Chapter 17 (α and β)

Η ΕΠΙΔΑΥΡΟΣ (α)

οὕτως οὖν ἡ ναῦς εἰς τὸν λιμένα ἀφικομένη πρὸς τὸ χῶμα ἐδέθη ὑπὸ τῶν ναυτῶν, οἱ δὲ ἐπιβάται ἐκελεύσθησαν ἐκβῆναι. ὁ οὖν Φίλιππος ὑπὸ τοῦ πατρὸς ἀγόμενος εἰς τὴν γῆν ἐξέβη. ὁ δὲ Δικαιόπολις, “ἄγε δή, ὦ παῖ,” ἔφη, “τί δεῖ ποιεῖν; ἆρα βούλει οἰνοπώλιον ζητῆσαι καὶ δεῖπνον ἑλέσθαι;” ὁ δέ, “μάλιστά γε, ὦ πάτερ,” ἔφη· “πεινῶ γάρ. σὺ μὲν οὖν ἡγοῦ, ἐγὼ δ᾿ ἕψομαι.” οἰνοπώλιον οὖν εὑρόντες ἐγγὺς τοῦ λιμένος ἐκάθηντο οἶνόν τε πίνοντες καὶ τοῖς παροῦσι διαλεγόμενοι.

τῶν δὲ παρόντων γυνή τις τὸν Δικαιόπολιν ἤρετο ποῖ πορεύεται, καὶ μαθοῦσα ὅτι πρὸς τὴν Ἐπίδαυρον πορεύεται, “καὶ ἐγώ,” ἔφη, “πρὸς τὴν Ἐπίδαυρον πορεύομαι. νοσῶ γὰρ τὴν γαστέρα καὶ οὐδὲν δύναται ὠφελεῖν με οἱ ἰατροί· κελεύουσί μ᾿ οὖν παρὰ τὸν Ἀσκληπιὸν ἰέναι· ἴσως γὰρ ὠφελήσει με ὁ θεός. ἀλλ᾿ εἰπέ μοι, πότε δὲ ἀποπλεύσεται ἡ ναῦς; πότερον τήμερον εἰς τὴν Ἐπίδαυρον ἀφιξόμεθα ἢ οὔ;” ὁ δὲ Δικαιόπολις· “οὐκ οἶδα ἔγωγε· λέγουσι δ᾿ ὅτι οὐ πολὺ ἀπέχει ἡ Ἐπίδαυρος. ἴσως οὖν ἀφιξόμεθα πρὸ τῆς νυκτὸς ἢ καὶ πρότερον. ἀλλ᾿ ἄκουε δή· δι᾿ ὀλίγου γὰρ γνωσόμεθα· τοῦ γὰρ ναυκλήρου ἀκούω ἡμᾶς καλοῦντος. ἀρ᾿ οὐ ταχέως ἐπάνιμεν πρὸς τὴν ναῦν;”

ἀναστάντες οὖν πρὸς τὴν ναῦν ἔσπευδον. ὁ δὲ ναύκληρος ἰδὼν αὐτοὺς προσιόντας, βοήσας, “εἴσβητε ταχέως,” ἔφη· “εὐθὺς γὰρ ὁρμησόμεθα· δεῖ γὰρ πρὸ τῆς νυκτὸς εἰς τὴν Ἐπίδαυρον ἀφικέσθαι.” ὁ δὲ Δικαιόπολις, “πότε δή,” ἔφη, “ἐκεῖσε ἀφιξόμεθα;” ὁ δὲ ναύκληρος· “οὐρίου γε ἀνέμου τυχόντες σὺν θεοῖς ταχέως πλευσόμεθα καὶ πρὸς ἑσπέραν παρεσόμεθα. ἀλλὰ σπεύδετε· εὐθὺς γὰρ λύσομεν τὴν ναῦν.”

οἱ μὲν οὖν ταχέως εἰσέβησαν, οἱ δ᾿ ναῦται τὴν ναῦν λύσαντες καὶ πρὸς τὴν θάλατταν προερέσαντες τὰ ἱστία ἤραντο. ἄνεμος δὲ οὔριος τὰ ἱστία ἔπλησεν ὥστε ἡ ναῦς ταχέως διὰ τῶν κυμάτων ἔτρεχεν.

Ο ΦΙΛΙΠΠΟΣ ΛΥΠΕΙΤΑΙ

ἡ μὲν οὖν ναῦς ταχέως κατὰ θάλατταν πρὸς τὸν τῆς Ἐπιδαύρου λιμένα ἔπλει, ὁ δὲ Δικαιόπολις ᾔσθετο ὅτι ὁ υἱός, ἐπὶ τοῦ τῆς νεὼς καταστρώματος καθέμενος, ἐδάκρυεν. προσιὼν οὖν τῷ Φιλίππῳ, ὁ πατήρ, “τί πάσχεις, ὦ φίλε παῖ;” ἔφη, “διὰ τί νῦν δακρύεις; τί ἐστιν;” ὁ δὲ Φίλιππος ἀποκρινάμενος, “εἰπέ μοι, ὦ πάτερ,” ἔφη· “φιλεῖς ἐμέ;” ὁ δὲ Δικαιόπολις, “ἔγωγε νὴ τὸν Ποσειδῶ,” ἔφη, “πῶς δ᾿ οὔ;” “ἀλλ᾿ ἆρα,” εἶπεν ὁ Φίλιππος, “φιλήσεις με καὶ ἐὰν μὴ ἀναβλέψω; ἆρα ἡ μήτηρ φιλήσει με τυφλὸν ὄντα;” “μηδὲν φοβοῦ, ὦ παῖ,” ἔφη ὁ Δικαιόπολις· “ἐγὼ γὰρ φιλῶ σε καὶ ἀεί σε φιλήσω, καὶ οὐδέποτε παύσομαί σε φιλῶν. πῶς δὲ ἡ μήτηρ οὐ φιλήσει σε, ἑαυτῆς υἱὸν ὄντα;” ὁ δὲ παῖς, στενάζων τε καὶ μόλις τὰ δάκρυα κατέχων, “σὺ μέν, ὦ πάτερ, λέγεις ὅτι με φιλήσετε,” ἔφη· “ἀλλ᾿ ὅμως οὐκέτι χαιρήσω παίζων μετὰ τῶν φίλων, οὐδὲ τὰ πρόβατα πρὸς τὰ ὄρη ἄξω, οὐδ᾿ οἷός τ᾿ ἔσομαι συλλαμβάνειν τῷ πάππῳ ἐν τῷ κήπῳ ἐργαζομένῳ, οὐδὲ δραμοῦμαι ἐν τοῖς ἀγροῖς μετὰ τοῦ κυνός, ἀλλ᾿ ἀεὶ οἴκοι μενῶ, καὶ ἀναγκαῖον ἔσται τῇ μητρί καὶ τῇ ἀδελφῇ με θεραπεύειν· κακοδαίμων μὲν ἔσομαι ἐγώ, ὦ φίλε πάτερ, κακοδαίμων δὲ ἔσει καὶ σύ, τοιοῦτον υἱὸν ἔχων.”

ὁ δὲ ναύτης ὁ Αἰγινήτης, τοῦ παιδὸς ταῦτα λέγοντος ἀκούσας, καὶ προσιών, “ἀλλ᾿ οὐδαμῶς,” ἔφη, “κακοδαίμονες ἔσεσθε· μηδὲν φοβοῦ, ὦ παῖ.” ὁ δὲ Φίλιππος οἰμώζων, τὴν τοῦ ναύτου φωνὴν ἀκούσας, ἀποκρινάμενος, “πῶς δ᾿ οὐ κακοδαίμονες ἐσόμεθα;” εἶπεν. “ἀρ᾿ οὐ λυπησόμεθα εἰς ἀεί;” ὁ δὲ ναύτης, “θάρρει δή,” ἔφη, “καὶ μὴ οὕτω φρόντιζε μηδὲ ἀθύμει· εὐδαίμονες γὰρ ἔσονται πάντες οἳ πιστεύσουσι τῷ θεῷ· ὁ γὰρ Ἀσκληπιὸς ὁ ἐν τῇ Ἐπιδαύρῳ πάντας οὓς βούλεται ἰᾶται. σὺ δέ μοι δοκεῖς, τὰ τοιαῦτα λέγων, οὐδὲ θεοὺς εἶναι πιστεύειν, εἰ μὴ οἴει τὸν Ἀσκληπιὸν δι᾿ ὀλίγου σε θεραπεύσειν.”

“τοῦτο μέν,” εἶπεν ὁ Δικαιόπολις, “μὴ λέγε, ὦ φίλε· ὁ γὰρ παῖς νῦν εἰκότως ἀθυμεῖ, τὴν τοιαύτην δυστυχίαν παθών, καὶ διὰ τοῦτο λέγει ὡς ἡμεῖς οἱ γονεῖς αὐτοῦ οὐ φιλήσομεν αὐτόν, τυφλὸν ὄντα, οὐδὲ φιλήσουσιν οἵ τε φίλοι καὶ οἱ ἄλλοι πάντες. ἐγὼ δὲ τοὺς θεοὺς τιμῶ, καὶ ἀεὶ τιμήσω. ἀλλὰ λέγ᾿ ἡμῖν· διὰ τί μόνον ἐν τῇ Ἐπιδαύρῳ ὁ θεὸς τοσούτους ἀνθρώπους νοσοῦντας ἰᾶται;”

ὁ δὲ ναύτης ἀποκρινάμενος, “ἆρα ἀγνοεῖτε,” ἔφη, “ὅτι ὁ Ἀσκληπιὸς αὐτόθι πρῶτον τὸ φῶς ἔβλεψε, ὑπὸ τοῦ Ἀπόλλωνος γενόμενος; διὰ τοῦτο γὰρ Ἀσκληπιοῦ ἱερὰ μάλιστά ἐστιν αὕτη ἡ γῆ.”

“ἡμεῖς μὲν πάντ᾿ ἀγνοοῦμεν,” εἶπεν ὁ Δικαιόπολις, “σὺ δὲ λέγε ἡμῖν τὸν μῦθον, εἰ σχολάζεις νῦν καὶ δοκεῖ σοι.”

ὁ οὖν ναύτης, ἐπὶ θράνῳ τινὶ καθίζων, “δῆλόν ἐστιν,” ἔφη, “ὅτι ἀμφότεροι ὑμεῖς τοῦτον τὸν θεὸν ἀγνοεῖτε ὁποῖός ἐστιν, καίπερ μάλα ἔνδοξον ὄντα· ἀλλ᾿ ἐγὼ δηλώσω, καὶ ὑμῖν θαυμάσιόν τι διηγήσομαι· ἆρά μου λέγοντος ἀκούσεσθε;”

ὁ δὲ Φίλιππος, “ὠγαθέ, λέγε,” ἔφη· “ἡδέως γὰρ ἀκούσομαι.”

ὁ δὲ πατὴρ ὑπολαβών· “ναί, μὰ τὸν Ποσειδῶ·” ἔφη· “εἰκότως γε ἡσυχίαν ἔχοντες ἀκουσόμεθά σου, ἐγὼ μὲν καὶ ὁ υἱός μου οὗτοσί.”

ὁ μὲν οὖν ναύτης οὕτως ἤρξατο τοῦ λόγου· “Ἐπιδαύριοι μὲν οὖν φασι Φλεγύαν, λῃστὴν καὶ κλέπτην ὄντα πονηρόν, ἐλθεῖν εἰς Πελοπόννησον, ἄγοντα μεθ᾿ ἑαυτοῦ τὴν θυγατέρα. ὁ δὲ πατὴρ ἠγνόει ὅτι ἡ θυγάτηρ εἶχεν ἐν γαστρὶ παιδίον ἐξ Ἀπόλλωνος. ἐπεὶ δὲ ἐν τῇ γῇ τῇ Ἐπιδαυρίων ἔτεκεν, ἀπέλιπε τὸν παῖδα ἐπὶ τῷ ὄρει ὃ Τίτθιον νῦν ὀνομάζουσιν Ἐπιδαύριοι. καθ᾿ ἡμέραν δὲ μία τῶν αἰγῶν ἃς ποιμήν τις εἶχε περὶ τὸ ὄρος προσελθοῦσα τῷ παιδίῳ γάλα παρεῖχεν, ὁ δὲ κύων ὁ τοῦ ποιμένος ἐφύλαττεν αὐτό, ἀμύνων τὰ θηρία καὶ τοὺς ἄλλους κινδύνους τῷ παιδίῳ.

“ὁ δὲ ποιμήν, Ἀρεσθάνας ὀνόματι, ἐπεὶ μίαν τῶν αἰγῶν οὐχ εὕρισκεν ἐν τῷ ποιμνίῳ, καὶ ἅμα τὸν κύνα εἶδεν ἀπόντα, πανταχοῦ τῆς χώρας ἐζήτησεν· εὑρὼν δὲ τὸν παῖδα ἐπεθύμει ἀνελέσθαι αὐτὸν καὶ οἴκαδε φέρεσθαι. ἀλλ᾿ ὡς ἐγγὺς ἐγένετο, ἀστραπὴν εἶδεν ἐκλάμψασαν ἀπὸ τοῦ παιδός, καὶ νομίσας τὸ παιδίον εἶναι θεῖόν τι, ὥσπερ ἦν, ἀπέφυγε μάλα φοβούμενος. καὶ, ἰδού, δι᾿ ὀλίγου οἱ ἐκείνην τὴν χώραν κατοικοῦντες ἤγγειλαν ἐπὶ γῆν καὶ θάλατταν πᾶσαν ὅτι ὁ θεῖος παῖς, Ἀσκληπιὸς ὀνόματι, φάρμακα ἐπὶ πᾶσαν νόσον εὑρίσκει, καὶ τοὺς ἀνθρώπους ἀπὸ θανάτου ἐγείρει.”

“θαυμάσια λέγεις, ὦγαθέ, καὶ ἐπιθυμίαν ἐμβάλλεις μοι τοῦ ἰέναι πρὸς τὸ ἱερὸν τὸ τοῦ θεοῦ ὡς τάχιστα. μετὰ δὲ οὐ πολὺν χρόνον εἰς Ἐπίδαυρον ἀφιξόμεθα· τὴν εὐθεῖαν οὖν αὐτίκα πρὸς τὸν θεὸν εἶμι, ἰαθῆναι βουλόμενος ὑπ᾿ ἀυτοῦ.”

“μὴ οἴου δέ,” ἔφη ὁ ναύτης, “ὅτι μόνος πρὸς τὸ τοῦ θεοῦ τέμενος εἶ. πολλοὶ γὰρ καὶ σχεδὸν ἀναρίθμητοι ἄνθρωποι νοσοῦντες ἴασιν ἐκεῖσε, ἐλπίζοντες τὸν θεὸν αὐτοὺς θεραπεύειν.” ἔπειτα δέ, πρὸς τὸν Δικαιόπολιν τρεψάμενος, καὶ δηλώσας τὴν γυναῖκα τὴν γαστέρα νοσοῦσαν, ἢ ἐκάθευδεν ἐπὶ τῷ καταστώματι, “ἰδού,” ἔφη· “καὶ ἐκείνη ἡ γυνὴ παρὰ τὸν Ἀσκληπιὸν εἶσι πιστεύουσα ὅτι ὁ θεὸς ὠφελήσει αὐτήν. ὑμεῖς μὲν οὖν αὐτίκα ἴτε πρὸς τὸ ἱερόν· ἴσως δὲ οὐ δέξεται ὑμᾶς ὁ ἱερεύς· τοσοῦτοι γὰρ νοσοῦντες ἐκεῖσε καθ᾿ ἑκάστην ἡμέραν ἔρχτοναι ὥστε ἐνίοτε πολὺν χρόνον περιμένειν δεῖ. οὐδὲν ἦττον πειράσασθε.”

“ἀμέλει, ὦ φίλε,” ὁ Δικαιόπολις ἀποκρινάμενος εἶπε, “αὐτίκα πρὸς τὸ ἱερὸν ἴμεν, ὡς τῷ ἱερεῖ διαλεξόμενοι. ἀλλὰ τί ἔπειτα ποιήσομεν; λέγε δὲ ἡμῖν, ἀντιβολῶ, τί πράττειν δεῖ· ἡμεῖς δὲ ἀκουσόμεθα, καὶ ἀκούσαντες πράξομεν τοῦτο ὅ τί σοι δοκεῖ· ἀμέλει σοι, τά γε παρ᾿ ἡμῖν πεισόμεθα.”

ὁ δὲ ναύτης, “ἄκουε δὴ οὖν,” ἔφη· “πάνυ μὲν γὰρ θαυμαστὸν ἀκούσῃ λόγον· μετὰ δὲ οὐ πολὺν χρόνον γνώσῃ ὅτι ἐγὼ ἀληθῆ λέγω. δι᾿ ὀλίγου μὲν οὖν εἰς Ἐπίδαυρον ἐφίξεσθε· δεῖ δὲ ὑμᾶς αὐτίκα πρὸς τὸ τέμενος τὸ τοῦ θεοῦ ἰέναι. ἐκεῖ λούσεις τὸν παῖδα· ἔπειτα δὲ βωμῷ πόπανα καὶ προθύματα καθοσιώσεις, τὸν δ᾿ πελανὸν εἰσβαλεῖς εἰς τὸ πῦρ.”

“ἐγὼ μὲν οὖν,” εἶπεν ὁ Δικαιόπολις, “σὺν τῷ παιδὶ εἰς τὸ ἱερὸν εἶμι, καὶ ἐνταῦθα θύσω τῷ θεῷ;”

“μάλιστά γε· καὶ γὰρ ὁ θεὸς τιμώμενος ὑπὸ σοῦ τιμήσει σε. ὁ μὲν οὖν ἱερεύς, ὡς τὸ εἰκός, μεθ᾿ ἡμῶν ἔσται, καὶ θυσίας θύσει, καὶ εὐχὰς εὔξεται κατὰ νόμον. ταῦτα δὲ ποιήσαντες, κατακλινεῖτε τὸν παῖδα ἐν τῷ ἀβάτῳ· ἴσως δὲ ὁ ἱερεὺς ἐάσει καὶ σὲ καθεύδειν ἐν τῷ ἱερῷ, στιβάδιον παρασχών· εἰ δὲ μή, ἀπιὼν λείψεις ἐκεῖ τὸν παῖδα. σὺ δέ, ὦ παῖ, εὖ ἄκουέ μου ταῦτα λέγοντος. ἴσως μὲν γὰρ θαυμαστόν σοι φανεῖται τοῦτο ὅ τι λέγειν μέλλω, καὶ κατὰ τὸ εἰκός σοι μῶρός τε καὶ ψευδὴς φανοῦμαι· ὅτι δ᾿ ἀληθῆ λέγω, καὶ σὺ γνώσῃ. σὺ μὲν οὖν μενεῖς ἐν τῷ ἱερῷ· ὁ δὲ ἱερεὺς κελεύσει σε ἐκεῖ καθεύδειν.”

“μόνος δέ,” εἶπεν ὁ παῖς, “ἐν τῷ ἀβάτῳ μενῶ; ἀλλὰ φοβήσομαι· ἆρ᾿ οὐ κομιεῖ με ὁ πατήρ, καὶ ἅμα ἐμοὶ μενεῖ;”

“ἴσως οἶόν τ᾿ ἔσται, ὥσπερ ἔλεγον. ὅμως δὲ οὐ μόνος μενεῖς ἐκεῖ, ἐπεὶ οἱ τοῦ ἱεροῦ ὑπηρέται κομιοῦσι πολλοὺς ἄλλους, παντοδαπὰ νοσήματα ἔχοντας, ὡς ἐν τῷ ἀβάτῳ ἐγκοιμησομένους. καὶ πρόπολός τις τοῦ θεοῦ ἐλθὼν ἀποσβέσει τοὺς λύχνους· ἀποσβέσας δὲ ὑμῖν πᾶσι παραγγελεῖ ἐγκαθεύδειν καὶ σιγᾶν. δι᾿ ὀλίγου δὲ ὁ θεὸς ἔπεισι, καὶ περίεισι μετὰ προπόλων τινῶν, καὶ σπέψεται τὰ νοσήματα, καὶ τῷ μὲν παρασκευάσει φάρμακον, τῷ δὲ τοὺς ὀφθαλμοὺς θεραπεύσει, ἄλλους δὲ ἄλλως ἰάσεται· καὶ δράκοντές τινες αὐτῷ ἕψονται. καί, εἰ ὁ θεὸς βούλεται, ἅμα τῇ ἡμέρᾳ ἐπαρεῖς σαυτὸν ὑγιὴς ὤν.”

“ἀλλὰ τί γενήσεταί μοι; τί ποτε πείσομαι ὑπὸ τοῦ θεοῦ;” ἔφη ὁ Φίλιππος μάλα φοβούμενος. “ἆρα βέβαιόν ἐστιν ὅτι οὐδὲν βλάψει με;”

ὁ δὲ ναύτης, “ὠφελήσει μὲν οὖν,” ἔφη, “βλάψει δὲ οὐδέν. μὴ οὖν φοβοῦ, ὦ παῖ· οὐδὲν γὰρ κακὸν πείσῃ ὑπ᾿ αὐτοῦ, ἀλλ᾿ ἀμέλει θεραπεύσει σε ὁ θεός, ἵλεως ὤν.”

“πῶς δέ,” ὑπολαβὼν ὁ Δικαιόπολις ἔφη, “ταῦτα πάντ᾿ ἐπίστασαι σύ; ἆρα πολλάκις παρῄεις εἰς τὸ ἱερόν, καὶ παριὼν εἶδές ποτε τὸν θεόν;”

“εἰκότως γε. Αἰγινήτης γὰρ ὤν, πολλάκις παρῄειν εἰς Ἐπίδαυρον, μάλιστα ὅτε παῖς ἦν. ἀλλ᾿ ὅτε μειράκιον τεττάρων καὶ δέκα ἐτῶν ἦν, συμφορά τις ἐγένετο καὶ κακὸν μέγα. εἷς γὰρ τῶν ἀδελφῶν, ἐν ᾧ ἔπαιζε μετὰ τῶν ἡλίκων, ἐν τῷ ἀγρῷ τῷ παρὰ τῇ οἰκίᾳ ἵππον εἶδε, ζῷον μέγα καὶ καλὸν. ἠγνόει τίνος ἐστίν, καὶ πόθεν εἰς τὸν ἀγρὸν εἰσῆλθεν· οὐδὲν ἦττον ὁ ἀδελφὸς τοῖς φίλοις τοῖς παροῦσιν, ‘ἰδού,’ ἔφη, ‘ἀναβήσομαι ἐπὶ τὸν ἵππον καὶ ἱππεύων μαχοῦμαι, ὥσπερ μέγας καὶ ἰσχυρὸς ἀνήρ· δεινὸς γάρ εἰμι ἱππεύειν.’ ἅμα δὲ ταῦτα λέγων ᾔει πρὸς τὸν ἵππον, ὃς πραῖός τε καὶ ἥμερος ἐφαίνετο. ἀνέβη δὴ οὖν ὁ ἀδελφὸς ἐπὶ τὸν ἵππον· ὁ δὲ ἵππος ἐξαίφνης ἐπήδησε ὄρθιος καὶ ἐξελάκτισε σφόδρα· ὁ δὲ ἀδελφὸς κατέπεισε πρὸς τὴν γῆν· καὶ εἷλκεν αὐτὸν ὁ ἵππος μακρὰν ὑπὸ τῶν ῥυτήρων περιδεθέντων ταῖς χερσὶ ταῖς τοῦ παιδός, ὥστε πολλὰ τραύματ᾿ ἔλαβεν ὁ ἀδελφός μου ὁ κακοδαίμων. ἐν δὲ τούτῳ κατῇμεν ἐγώ τε καὶ ὁ πατὴρ εἰς τὸ ἄστυ, ὅτε εἷς τῶν δούλων ὄπισθεν τρέχων ἐκάλεσ᾿ ἡμᾶς καὶ ἀπήγγειλε τί ἐγένετο. ὁ δὲ πατὴρ ἠπόρει τί δεῖ ποιεῖν· δραμόντες οὖν αὐτίκα οἴκαδε, τὸν ἀδελφὸν ἐλάβομεν κακῶς ἔχοντα, καὶ ὁ πατήρ, ‘εἰς ναῦν,’ ἔφη, ‘εἰσβησόμεθα ὡς τάχιστα, καὶ πλευσόμεθα πρὸς τὴν Ἐπίδαυρον· μόνος γὰρ ὁ θεὸς δύναται, εἰ βούλεται, σῴζειν τὸν υἱὸν τὸν ἐμὸν τοῦτον.’ ἠνέγκαμεν οὖν αὐτίκα τὸν ἀδελφὸν κατὰ θάλατταν εἰς τὸ ἱερὸν τὸ τοῦ θεοῦ, καὶ ἐκεῖ πολλὰς ἔμεινα ἡμέρας.”

ὁ δὲ Δικαιόπολις ὑπολαβών· “ἆρα ὑμεῖς καθ᾿ ἡμέραν ᾖτε εἰς τὸ ἱερόν, ὡς ἐπισκεψόμενοι πῶς ἔχει ὁ παῖς; ἤ ἐμένετε ἐκεῖ μετ᾿ αὐτοῦ;”

“ἐν τῷ καταγωγίῳ ἐκαθεύδομεν, ἐπεὶ οὐχ οἶόν τ᾿ ἦν ἐν αὐτῷ τῷ ἱερῷ μένειν· πλεῖστοι γὰρ παρῆσαν τότε ἄνθρωποι παντοδαπὰ νοσήματ᾿ ἔχοντες, καὶ πολλοὶ τῶν τε συγγενῶν καὶ οἰκείων ᾖσαν καθ᾿ ἑκάστην ἡμέραν, βουλόμενοι χρόνον τινὰ μετὰ τῶν νοσούντων διατρίβειν ὡς θεραπεύσοντες αὐτούς. τῇ δὲ δεκάτη ἡμέρᾳ ὁ ἱερεὺς εἴασεν ἐμὲ καὶ τὸν πατέρα σὺν τῷ ἀδελφῷ καθεύδειν ἐν τῷ ἀβάτῳ. ὁ δὲ ἀδελφὸς ἐπύρεττε σφόδρα, καὶ περὶ τῆς ψυχῆς ἐκινδύνευεν. ηὐξάμεθα τῷ τε Ἀσκληπιῷ καὶ πᾶσι τοῖς ἄλλοις θεοῖς, καὶ ἱερὰ ἐθύσαμεν. ἔπειτα δὲ ἐν τῷ ἱερῷ ἐκοιμήθημεν. καὶ ἐκεῖ, οἷα θαύματα εἶδον, αὐτόπτης γενόμενος· ὢ μεγάλων θεῶν. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, ἐπεὶ πρῶτον ἥλιος ἀνέτειλε, ὁ ἀδελφὸς ἐπῆρεν ἑαυτόν, εὖ καὶ καλῶς ἔχων. ἐγὼ δὲ πάλαι ἄπιστος ἦν· ἀλλ᾿ ὅτε ταῦτα τὰ θαύματα εἶδον αὐτός, ἐπίστευσα τῷ θεῷ, καὶ πιστεύσω εἰς ἀεί.”

ταῦτ᾿ εἰτών, “χαίρετε νῦν,” ἔφη· “δεῖ γάρ με τοῖς ἄλλοις ναύταις συλλαμβάνειν, ὥσπερ ὅ τε ναύκληρος καὶ ὁ κυβερνήτης κελεύουσιν. ὑμεῖς δὲ μὴ φοβεῖσθε· εἰ γὰρ πιστεύετε τῷ θεῷ, ἀμέλει ὁ θεὸς ὠφελήσει ὑμᾶς, καί σε, ὦ παῖ, θεραπεύσει. μέγας γὰρ ὁ θεός.”

Η ΕΠΙΔΑΥΡΟΣ (β)

πλεύσαντες οὖν πᾶσαν τὴν ἡμέραν, ὡς ἑσπέρα ἐγίγνετο, εἰς τὴν Ἐπίδαυρον ἐφίκοντο, οὐδὲν κακὸν παθόντες. ὡς δ᾿ ἐξέβησαν εἰς τὴν γῆν τῷ μὲν Δικαιοπόλιδι ἔδοξεν εὐθὺς πρὸς τὸ Ἀσκληπιεῖον ἰέναι· οὐ γὰρ πολὺ ἀπεῖχεν· ἡ δὲ γυνὴ ἡ τὴν γαστέρα νοσοῦσα οὕτως ἔκαμνεν ὥστε οὐκ ἤθελεν ἰέναι ἐκείνῃ τῇ ἡμέρᾳ, ἀλλ᾿ ἔμεινεν ἐν καταγωγίῳ τινὶ ἐγγὺς τοῦ λιμένος. οἱ δὲ ὥρμησαν, καὶ δι᾿ ὀλίγου ἀφικόμενοι ηὗρον τὰς πύλας κεκλεισμένας. ὁ οὖν Δικαιόπολις, “κεκλεισμέναι εἰσὶν αἱ πύλαι,” ἔφη· “τί οὖν δεῖ ποιεῖν; πότερον κόψω τὰς πύλας ἢ εἰς τὸν λιμένα ἐπάνιμεν; ὀψὲ γάρ ἐστιν.” ὁ δὲ Φίλιππος· “ἀλλὰ κόψον, ὦ πάτερ, εἰ δοκεῖ. ἴσως γὰρ ἀκούσεταί τις καὶ ἡγήσεται ἡμῖν παρὰ τὸν ἱερέα.” ὁ μὲν οὖν Δικαιόπολις ἔκοψεν, ἐξελθὼν δὲ ὑπηρέτης τις οὐ διὰ πολλοῦ, “τίς ὢν σύ,” ἔφη, “κόπτεις τὰς πύλας τηνικαῦτα τῆς ἡμέρας; πόθεν ἤλθετε καὶ τί βουλόμενοι πάρεστε;” ὁ δὲ Δικαιόπολις· “ἐγὼ μέν εἰμι Δικαιόπολις Ἀθηναῖος ὤν, τὸν δὲ παῖδα κομίζω, ἐάν πως ὁ θεὸς ἐθέλῃ τοὺς ὀφθαλμοὺς αὐτῷ ἀκεῖσθαι. τυφλὸς γὰρ γέγονεν. ἆρ᾿ οὐχ ἡγήσῃ ἡμῖν παρὰ τὸν σὸν δεσπότην;”

ὁ δὲ ὑπηρέτης· “ὀψέ ἐστιν, ἀλλ᾿ ὅμως μείνατε ἐνταῦθα. ἐγὼ γὰρ εἶμι ὡς ζητήσων τὸν δεσπότην καὶ ἐρωτήσω εἰ ἐθέλει ὑμᾶς δέξασθαι.” οἱ μὲν οὖν ἔμενον ἐπὶ ταῖς πύλαις· οὐ πολλῷ δ᾿ ὕστερον ἐπανελθὼν ὁ ὑπηρέτης, “εἴσιτε,” ἔφη· “ὁ γὰρ δεσπότης ὑμᾶς δέξεται.” ταῦτα δ᾿ εἰπὼν ἡγεῖτο αὐτοῖς εἰς τὸ τέμενος.

ἀμειψάμενοι οὖν τὰς πύλας εἰς αὐλὴν μεγάλην εἰσῆλθον· ἐκεῖ δὲ ἐγγὺς τοῦ ἱεροῦ ἐκάθητο ἀνήρ τις γεραιός, ὃς ἰδὼν αὐτοὺς προσιόντας, “χαίρετε, ὦ φίλοι,” ἔφη. “τί βουλόμενοι ἥκετε;” ὁ μὲν οὖν Δικαιόπολις πάντα ἐξηγήσατο, ὁ δὲ ἱερεὺς πρὸς τὸν παῖδα εὐμενῶς βλέψας, “εἰπέ μοι, ὦ παῖ,” ἔφη· “ἆρα σεαυτὸν τῷ Ἀσκληπιῷ ἐπιτρέψεις; ἆρα τοὺς πιστεύεις, ὅτι ὁ θεὸς δυνήσεταί σε ὠφελεῖν;” ὁ δὲ Φίλιππος· “μάλιστά γε· πάντα γὰρ τοῖς θεοῖς δυνατά· τῷ θεῷ πιστεύω καὶ ἐμαυτὸν αὐτῷ ἐπιτρέψω.” ὁ δὲ γέρων· “εὖ γε, ὦ παῖ. νῦν μὲν ἄπιτε εἰς τὸ καταγώγιον, αὔριον δὲ ὁ ὑπηρέτης ὑμῖν παρέσται ὡς ἡγησόμενος τῷ παιδὶ παρ᾿ ἐμέ.” ἀπελθόντες οὖν ὅ τε πατὴρ καὶ ὁ παῖς τὴν νύκτα ἔμενον ἐν τῷ καταγωγίῳ.

τῇ δὲ ὑστεραίᾳ ἐπεὶ πρῶτον ἐγένετο ἡμέρα, παρελθὼν ὁ ὑπηρέτης τὸν Φίλιππον ἤγαγε παρὰ τὸν ἱερέα. ὁ δὲ εὐμενῶς δεξάμενος τὸν παῖδα, “ἄγε δή, ὦ παῖ,” ἔφη· “νῦν χρή σε παρασκευάζεσθαι· δεῖ γὰρ ὅσιά τε φρονεῖν καὶ καθαρὸν εἶναι τὴν ψυχήν. ἀλλὰ μηδὲν φοβοῦ· φιλανθρωπότατος γάρ ἐστιν ὁ Ἀσκληπιὸς τῶν θεῶν, καὶ τοῖς καθαροῖς οὖσι τὴν ψυχὴν ἀεὶ ἵλεώς ἐστιν. θάρρει οὖν.” οὕτω δ᾿ εἰπὼν τὸν παῖδα εἰς τὸ ἱερὸν ἤγαγεν. ἐκεῖ δὲ πρῶτον μὲν ὁ Φίλιππος ἐκαθήρατο, ἔπειτα δὲ πᾶσαν τὴν ἡμέραν ἐν τῷ ἱερῷ ἔμενεν, ὅσιά τε φρονῶν καὶ τὸν θεὸν εὐχόμενος ἐν τῷ ὕπνῳ ἐπιφανῆναι.

τέλος δὲ ἐπεὶ ἑσπέρα ἐγίγνετο, ἐπανελθὼν ὁ ἱερεύς, “ἄγε δή, ὦ παῖ,” ἔφη· “πάντα γὰρ ἕτοιμά ἐστιν. ἕπου μοι.” τὸν δὲ παῖδα ἐκ τοῦ ἱεροῦ ἀγαγὼν πρὸς τὸν βωμόν, ἐκέλευσεν αὐτὸν σπονδὴν κατὰ νόμον ποιεῖσθαι. ὁ δὲ τὴν φιάλην ταῖς χερσὶ λαβὼν σπονδὴν ἐποιήσατο, καὶ τὰς χεῖρας πρὸς τὸν οὐρανὸν ἄρας, “Ἀσκληπιέ,” ἔφη, “σῶτερ, φιλανθρωπότατε τῶν θεῶν, ἄκουέ μου εὐχομένου, ὃς ὅσιά τε φρονῶν καὶ καθαρὸς ὢν τὴν ψυχὴν ἱκέτης σου πάρειμι. ἵλεως ἴσθι μοι τυφλῷ γεγονότι καί, εἴ σοι δοκεῖ, τοὺς ὀφθαλμούς μοι ἀκοῦ.”

ἐνταῦθα δὴ ὁ ἱερεὺς τῷ παιδὶ εἰς τὸ ἄβατον ἡγησάμενος ἐκέλευσεν αὐτὸν ἐπὶ τῇ γῇ κείμενον καθεύδειν. ὁ οὖν Φίλιππος κατέκειτο, ἀλλὰ πολὺν δὴ χρόνον οὐκ ἐδύνατο καθεύδειν· μόνος γὰρ ὢν ἐν τῷ ἀβάτῳ μάλα ἐφοβεῖτο· νὺξ γὰρ ἦν καὶ πανταχοῦ σκότος καὶ σιγή, εἰ μὴ σπανίως ἤκουε τῶν ἱερῶν ὄφεων ἠρέμα συριττόντων.

ΟΙ ΠΕΡΣΑΙ ΤΑΣ ΑΘΗΝΑΣ ΔΕΥΤΕΡΟΝ ΑΙΡΟΥΣΙΝ

ἅμα δὲ ἦρι ἀρχομένῳ ὁ Μαρδόνιος ὁρμώμενος ἐκ Θεσσαλίας ἦγε τὸν στρατὸν σπουδῇ ἐπὶ τὰς Ἀθήνας. προϊόντι δὲ αὐτῷ οὐδεὶς τῶν Βοιωτῶν ἀντεῖχεν, οὐδὲ ἐβοήθουν τοῖς Ἀθηναίοις οἱ Λακεδαιμόνιοι. ἀφικόμενος δὲ εἰς τὴν Ἀττικὴν οὐχ ηὗρε τοὺς Ἀθηναίους, ἀλλὰ ἔμαθεν ὅτι ἔν τε Σαλαμῖνι οἱ πλεῖστοί εἰσι καὶ ἐν ταῖς ναυσίν· αἱρεῖ τε ἔρημον τὸ ἄστυ. ἐπεὶ δὲ ἐν ταῖς Ἀθήναις ἐγένετο, ἄγγελον ἔπεμψεν εἰς τὴν Σαλαμῖνα, λόγους φέροντα ἐπιτηδείους· εἶπε γὰρ ὅτι ὁ βασιλεὺς τήν τε Ἀττικὴν τοῖς Ἀθηναίοις ἀποδώσει καὶ συμμαχίαν ποιήσεται, ἐὰν τοῦ πολέμου παύσωνται. οἱ δὲ Ἀθηναῖοι τοὺς λόγους οὐκ ἐδέξαντο, ἀλλὰ τὸν ἄγγελον ἀπέπεμψαν.

εἰς δὲ τὴν Σαλαμῖνα διέβησαν οἱ Ἀθηναῖοι ὧδε· ἕως μὲν ἤλπιζον στρατὸν πέμψειν τοὺς Λακεδαιμονίους ὡς βοηθήσοντα, ἔμενον ἐν τῇ Ἀττικῇ· ἐπεὶ δὲ οἱ μὲν Λακεδαιμόνιοι οὐκ ἐβοήθουν, ὁ δὲ Μαρδόνιος προϊὼν εἰς τὴν Βοιωτίαν ἀφίκετο, οὕτω δὴ ἐξεκόμισαν πάντα ἐκ τῆς Ἀττικῆς καὶ αὐτοὶ διέβησαν εἰς τὴν Σαλαμῖνα. καὶ εἰς Λακεδαίμονα ἔπεμπον ἀγγέλους ὡς μεμψόμενοι τοῖς Λακεδαιμονίοις, διότι οὐκ ἐβοήθουν. ὡς δὲ ἀφίκοντο εἰς τὴν Λακεδαίμονα οἱ ἄγγελοι, εἶπον τάδε· “ἔπεμψαν ἡμᾶς οἱ Ἀθηναῖοι ὡς λέξοντας ὅτι ὁ βασιλεὺς τῶν Περσῶν ἐθέλει τήν τε Ἀττικὴν ἀποδοῦναι καὶ συμμαχίαν ποιεῖσθαι· ἡμεῖς δέ, καίπερ ἀδικούμενοι ὑφ᾿ ὑμῶν, ἐκείνους τοὺς λόγους οὐκ ἐδεξάμεθα. νῦν δὲ κελεύομεν ὑμᾶς ὡς τάχιστα στρατιὰν πέμψαι ὡς τοὺς βαρβάρους ἀμυνοῦσαν τῇ Ἀττικῇ.”