Chapter 16 (α and β)

ΜΕΤΑ ΤΗΝ ΕΝ ΤΗΙ ΣΑΛΑΜΙΝΙ ΜΑΧΗΝ (α)

οὕτως οὖν περάνας τὸν λόγον ὁ ναύτης κατέκειτο ἐπὶ τῷ καταστρώματι, ὁ δὲ Δικαιόπολις καὶ ὁ Φίλιππος ἐσίγων, πάντα θαυμάζοντες ἅπερ εἶπεν. τέλος δὲ ὁ Φίλιππος, “ὡς ἀνδρείως,” ἔφη, “ἐμάχοντο οἱ Ἕλληνες, ὡς λαμπρῶς τοῖς συμμάχοις ἡγοῦντο οἱ Ἀθηναῖοι. σὺ δὲ τί ἐποίεις μετὰ τὸν πόλεμον; ἆρα ἔμπορος γενόμενος ἐν ὁλκάσιν ἔπλεις;” ὁ δέ, “οὐδαμῶς,” ἔφη, “οὐ γὰρ ἐτελεύτησεν ὁ πόλεμος ἀλλὰ πολὺν ἔτι χρόνον ἔδει πρὸς τοὺς βαρβάρους μάχεσθαι. πάσας τε γὰρ τὰς νήσους καὶ πᾶσαν τὴν Ἰωνίαν εἶχον οἱ βάρβαροι.”

ὁ δὲ Φίλιππος· “ἀλλὰ πόσον χρόνον ἔδει μάχεσθαι; ἆρα πολλαῖς παρῆσθα μάχαις;”

ὁ δὲ ναύτης ἀναστὰς καὶ αὐτῷ προσχωρήσας, “μάλιστά γε, ὦ παῖ,” ἔφη, “πλείσταις τε μάχαις παρῆν καὶ πολλαχόσε τῆς γῆς ἔπλεον μετὰ τῶν συμμάχων. ἀεὶ δὲ τοὺς βαρβάρους ἐνικῶμεν.”

ὁ δὲ Φίλιππος· “ἀλλὰ ποῦ γῆς ἐμάχεσθε;”

ὁ δέ· “πρῶτον μὲν ἅμα ἦρι ἀρχομένῳ τοῖς Ἴωσι τὴν ἐλευθερίαν κατηγάγομεν· πλεύσαντες γὰρ ἑκατὸν ναυσὶ πρὸς τὴν Σάμον καὶ τὸ τῶν βαρβάρων ναυτικὸν εἰς τὴν Μυκάλην διώξαντες, ἐξέβημεν εἰς τὴν γῆν καὶ τόν τε στρατὸν αὐτῶν ἐνικήσαμεν καὶ τὸ ναυτικὸν διεφθείραμεν. οἱ δὲ Ἴωνες, ὡς ἠπίσταντο ὅτι νικῶμεν, ἀπὸ τῶν Περσῶν ἀποστάντες ἡμῖν ἐβοήθουν· οὕτως οὖν ἐλεύθεροι αὖθις ἐγένοντο. τῷ δὲ ἐπιγιγνομένῳ ἔτει πανταχόσε τοῦ Αἰγαίου πόντου πλέοντες τοὺς βαρβάρους ἐξηλάσαμεν· τήν τε γὰρ Κύπρον ἐλευθερώσαμεν καὶ πρὸς τὸν Πόντον πλεύσαντες τό τε Βυζάντιον εἵλομεν καὶ ἄλλας πόλεις πολλάς· οὐδαμοῦ γὰρ ἡμῖν ἀντέχειν ἐδύναντο οἱ βάρβαροι.

“ὕστερον δέ, ὡς οἱ Πέρσαι στρατόν τε μέγιστον καὶ ναῦς διακοσίας συναγείραντες εἰς τὸν Αἰγαῖον πόντον αὖθις εἰσβιάζεσθαι ἐπειρῶντο, ὁ Κίμων, στρατηγὸς ἄριστος ὤν, ἡμῖν ἡγούμενος κατέλαβεν αὐτοὺς παρὰ τῷ Εὐρυμέδοντι ποταμῷ καὶ ἐνίκησε κατὰ γῆν τε καὶ θάλατταν ἐν μάχῃ μεγίστῃ.

“καὶ δὴ καὶ εἰς τὴν Αἴγυπτον ἐστρατεύσαμεν καὶ τοῖς ἐνοίκοις βοηθοῦντες τοὺς Πέρσας ἐξηλάσαμεν. ἀνά τε γὰρ τὸν Νεῖλον ἐπλέομεν, ποταμὸν μέγιστον, ὃς πᾶσαν τὴν Αἴγυπτον τοῦ θέρους ἄρδει καὶ εἰς τὴν θάλατταν ἑπτάρους εἰσρεῖ· καὶ τὴν Μέμφιν εἵλομεν, πόλιν μεγάλην ἐπὶ τῷ Νείλῳ κειμένην. ἓξ οὖν ἔτη ἐν τῇ Αἰγύπτῳ ἐμένομεν καὶ πολλὰ θαύματα εἴδομεν· οἱ γὰρ Αἰγύπτιοι πάντα ἔμπαλιν τοῖς ἄλλοις ἀνθρώποις ποιοῦσι καὶ νόμοις ἀλλοίοις χρῶνται. ἐν γὰρ τοῖς Αἰγυπτίοις αἱ μὲν γυναῖκες ἀγοράζουσιν, οἱ δὲ ἄνδρες κατ᾿ οἶκον μένοντες ὑφαίνουσιν.

“τάς τε οὖν πυραμίδας ἐθεωρήσαμεν, σήματα μέγιστα ὄντα τῶν βασιλέων τῶν ἀρχαίων, καὶ τὴν Σφίγγα, εἰκόνα δεινοτάτην, τὸ μὲν ἥμισυ γυναῖκα, τὸ δε ἥμισυ λέαιναν. καὶ δὴ καὶ ζῷα ἔκτοπα εἴδομεν, κροκοδίλους τε, οἳ πάντων θνητῶν ἐξ ἐλαχίστων μέγιστοι γίγνονται καὶ φοβερώτατοι, καὶ στρουθούς, ὄρνιθάς τινας μεγίστους, οἳ πέτεσθαι οὐ δύνανται ἀλλὰ τρέχουσιν οὐδὲν βραδύτερον ἢ οἱ ἵπποι. τέλος δὲ οἱ Πέρσαι, στρατὸν μέγιστον συναγείραντες, προσέβαλόν τε ἡμῖν καὶ ἐκ Μέμφιδος ἐξήλασαν. οὕτως οὖν πρῶτον συμφορὰν μεγίστην ἐπάθομεν· διακοσίας γὰρ ναῦς ἀπολέσαντες μόλις ἡμεῖς αὐτοὶ εἰς τὴν Κυρήνην κατεφύγομεν.”

ΜΕΤΑ ΤΗΝ ΕΝ ΤΗΙ ΣΑΛΑΜΙΝΙ ΜΑΧΗΝ (β)

ὁ δὲ Φίλιππος· “ἆρ᾿ οὐ τοσαύτην συμφορὰν παθόντες τοῦ πολέμου ἐπαύσασθε;”

ὁ δὲ ναύτης, “ἥκιστά γε,” ἔφη· “οὐδὲν γὰρ ἐδύνατο τὸν τῶν Ἀθηναίων θυμὸν καθαιρεῖν. δι᾿ ὀλίγου οὖν ὁ Κίμων τῷ ναυτικῷ εἰς Κύπρον ἡγησάμενος τοὺς Πέρσας αὖθις ἐνίκησεν, αὐτὸς δὲ πόλιν τινὰ πολιορκῶν ἀπέθανεν. ἡμεῖς οὖν λυπούμενοι οἴκαδε ἀπεπλεύσαμεν. τῷ δὲ ἐπιγιγνομένῳ ἔτει σπονδὰς ὁ δῆμος ἐποιήσατο βασιλεῖ. τοσαῦτα οὖν εἰργασάμεθα πρὸς τοὺς βαρβάρους μαχόμενοι. ἀγὼν οὖν μέγιστος πρόκειταί σοι, ὦ παῖ· δεῖ γάρ σε ἄξιον γίγνεσθαι τῶν πατέρων.”

ὁ δὲ Φίλιππος, “ἀληθῆ λέγεις, ὦ γέρον,” ἔφη· “ἐὰν δὲ ἵλεως ᾖ ὁ θεός, ἐγὼ ἀνὴρ ἀγαθὸς γίγνεσθαι πειράσομαι, ἄξιος τῶν πατέρων. ἀλλὰ τί ἐποίεις σὺ ἐν τῇ εἰρήνῃ;”

ὁ δὲ γέρων, “οὐκέτι νεανίας ἦν ἐγώ,” ἔφη, “οὐδὲ τοσαύτῃ ῥώμῃ ἐχρώμην ὥστε ἐν τῷ ναυτικῷ ἐρέσσειν. μισθοφορῶν οὖν ἐν ὁλκάσι πολλαχόσε τῆς γῆς ἔπλεον. εἴς τε γὰρ τὴν Σικελίαν ἦλθον, οὗπερ τὸ Αἰτναῖον ὄρος εἶδον ποταμοὺς πυρὸς πρὸς τὸν οὐρανὸν ἐκβάλλον, καὶ εἰς τὴν Σκυθίαν ἔπλευσα, οὗπερ τοῦ χειμῶνος τοσαῦτά ἐστιν τὰ ψύχη ὥστε πήγνυσθαι καὶ τὴν θάλατταν. νῦν δὲ μάλα γεραιὸς ὢν πλοῦς τινας μικροὺς ποιοῦμαι περὶ τὰς νήσους, καὶ θάνατον εὔκολος προσδέχομαι.”

ὁ δὲ Φίλιππος, “πολλὰ μὲν εἶδες, ὦ γέρον,” ἔφη, “ἐν τῷ μακρῷ βίῳ, πολλὰ δὲ καὶ ἔπαθες. οὐ γὰρ αὐτὸς ὁ Ὀδυσσεὺς πορρωτέρω ἐπλανᾶτο ἢ σύ.”

ὁ δὲ γέρων πρὸς τὴν γῆν βλέψας ἀνέστη καί, “ἰδού,” ἔφη, “ἤδη πάρεσμεν εἰς τὸν λιμένα. χαίρετε οὖν. δεῖ γὰρ με σπεύδειν καὶ τοῖς ἄλλοις ναύταις συλλαμβάνειν.”

οὕτως εἰπὼν ἀπέβη πρὸς τὴν πρῷραν, οἱ δὲ ἔμενον πάντα ἐνθυμούμενοι ἅπερ εἶπεν.

οἱ δ᾿ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
ἱστία μὲν στείλαντο, θέσαν δ᾿ ἐν νηῒ μελαίνῃ
καρπαλίμως, τὴν δ᾿ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.

ἐπεὶ οὖν ἡ ναῦς ὥρμει πρὸς τῷ χώματι, ἐξέβησαν οἱ ἄνθρωποι εἰς τὴν γῆν. ἐκβάντες δὲ οἱ μὲν οἴκαδε ἔσπευδον, οἱ δὲ εἰς τὴν πόλιν ἐβάδιζον οἰνοπώλιον ζητοῦντες.

Η ΑΙΓΙΝΑ

πάντες οὖν τὴν ναῦν ἐκλιπόντες κατὰ τὰς τῆς πόλεως ὁδοὺς διὰ τοῦ ὁμίλου ἔσπευδον· πολλοὶ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι οἱ ἐν τῷ λιμένι, πολλὰ δὲ τὰ καπηλεῖα, καὶ πανταχοῦ οἱ κάπηλοι τὰ ἑαυτῶν ὤνια ἐβόων. μόνοι οὖν ὁ Δικαιόπολις καὶ ὁ Φίλιππος καὶ ὀλίγοι ναῦται οὐκ ἐξέβησαν ἐκ τῆς νεώς· ὁ μὲν γὰρ Δικαιόπολις, ἄπειρος ὢν τῆς πόλεως καὶ φοβούμενος ὑπὲρ τοῦ παιδός, ἐν τῇ νηῒ ἔμενεν ἀπορῶν τί δεῖ ποιεῖν, οἱ δὲ ναῦται φορτία τινὰ εἰς τὸ χῶμα ἐξέφερον.

ὁ μὲν οὖν Δικαιόπολις ἀπὸ τοῦ καταστρώματος ἔβλεπε πρὸς τὴν πόλιν καὶ πρὸς τὸν λιμένα, κάλλιστόν τε καὶ ἀνθρώπων μεστὸν ὄντα, ὁ δὲ Φίλιππος, “πάππα φίλε,” ἔφη, “ποῦ γῆς ἥκομεν; ἆρα ἤδη ἐν τῷ τῆς Ἐπιδαύρου λιμένι ἐσμέν; πολλῶν γὰρ ἀνθρώπων βοώντων ἀκούω.” ὁ δὲ Δικαιόπολις ἀποκρινόμενος, “οὐδαμῶς, ὦ φίλε παῖ,” ἔφη, “ἀλλ᾿ εἰς νῆσόν τινα ἥκομεν. μέγας δέ ἐστιν ὁ λιμήν, καὶ μάλα καλὸς καὶ μεστὸς ἀνθρώπων πανταχόσε σπευδόντων. πολλαὶ δέ εἰσι καὶ αἱ νῆες αἳ ὁρμοῦσιν ἐν τῷδε τῷ λιμένι. τί δὲ ἐκεῖνοι οἱ ἄνδρες ποιοῦσιν; πρὸς γὰρ τὰς ναῦς ἐκ τῶν καπηλείων, καὶ αὖθις ἀπὸ τῶν νεῶν πρὸς τὰ καπηλεῖα σπεύδουσιν ἐμπόροις τισὶ διαλεγόμενοι. κάπηλοί εἰσι κατὰ τὸ εἰκός, οἳ ἐκ τῶν ἐμπόρων ὠνεῖσθαι βούλονται τὰ ὤνια ἃ ἐκεῖνοι ταῖς ναυσὶ πλέοντες ἤνεγκον. ἰδοὺ ὡς ἐρίζουσιν· ἀμέλει γὰρ οὐ βούλονται παρασχεῖν τοσοῦτον ὅσον οἱ ἔμποροι αἰτοῦσιν. φεῦ τῶν ἀνθρώπων· πανταχοῦ γὰρ τῆς γῆς οἱ αὐτοί εἰσιν. ἥδε δὲ ἡ χώρα οὐ φαίνεταί μοι πολλὰ τοῖς ἐργαζομένοις φέρειν· ἐγὼ γὰρ ἐνίοτε οὐ δύναμαι ἀροῦν τὸν ἀγρὸν τὸν ἐμόν, ὅτε πολλοὶ λίθοι εἰσὶν οἳ τὸ ἄροτρον ἐμποδίζουσιν, οὐδὲ σὺ δύνασαι μετὰ τοῦ δούλου σπείρειν τὴν γῆν καὶ φυτεύειν τὰς ἀμπέλους εἰ μὴ ἐκφέρομεν τοὺς λίθους ἐκ τοῦ ἀγροῦ· ἀλλ᾿ ἐνταῦθα, ὡς ἔμοιγε δοκεῖ, οὐδεὶς γεωργός, καίπερ ἄριστος ὢν καὶ ἄοκνος, τήνδε τὴν γῆν καλῶς γεωργεῖν δύναται οὕτω πετρώδη οὖσαν. πανταχοῦ γὰρ πέτραι εἰσίν, ὦ παῖ.”

ἐν δὲ τούτῳ ἀνήρ τις ὑπολαβών, “ἡμεῖς δέ,” ἔφη, “τοῦτο ποιεῖν δυνάμεθα, καὶ εἰ ὑμεῖς μὴ δύνασθε, ὦ ἄνθρωπε· οἱ γὰρ ἰσχυροί τε καὶ ἄοκνοι τῶν ἀνθρώπων πολλῷ πόνῳ ἐργαζόμενοι σχεδὸν πάντα ποιεῖν δύνανται. οἱ δὲ Μυρμιδόνες οὐχ οὕτως ὀνομάζονται, ὥσπερ λέγουσι κατὰ τὸν μῦθον, ἐπεὶ τῷ Αἰακῷ ὄντι μόνῳ ἐν τῇ νήσῳ καὶ εὐξαμένῳ ὁ Ζεὺς ἐκ μυρμήκων ἀνθρώπους ἐποίησεν, ἀλλ᾿ ἐπεὶ οἱ τήνδε τὴν χώραν οἰκοῦντες, σκάπτοντες καὶ ὀρύττοντες τὴν γῆν ὥσπερ μύρμηκες, κρείττονες τῶν πετρῶν ἐγένοντο, ὥστε δύνασθαι γεωργεῖν. εἰκότως δέ, ὥσπερ νῦν δὴ ἔλεγες, καίπερ ἐργαζομένοις μάλα σφόδρα ἡ γῆ οὐ πολλὰ φέρει τοῖς ἐνταῦθα οἰκοῦσιν. οὐδεὶς γὰρ δύναται τῇ φύσει μάχεσθαι. διὰ τοῦτο οἱ Αἰγινῆται ἐμπορικῶς θαλαττουργοῦσιν, καὶ αὐτὴ ἡ Αἴγινα —οὕτω γὰρ ὀνομάζεται ἡ νῆσος—μέγα ἐμπόριόν ἐστιν.”

ὁ δὲ Δικαιόπολις, “τίς ὢν σύ,” ἔφη, “ταῦθ᾿ ἡμῖν λέγεις, ὦ ἄνθρωπε;”

ὁ δὲ ἀποκρινόμενος, “Τιμάσαρχος,” ἔφη, “ὄνομά μοί ἐστιν, καὶ ναύτης εἰμὶ Αἰγινήτης.”

καὶ ὁ Δικαιόπολις, “καλῶς ἐπίστασαι ἀττικίζειν,” ἔφη, “καίπερ Αἰγινήτης ὤν.”

ὁ δὲ ναύτης· “εἰκότως γε· τὸ γὰρ πλεῖστον τοῦ βίου ἐν τῷ Πειραιεῖ διέτριψα ναύτης ὢν ἐν νηῒ Ἀθηναίᾳ. ἐν δὲ τῇδε τῇ νήσῳ πρῶτον τὸ φῶς εἶδον, καὶ ἐνταῦθα οἱ τοκῆς παιδίον μ᾿ ἔθρεψαν· ἐν ταύταις ταῖς ὁδοῖς μεθ᾿ ἡλίκων ἔπαιζον, καὶ ἐν τῷ θεάτρῳ ᾖδον, παῖς ὤν. ἐπεὶ δὲ νεανίσκος ἐγενόμην, οὐκ ἐδυνάμην ἐν τῇ φίλῃ πατρίδι μένειν. διὰ τοῦτο, ναύτης γενόμενος, εἰσέβην εἰς ναῦν τινα καὶ ἀπέπλευσα εἰς ἀλλοτρίας χώρας.”

ἤρετο οὖν αὐτὸν ὁ Φίλιππος· “διὰ τί δὲ οὐκ ἐδύνω ἐν πατρίδι μένειν; ἆρά σε ἐξέβαλον τῆς πόλεως οἱ πολῖται;”

ὁ δὲ ναύτης γελάσας, “οὐδαμῶς, ὦ παῖ,” ἔφη, “ἀλλ᾿ ἀεὶ ἐφίλησάν με οἱ πολῖται, οἳ ἔτι καὶ νῦν μάλα φιλοῦσιν· ὁ δὲ πατήρ, γεωργὸς ὤν, μικρὸν εἶχε κλῆρον, καὶ οὐκ ἐδύνατο τρέφειν πάντας ἡμᾶς, ἕνδεκα υἱοὺς ὄντας. ὀλίγον τινὰ χρόνον οὖν ἐπειρασάμην ἔργον ποιεῖσθαί τι ἐν πατρίδι—οὔτ᾿ ἐγὼ γὰρ οὔθ᾿ οἱ ἀδελφοὶ ἐβουλόμεθα ἐκ τῆς νήσου ἀποχωρεῖν—ἀλλ᾿ οὐκ ἐδυνάμεθα ἡμῖν ἱκανὴν τέχνην εὑρεῖν. οὐδὲν ἄλλο γὰρ ἠπιστάμεθα εἰ μὴ τὴν γεωργίαν καὶ τὴν ναυτικὴν τέχνην· σχολάζοντες γὰρ καὶ μετὰ φίλων τινῶν πλέοντες καὶ θαλαττουργοῦντες τήν τε ναυτικὴν καὶ τὴν ἁλιευτικὴν ἐμάθομεν.”

καὶ ὁ Δικαιόπολις, “ἆρ᾿ οὐκ ἐδύνασθε,” ἔφη, “τὴν ἁλιευτικὴν ἐργαζόμενοι ἁλιῆς γίγνεσθαι;”

ὁ δὲ ναύτης· “ὅτε ἐγὼ ἔτι παῖς δώδεκα ἐτῶν ἦν, οἱ ἀδελφοὶ ἐμοῦ προσβύτεροι, πειράσαντες τὴν ἁλιευτικὴν ἐργάζεσθαι, σκάφην τινὰ ἐπρίαντο οὐ μεγάλην, ἱκανὴν δέ· ἀλλ᾿ οὐκ ἐχρήσαντο ἀγαθῇ τύχῃ. μετ᾿ οὐ πολὺν γὰρ χρόνον χειμὼν μέγας ἐξαίφνης ἐπεγένετο αὐτοῖς ἐν τῇ θαλάττῃ· ἡ μὲν οὖν θάλαττα ἐκύμαινε, οἱ δὲ ἄνεμοι, πνέοντες μάλα σφόδρα, τὴν σκάφην οὕτω βιαίως προσέβαλλον ὥστε οἱ ἀδελφοὶ οὐκέτι ἐδύναντο αὐτὴν κυβερνᾶν. ἡ μὲν οὖν σκάφη, ταῖς πέτραις προσκρούσασα, κατέδυ, οἱ δὲ ἀδελφοὶ διὰ μεγάλων κυμάτων νέοντες μόλις ἔσωσαν ἑαυτούς. ἔπειτα δὲ οὐχ οἷοί τ᾿ ἐγένοντο τοσοῦτον ἀργύριον εὑρεῖν ὥστε δύνασθαι ἄλλην καὶ ἰσχυροτέραν σκάφην ὠνεῖσθαι. ὁ μὲν οὖν προσβύτατος τῶν ἀδελφῶν, οὐ δυνάμενος ἐν τῇ νήσῳ διάγειν τὸν βίον, εἰσέβη εἰς ναῦν τινα, καὶ ἐξ ἐκείνου τοῦ χρόνου ἔμπορος ἐγένετο. καὶ οἱ ἄλλοι πάντες εἰσέβησαν εἰς ναῦς, οἱ μὲν ἐμπορικήν, οἱ δὲ ναυτικὴν ἐργαζόμενοι, πλὴν τοῦ νεωτάτου, ὅς, γεωργὸς ὤν, τὸν τοῦ πατρὸς κλῆρον ἐργάζεται. ἔτη ἐστὶν εἴκοσιν ὅτε ἐκ τῆσδε τῆς νήσου πρῶτον ἀπέπλευσα δακρύων· ἀλλ᾿ ἔτι καὶ νῦν κατὰ θάλατταν πλέοντα ἀεὶ πόθος λαμβάνει με τοῦδε τοῦ λιμένος τοῦ μεγάλου Αἰακοῦ, τοῦ ἡμερέτου προγόνου, ὃς πάντων τῶν ἀνθρώπων εὐσεβέστατος ἐγένετο. τίς δὲ τὸν μῦθον τὸν περὶ τοῦ Αἰακοῦ οὐκ ἐπίσταται; ἀμέλει καὶ ὑμεῖς ἐπίστασθε αὐτόν.”

ὁ δὲ Φίλιππος· “ἐγὼ μὲν οὐκ ἐπίσταμαι· ἆρ᾿ ἐπίστασαι σύ, ὦ πάτερ;”

“οὐδαμῶς,” ὁ Δικαιόπολις ἔφη· “ἀλλ᾿, ὦ ναῦτα, διηγοῦ ἡμῖν τοῦτον τὸν μῦθον ἄγροικοι γὰρ ὄντες οὐκ ἐπιστάμεθα αὐτόν.”

καὶ ὁ ναύτης, “θαυμάζω δέ,” ἔφη, “ἀκούων ὅτι ἀγνοεῖτε τοῦτον τὸν μῦθον, ὃ σχεδὸν πάντες οἱ Ἕλληνες ἐπίστανται. ἀκούετε οὖν· καὶ μάλιστα σύ, ὦ παῖ, τῷ λόγῳ πρόσεχε τὸν νοῦν, καὶ σαφῶς ἐπίστασο ὅση ἐστὶν ἡ τῶν Αἰγινητῶν δόξα.

“λέγουσι μὲν οὖν ὅτι Αἴγινα ἦν θυγάτηρ τοῦ Ἀσωποῦ ποταμοῦ, κόρη μάλα καλή. ὁ δὲ Ζεύς, ἐπεὶ πρῶτον αὐτὴν εἶδεν, πόθῳ φερόμενος αὐτὴν ἥρπασεν. ταύτην Ἀσωπὸς ζητῶν ἔμαθεν ὅτι ὁ Ζεὺς ἥρπασε τὴν θυγατέρα. Ζεὺς δέ, ὀργιζόμενος, Ἀσωπὸν μὲν διώκοντα κεραυνῷ βαλὼν ἤμυνέ τε καὶ ἀπέπεμψεν (διὰ τοῦτο ἔτι καὶ νῦν ἐν τοῖς τοῦ Ἀσωποῦ ὕδασιν ἄνθρακες ἔνεισιν), Αἴγιναν δὲ κομίσας εἰς τὴν τότε Οἰνώνην λεγομένην νῆσον, ἣ νῦν Αἴγινα ἐξ αὐτῆς ὀνομάζεται, παῖδα ἐξ αὐτῆς ἔσχεν, ὀνόματι Αἰακόν.

ἐπεὶ δὲ πρῶτον ὁ Αἰακὸς ἥβησεν, τῆς νήσου ἐβασίλευσεν. ἐγένετο δὲ τότε αὐχμὸς ὃς τὴν Ἑλλάδα οὐκ ὀλίγον χρόνον ἐπίεζεν· πολλοὶ μὲν ἄνθρωποι ἀπέθανον διὰ τὴν ἀνομβρίαν τε καὶ τὴν ἀκαρπίαν, οὐκ ἐδύναντο δὲ οἱ Ἕλληνες τοῖς ἱεροῖς καὶ τοῖς εὐχαῖς τὸν Δία ὀργίλως ἔχοντα ἱλάσκεσθαι. ἐπιστάμενοι δὲ ὅτι ὁ Αἰακὸς τῶν πάντων Ἑλλήνων εὐσεβέστατός ἐστι καὶ θεοῖς φίλτατος, εἰς αὐτὸν ἦλθον οἱ βασιλῆς τῶν πόλεων ἱκετεύοντες αὐτόν· ἐνόμισαν γὰρ αὐτὸν μόνον δύνασθαι εὑρεῖν παρὰ τῶν θεῶν τὴν τῶν κακῶν καὶ τῆς συμφορᾶς ἀπαλλαγήν. ὁ δὲ Αἰακὸς αὐτοῖς ἱκετεύουσιν ἐπείσατο. ἀνελθὼν οὖν ἐπὶ τὸ Ἑλληνικὸν ὄρος πρῶτον μὲν ἔθυσεν, ἔπειτα δὲ τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καί, ἀποκαλέσας τὸν Δία κοινὸν πατέρα τῶν Ἑλλήνων, ηὔξατο οἰτῖραι τὴν Ἑλλάδα ὑπὸ λιμοῦ διαφθειρομένην. ἐν ᾧ δὲ ηὔχετο ἐξαίφνης πάντες οἱ παρόντες βροντὴν ἤκουσαν καί, τοὺς ὀφθαλμοὺς ἐπάραντες, τὸν οὐρανὸν νεφελῶν μεστὸν εἶδον· ὀλίγῳ δὲ ὕστερον ἐκ Διὸς ἐγένετο ὕδωρ πολύ, ὃ ὅλην ἐπλήρωσε τὴν χώραν. ἡ δὲ γῆ ἐξ ἐκείνου τοῦ χρόνου πολλοὺς καὶ μεγάλους καρποὺς ἤνεγκε τοῖς Ἕλλησιν. ἰδού· ἐν γὰρ ἐκείνῳ τῷ ὄρει, ὑφ᾿ οὗ ἡ πόλις κεῖται, ἱερόν ἐστιν, ὃ Αἰακὸς τῷ Πανελληνίῳ Διὶ ᾠκοδόμησεν, ὅπου ἐποιήσατο τὴν εὐχήν. ὁ δὲ Αἰακὸς ἐκ τῆς γυναικός, Ἐνδηΐδος ὀνόματι, δύο εἶχε παῖδας, Πηλέα καὶ Τελαμῶνα.

“ὅρα οὖν, ὦ παῖ, τίνες εἰσὶν οἱ τῶν Αἰγινητῶν πρόγονοι. διὰ τί δὲ κεῖσαι ἐπὶ τῷ καταστρώματι καὶ οὐκ ἔρχῃ εἰς τὴν πόλιν; πολλὰ γὰρ καὶ καλὰ ἄξιά ἐστι θεᾶσθαι. σὺ δέ, ὦ γεωργέ, τί ἐᾷς τὸν παῖδα κεῖσθαι ἐν τῇ νηΐ; οὐ πολὺ γὰρ ἀπέχει τοῦ λιμένος τὸ θέατρον, μέγιστον ὄν τε καὶ κάλλιστον· πολλὰ δὲ ἱερά ἐστιν, τὸ μὲν Ἀπόλλωνος, τὸ δὲ Ἀρτέμιδος, τὸ δὲ Διονύσου, καὶ ἄλλα καὶ πολλά. καλλίστη γάρ ἐστιν ἡ νῆσος, καίπερ οὐκέτι ηὔπυργον ἕδος καὶ δίκᾳ ξεναρκέϊ κοινὸν φέγγος, ὥσπερ ᾔσεν ὁ ποιητής.”

ὁ δὲ Δικαιόπολις στενάζων, “κεῖται μὲν ὁ παῖς,” ἔφη, “ἐπεὶ μόλις βαδίζειν δύναται τῆς ἐμῆς χειρὸς ἐχόμενος· τυφλὸς γάρ ἐστιν. διὰ τοῦτο νῦν πλέομεν πρὸς τὴν Ἐπίδαυρον· βουλόμεθα γὰρ εὔχεσθαι τῷ Ἀσκληπιῷ, εἴ πως ἐθέλει αὐτὸν θεραπεύειν καὶ ἰᾶσθαι.”

ὁ δὲ ναύτης· “συλλυποῦμαι ὑμῖν, καὶ οἰκτίρω τὸν παῖδα· δεῖ δὲ ὑμᾶς οὐδὲν ἧττον, ἐκβάντας ἐκ τῆς νεώς, δεῖπνον ἑλέσθαι. οὐ γὰρ πολὺν χρόνον ἐνταῦθα ὁμεῖν δυνάμεθα· βούλεται γὰρ ὁ ναύκληρος πρὸ τῆς νυκτὸς εἰς τὴν Ἐπίδαυρον ἀφικέσθαι. ἐγὼ μὲν οὐ δύναμαι ὑμῖν ἡγεῖσθαι—κελεύει γάρ με ἐν τῇ νηῒ μένειν ὁ ναύκληρος—οὐ χαλεπὸν δέ ἐστιν ἐν τῇ πόλει οἰνοπώλιον εὑρεῖν.” ταῦτ᾿ εἰπών, “χαίρετε οὖν,” ἔφη, “δεῖ γὰρ νῦν με τοῖς ἄλλοις ναύταις συλλαμβάνειν· δεῖ γὰρ ἡμᾶς πολλὰ φορτία, ἃ ἐν τῷ καταστρώματι κεῖται, ἐκ τῆς νεὼς ἐκφέρειν.”

Ο ΞΕΡΞΗΣ ΠΡΟΣ ΤΗΝ ΑΣΙΑΝ ΑΝΑΧΩΡΕΙ

ἔστι δὲ καὶ ὅδε ἄλλος λόγος, ὅτι, ἐπεὶ ὁ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνῶν ἀφίκετο εἰς Ἠΐονα, οὐκέτι κατὰ γῆν ἐπορεύετο ἀλλὰ τὴν μὲν στρατιὰν Ὑδάρνῃ ἐπιτρέπει ἀπάγειν εἰς τὸν Ἑλλήσποντον, αὐτὸς δὲ εἰς νᾶυν εἰσβὰς ἔπλει εἰς τὴν Ἀσίαν. πλέοντι δὲ αὐτῷ ἄνεμος μὲν μείζων ἐγίγνετο, ἡ δὲ θάλαττα ἐκύμαινεν. ἡ δὲ ναῦς πλείστους φέρουσα ἀνθρώπους τῶν Περσῶν, οἳ τῷ Ξέρξῃ ἠκολούθουν, ἐν κινδύνῳ ἦν. ὁ δὲ βασιλεὺς μάλα φοβούμενος τὸν κυβερνήτην ἤρετο εἴ τις σωτηρία ἐστὶν αὐτοῖς. ὁ δὲ εἶπεν· “ὦ δέσποτα, οὐκ ἔστιν οὐδεμία σωτηρία, ἐὰν μὴ ἀπαλλάγωμέν τινων τῶν πολλῶν ἐπιβατῶν.”

καὶ Ξέρξης ταῦτα ἀκούσας εἶπεν· “ὦ ἄνδρες Πέρσαι, νῦν δεῖ ὑμᾶς δηλοῦν εἰ τὸν βασιλέα φιλεῖτε· ἐν ὑμῖν γάρ, ὡς δοκεῖ, ἔστιν ἡ ἐμὴ σωτηρία.” ὁ μὲν ταῦτα εἶπεν, οἱ δὲ αὐτὸν προσκυνοῦντες ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλατταν, καὶ ἡ ναῦς ἐπικουφισθεῖσα οὕτω δὴ ἔσωσε τὸν βασιλέα εἰς τὴν Ἀσίαν. ὡς δὲ ἐξέβη εἰς τὴν γῆν, ὁ Ξέρξης ἐποίησε τοῦτο· ὅτι μὲν ἔσωσε τὸν βασιλέα, χρυσοῦν στέφανον τῷ κυβερνήτῃ ἔδωκεν, ὅτι δὲ Περσῶν πολλοὺς διέφθειρεν ἀπέταμε τὴν κεφαλὴν αὐτοῦ.