μάχης μνήμῃ δηλοῖ ὅτι οἱ θεοὶ ἀεὶ τὴν μὲν ὕβριν κολάζουσιν, τὴν δ᾿ ἀρετὴν τιμῶσιν, καὶ μεγάλην δόξαν παρέχουσι τοῖς ὑπὲρ τῆς ἐλευθερίας μαχομένοις. ἡμεῖς μὲν γὰρ τοὺς βαρβάρους ὡς θύννους κώπαις ἐτύπτομεν· ἡ δὲ θάλαττα πᾶσα μεστὴ ἦν ἀνδρῶν βοώντων. τοῦτο δὲ δεῖ ὑμᾶς γνῶναι· οὐδέποτε μιᾷ ἡμέρᾳ τοσοῦτον πλῆθος ἀνθώπων ἀπέθανεν. πολλαὶ γὰρ ἡμέραι καὶ νύκτες οὐχ ἱκαναί εἰσι τῷ πάντα τὰ τῶν Περσῶν κακὰ μέλλοντι περαίνειν. ὁ δὲ λοιπὸς στρατὸς πεζῇ ἐξέφυγεν ἐκ τῆς Ἀττικῆς· οἱ μὲν οὖν πλεῖστοι τῶν στρατιωτῶν πορευόμενοι δίψῃ τε καὶ λιμῷ ἀπέθανον—οὐδένα γὰρ σῖτον εἶχον, οὐδὲ κρήνην οὐδεμίαν εὗρον, καίπερ πολὺν χρόνον ζητοῦντες—οἱ δὲ εἰς τὸ Πάγγαιον ὄρος ἀφίκοντο· ἐν δὲ ἐκείνῃ τῇ νυκτὶ θεός τις ἄωρον χειμῶνα ἤγειρεν, καὶ ῥίγει ἔπηξε τὰ τοῦ Στρυμόνος ποταμοῦ ὕδατα. οἱ μὲν οὖν βάρβαροι τότε πᾶσι τοῖς θεοῖς ηὔχοντο· ἐπεὶ δὲ ἐπαύσαντο εὐχόμενοι, οἱ μὲν διέβησαν τὸν ποταμὸν διὰ τοῦ κρυστάλλου πορευσάμενοι, οἱ δέ, ἐπεὶ ὁ ἥλιος ἀνατέλλων ἐπέφλεξε καὶ ταῖς ἑαυτοῦ ἀκτῖσι διεθέρμηνε τὰ τοῦ ποταμοῦ ὕδατα, ἔπιπτον ἐπ᾿ ἀλλήλοις· ἀγαθῇ τύχῃ ἐχρήσατο τότε ὃς αὐτῶν ὡς τάχιστ᾿ ἀπέθανεν. ὀλίγοι δὲ λοιποί, οἳ ἑαυτοὺς ἔσωσαν ἐκ τοσούτων συμφορῶν, μόλις διαβάντες εἰς τὴν Θρᾴκην, καὶ αὐτὴν διαπεράσαντες πολλῷ πόνῳ, τέλος ἀφίκοντο ἐκφυγόντες εἰς τὴν πατρίδα. ταῦτ᾿ ἔστ᾿ ἀληθῆ. ἐκλείπω δὲ λέγων πολλὰ τῶν κακῶν ἃ θεός τις τοῖς Πέρσαις ἐνέβαλε διὰ τὴν ὕβριν αὐτῶν.

“ἐν ἐκείνῳ γὰρ τῷ χρόνῳ πᾶσα μὲν ἡ Ἀσία ἐδούλευε τρίτῳ ἤδη βασιλεῖ· ὁ μὲν γὰρ πρῶτος, Κῦρος ὀνόματι, ἐλευθερώσας Πέρσας, τοὺς ἑαυτοῦ πολίτας, ἅμα καὶ τοὺς δεσπότας Μήδους ἐδουλώσατο, καὶ ἦρξε τῆς ἄλλης Ἀσίας μέχρι Αἰγύπτου· ὁ δὲ υἱὸς αὐτοῦ ἐπέβη ἐπ᾿ ἄλλας πολλὰς χώρας Αἰγύπτου τε καὶ Λιβύης αὐτὰς δουλούμενος· τρίτος δὲ Δαρεῖος πεζῷ στρατῷ μὲν εἰσέβη εἰς τὰς τῶν Σκυθῶν χώρας, ναυσὶ δὲ τὴν ἀρχὴν τὴν τῆς θαλάττης ἔλαβε καὶ τῶν νήσων. ἐπιβαίνοντες δὲ ἐπ᾿ ἀλλοτρίων χώρας, οὗτοι οἱ βασιλῆς οὐ μόνον τὰ σώματα ἀλλὰ καὶ τὰς ψυχὰς καὶ τὰς γνώμας τῶν ἀνθρώπων ἐδουλοῦντο. ὁ δὲ Ξέρξης αὐτὸς πολλὰ καὶ ἄλλα ἔθνη ἐδουλοῦτο. οὕτως ὁ τῶν Περσῶν βασιλεὺς ἦρχε μὲν πολλῶν καὶ μεγάλων ἐθνῶν, εἶχε δὲ οὐ πιστούς τε καὶ ἐλευθέρους ἀνθρώπους, ἀλλὰ μόνον δούλων μέγα πλῆθος. ἐπεὶ δὲ ἡ τῶν τυράννων πλεονεξία τοῖς ὑπάρχουσιν οὐκ ἀρκεῖται, τῶν δὲ ἀλλοτρίων ἀεὶ ἐπιθυμεῖ, πληροῦται δὲ οὐδέποτε, ὁ Ξέρξης διέγνω πολεμεῖν τοῖς Ἕλλησιν, καὶ εἰς τὴν Εὐρώπην διέβη. ποίῳ δὲ δικαίῳ χρώμενος ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν; ὥσπερ ἐν παντὶ τῷ βίῳ, οὕτω καὶ τότε τὴν ἑαυτοῦ ὕβριν ἐδήλου, νομίζων ἀθάνατος εἶναι καὶ τοὺς θεοὺς καταφρονήσας, οἳ αὐτῷ τοσαύτην ἀρχὴν παρέσχον. ὕβρις γὰρ κακὸν μέγιστον ἀνθρώποις ἐστίν, καὶ τυράννους φυτεύει. τί δὲ ἄλλο ἐστὶν ὕβρις εἰ μὴ ἀμείνων θεῶν εἶναι νομίζειν, καὶ πάντας τοὺς ἀνθρώπους καταδουλοῦσθαι βούλεσθαι; διὰ τοῦτο ὁ Ζεὺς τὸν Ξέρξην ἐκόλασεν· οὐ γὰρ δυνατόν ἐστι θνητοῖς πρὸς ἀθανάτους μαχέσασθαι. ἔγνω μὲν οὖν ὁ Ξέρξης, ἔγνωσαν δὲ καὶ οἱ στρατιῶται αὐτοῦ, οἳ ‘ἀθανάτους’ ἑαυτοὺς ἐτόλμησαν ὀνομάζειν, ὅτι οὐδὲν ἄλλο ἐστὶν ὁ ἄνθρωπος ἢ σκιᾶς ὄναρ, ὥσπερ λέγει ὁ ποιητής.

“οἱ δὲ ἡμέτεροι πατέρες, καὶ ἡμεῖς αὐτοί, ἐκ παίδων διηγάγομεν τὸν βίον ἐν πάσῃ ἐλευθερίᾳ, καὶ τὴν δουλείαν ἐχθαίροντες· καὶ διὰ τοῦτο πολλὰ καὶ καλὰ ἔργα ἐποιοῦμεν ἐν παντὶ τῷ βίῳ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, καὶ δὴ καὶ μαχόμενοι καὶ καταπολεμοῦντες τὴν ἐξ ἁπάσης τῆς Ἀσίας δύναμιν ἐδηλοῦμεν πᾶσι τοῖς ἀνθρώποις ὅτι ἡ ἀρετὴ καὶ ἡ τόλμα ἀεὶ τὴν ὕβριν νικᾷ. ὅτε δὲ ἐπέβημεν τοῖς πολεμίοις, οὐ προσέσχομεν τὸν νοῦν τοῖς τοῦ πολέμου κινδύνοις ἀλλ᾿ ἐν νῷ ἔσχομεν τὴν πατρίδα σῴζειν καὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας· ἀνδρείαν οὖν τε καὶ ἀρετὴν ἐδηλώσαμεν μετὰ νοῦ—ὅτε μὲν γάρ τι ποιεῖ ἄνευ νοῦ ἄνθρωπος, ἀεὶ βλάπτεται, ὅτε δὲ σὺν νῷ, ὠφελεῖται· ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός—καὶ διὰ τοῦτο οἱ θεοὶ πάντες ἐβοήθησαν μὲν ἡμῖν, ἐκόλασαν δὲ τοὺς βαρβάρους. οἱ γὰρ θεοί, εἰ τὰ ἀληθῆ λέγειν δεῖ, διέγνωσαν τὴν μὲν ἡμῶν νίκην, τὴν δὲ τῶν βαρβάρων ἧτταν· ὁ μὲν γὰρ ἀνθρώπινος νοῦς οὐδέν ἐστιν, οἱ δὲ θεοί εἰσιν οἱ κυβερνῶντες πάντα.

“γνῶθι οὖν, ὦ παῖ, τὰ τῶν πατέρων ἔργα καὶ τὴν τόλμαν, καὶ δήλου καὶ σὺ ἀεὶ ἐν παντὶ τῷ βίῳ τὴν αὐτὴν ἀρετήν, εἰ τοῖς θεοῖς φίλος εἶναι βούλει καὶ τῆς πατρίδος ἄξιος ἐθέλεις γίγνεσθαι.”

ΟΙ ΠΕΡΣΑΙ ΤΑΣ ΑΘΗΝΑΙΑΣ ΑΙΡΟΥΣΙΝ

οἱ Πέρσαι αἱροῦσιν ἔρημον τὸ ἄστυ, καί τινας εὑρίσκουσι τῶν Ἀθηναίων ἐν τῷ ἱερῷ ὄντας, ταμίας τε τοῦ ἱεροῦ καὶ πένητας ἀνθρώπους, οἳ φραξάμενοι τὴν Ἀκρόπολιν ἠμύνοντο τοὺς προσβάλλοντας. οἱ δὲ Πέρσαι καθιζόμενοι ἐπὶ τὸν ὄχθον τὸν ἐναντίον τῆς Ἀκροπόλεως, ὃν οἱ Ἀθηναῖοι καλοῦσιν Ἀρειόπαγον, ἐπολιόρκουν.

οἱ δὲ Ἀθηναῖοι, καίπερ κάκιστα πάσχοντες, οὐκ ἤθελον εἴκειν ἀλλὰ ἠμύνοντο, ὥστε πολὺν χρόνον Ξέρξης ἠπόρει, οὐ δυνάμενος αὐτοὺς ἑλεῖν. τέλος δὲ οἱ Πέρσαι οὕτως εἷλον· ἀνέβησαν γάρ τινες ὅπου ἀπόκρημνος ἦν ὁ χῶρος καὶ οὐκ ἐφύλαττον οἱ Ἀθηναῖοι ἀλλ᾿ ἐπίστευον ὡς οὐδεὶς δύναται ταύτῃ ἀναβῆναι. ὡς δὲ εἶδον αὐτοὺς ταύτῃ ἀναβεβηκότας ἐπὶ τὴν Ἀκρόπολιν, οἱ μὲν ἔρριπτον ἑαυτοὺς κατὰ τὸ τεῖχος καὶ ἀπέθανον, οἱ δὲ εἰς τὸ ἱερὸν ἔφευγον. οἱ δὲ Πέρσαι πρῶτον μὲν τοὺς ἱκέτας ἀπέκτειναν, ἔπειτα δὲ τὸ ἱερὸν συλήσαντες ἐνέπρησαν πᾶσαν τὴν Ἀκρόπολιν.