Chapter 18 (α and β)

Ο ΑΣΚΛΗΠΙΟΣ (α)

τέλος δὲ οὕτως ἔκαμνεν ὁ Φίλιππος ὥστε εἰς βαθὺν ὕπνον ἔπεσεν. καθεύδοντι δ᾿ αὐτῷ ἐφάνη ὁ θεός· σεμνός τ᾿ ἦν καὶ μέγας, καὶ τῇ δεξιᾷ βακτηρίαν ἔφερε, περὶ ἧς εἱλίττετο ὁ ἱερὸς ὄφις. ἔστη δὲ παρὰ τῷ παιδί, καὶ εὐμενῶς βλέψας τάδε εἶπεν· “τί πάσχεις, ὦ παῖ; διὰ τί καθεύδεις ἐν τῷ ἐμῷ ἀβάτῳ;” ὁ δὲ οὐδὲν φοβούμενος (εὐμενὴς γὰρ ἐφαίνετο ὁ θεός), “τυφλός εἰμι, ὦ Ἀσκληπιέ,” ἔφη· “ἥκω οὖν ὡς αἰτήσω σε τοὺς ὀφθαλμούς μοι ἀκεῖσθαι.” ὁ δὲ θεός· “ἐὰν δ᾿ ἐγὼ ἰάσωμαί σοι τοὺς ὀφθαλμούς, τί σύ μοι δώσεις;” ὁ δὲ παῖς πολὺν δὴ χρόνον ἠπόρει τί χρὴ λέγειν, τέλος δέ, “πολλὰ μὲν οὐκ ἔχω,” ἔφη, “δώσω δέ σοι τοὺς ἐμοὺς ἀστραγάλους.” ὁ δὲ θεὸς γελάσας προσεχώρησε καὶ τὰς χεῖρας ἐπέθηκε τοῖς ὀφθαλμοῖς αὐτοῦ. ταῦτα δὲ ποιήσας ἀπέβη.

τῇ δὲ ὑστεραίᾳ ἐπεὶ πρῶτον ἐγένετο ἡμέρα, ἠγέρθη ὁ Φίλιππος καί, ἰδού, βλέπειν ἐδύνατο· τόν τε γὰρ οὐρανὸν εἶδε καὶ τὸν ἥλιον ὑπὲρ τοὺς λόφους ἀνίσχοντα καὶ τὰ δένδρα τῷ ἀνέμῳ κινούμενα· καὶ ἐτέρπετο θεώμενος· πάντα γὰρ αὐτῷ κάλλιστα δὴ ἐφαίνετο. ἔσπευσεν οὖν ὡς τὸν ἱερέα ζητήσων. ὁ δὲ ἰδὼν αὐτὸν προσιόντα, “χαῖρε, ὦ παῖ,” ἔφη. “δῆλόν ἐστιν ὅτι ὁ θεὸς εὐμενὴς προσῆλθέ σοι. χάριν οὖν τῷ θεῷ ἀπόδος. ἀλλ᾿ ἴθι ὡς τὸν πατέρα ζητήσων.”

ΤΑ ΕΝ ΤΩΙ ΙΕΡΩΙ ΑΝΑΘΗΜΑΤΑ

ἐξελθόντες δὲ ἐκ τοῦ ἀβάτου, ἔνθα οἱ τοῦ θεοῦ ἱκέται καθεύδουσιν, ὅ τε ἱερεὺς καὶ ὁ Φίλιππος ἔσπευσαν πρὸς τὸν Δικαιόπολιν, ὃς ἐν τῷ καταγωγίῳ περιέμενεν. πλησίον δὲ τοῦ ναοῦ ὁ Φίλιππος κάλλιστον εἶδεν οἴκημα περιφερὲς λίθου λευκοῦ· πολλαὶ δὲ ἦσαν στῆλαι ἐντὸς τοῦ περιβόλου, ἐν αἷς οἱ ἱερεῖς ἔγραψαν ἀνδρῶν καὶ γυναικῶν ὀνόματα οὓς ὁ Ἀσκληπιὸς ἰάσατο, καὶ δὴ καὶ τὸ νόσημα ὅ τι ἕκαστος ἐνόσησε.

ἐν ᾧ δὲ ὁ παῖς, ἅμα σπεύδων πρὸς τὸν πατέρα, ταῦτα πάντα ἐθαύμαζε, ἰδού, ἄνδρες τινὲς προσχωροῦντες τὸν ἱερέα ἐκάλεσαν· εἷς δ᾿ αὐτῶν, ἅμα χαρᾷ μόλις τὰ δάκρυα κατέχων, “χαῖρε πολλά,” ἔφη, “ὦ σεμνότατε καὶ κοσμιώτατε ἱερεῦ μεγάλου θεοῦ.” “χαῖρε καὶ σύ, ὠγαθέ,” ὁ ἱερεὺς ἀποκρινάμενος ἔφη, “τί βουλόμενος ἅμα τούτοις εἰς τὸ ἱερὸν ἦλθες;” ὁ δὲ ἀνήρ, “ἰδού, ὦ ἱερεῦ,” εἶπε· “ὅδε ὁ παῖς” (ἦν γὰρ παῖς μετ᾿ αὐτοῦ, τεττάρων καὶ δέκα ἐτῶν σχεδόν, ὑπερφυῶς εὐπρόσωπος καὶ θαυμαστὸς τὸ κάλλος) “τῶν ἐμῶν υἱῶν μικρότατος ὤν, τρεῖς ἡμέρας ἐκινδύνευε περὶ τῆς ψυχῆς· ἦν γὰρ ἐν τῷ ἀγρῷ περὶ πλήθουσαν ἀγοράν, ὅτε ἔχιδνα, θηρίον μέγα καὶ κακόν, ἔδακεν ἀυτὸν. ἔπεσε δὲ πρὸς τὴν γῆν εὐθὺς ὁ τάλας, οἰμώζων καὶ μέγα βοῶν. εἰς δὲ τὴν οἰκίαν ἠνέγκαμεν αὐτὸν αὐτίκα, καὶ μετεπεμψάμεθα ἰατρόν· ὁ δὲ μετ᾿ οὐ πολὺν χρόνον ἐλθὼν τὸν παῖδα ἐπὶ τῇ κλίνῃ κείμενον ἐπεσκέψατο μέν, μόλις ἔτι πνέοντα, τὴν δὲ χεῖρα ἐπὶ τὸ οἰδοῦν σκέλος ἐπιθεὶς καὶ τοῦ οἰδήματος ἁψάμενος εἶπεν ὅτι οὐδὲν δύναται ὠφελεῖν, καὶ ἅμ᾿ ἔπεισεν ἡμᾶς εὔχεσθαι τῷ Ἀσκληπιῷ, οἴκοι παρὰ τῷ παιδὶ μένοντας· οὕτω γὰρ ἐνόσει ὥστ᾿ οὐκ ἐξῆν κινεῖν αὐτόν, καὶ εἰς τὸ ἱερὸν μετατιθέναι. τρεῖς οὖν συνεχεῖς ἡμέρας τε καὶ νύκτας ηὐξάμεθα τὸν θεὸν δοῦναι τὴν ὑγίειαν τῷ παιδί· ὁ δὲ ἐν τῷ μεταξὺ ἐπύρεττε σφόδρα, οἰδῶν τόν τε πόδα καὶ τὸ σκέλος, καὶ ἀπολλύμενος ὑπὸ τῶν ἀλγηδόνων, καὶ ἐπιπόνως πνέων. τῇ δὲ τετάρτῃ ἡμέρᾳ θύοντας ἡμᾶς ἐν τῇ ἀυλῇ καὶ ἐπιτιθέντας ἱερὰ ἐπὶ τὸν βωμὸν προσεκάλεσε ὁ παῖς μεγάλῃ τῇ φωνῇ· ἐδράμομεν μὲν οὖν αὐτίκα πρὸς αὐτόν· ηὕρομεν δ᾿ αὐτὸν ἐπὶ τῇ κλίνῃ καθήμενον, καὶ εὖ ἔχοντα. προσγελῶν δὲ πρὸς ἡμᾶς, ‘πεινῶ, ὦ πάτερ,’ ἔφη, ‘δός μοί τι φαγεῖν.’ ὁ μὲν οὖν θεὸς ἔσωσε τὸν ἐμὸν παῖδα, ἐγὼ δὲ νῦν ἀυτῷ χάριν διδόναι βούλομαι, ὦ ἱερεῦ. ἀργύριον μὲν οὐκ ἔχω ἀλλ᾿ ἢ μικρόν τι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι.”

ὁ δὲ ἱερεύς, “ἀλλ᾿, ὠγαθέ,” ἔφη, “δέχομαι μὲν ἔγωγε ἡδέως ὅσα σὺ δίδως.” ἔπειτα δέ, πρὸς τὸν Φίλιππον τρεψάμενος, “ἰδού,” ἔφη, “οὗτος ὁ ἄνθρωπος δίδωσι μὲν τῷ θεῷ τι μικρόν, δίδωσι δὲ ὅμως· αὐτὸς σὺ δὲ τί δίδως;”

ὁ δὲ Φίλιππος ἀποκρινάμενος· “ἀλλὰ δώσει μέν τι ὁ πατὴρ ἀμέλει, ὦ ἱερεῦ, δώσω δὲ μικρόν τι καὶ ἐγώ.”

ὁ δὲ ἄνθρωπος ὑπολαβών· “ἐγὼ μὲν οὖν,” ἔφη, “εὐθὺς πρὸς τὸ ἱερὸν ἅμα τε τούτοις τοῖς ἑταίροις καὶ τῷ παιδὶ προσέδραμον· ὑπεσχόμην γὰρ τῷ θεῷ ἡμᾶς δῶρόν τι δώσειν τῷ ἱερῷ, ἐὰν σώσῃ τὸν υἱόν μου ἐκ θανάτου· ἡμεῖς δ᾿ οὐ λέγομεν ὅτι δώσομεν μὴ διδόντες, ἀλλ᾿ εὐθὺς δίδομεν ὃ δεῖ. ταῦτα δὲ λαβὲ σὺ πάντα ἃ δίδομέν σοι.”

“καὶ ταῦτα μέντοι,” εἶπεν ὁ ἱερεύς, “ὀρθῶς ὑμεῖς φρονοῦντες δίδοτε· δεῖ γὰρ ἀεὶ τοὺς θεοὺς τιμᾶν ὠφελοῦντας ἡμᾶς. οἱ δὲ τὸν Ἀσκληπιὸν τιμῶντες ἀεὶ μείζονα λαμβάνουσιν ἢ διδόασιν· διδόασι μὲν γὰρ ἀργύριον, λαμβάνουσι δὲ ὑγίειαν. σοὶ δέ, ὦ παῖ,” (καὶ, ἅμα τοῦτο λέγων, πρὸς τὸν τοῦ ἀνδρὸς υἱὸν προσετρέψατο) “τοῦτο λέγειν βούλομαι· ἐν ταῖς μεγίσταις δὴ ὠφελίαις ἃς ὁ θεὸς παρέχει τοῖς ἀνθρώποις, τόδε ἐγὼ τίθημι· ὅτι, ἐπεὶ ἐκινδυνεύσαμεν περὶ τῆς ψυχῆς, καὶ μόλις θάνατον ἐφύγομεν, ῥᾳδίως ἐμάθομεν ὅτι δεῖ ἡμᾶς ἀεὶ τούς τε θεοὺς τιμᾶν δι᾿ ὅλου τοῦ λοιποῦ βίου καὶ οὐδὲν ἄδικον ποιεῖν οὐδέποτε· καὶ ἐὰν μὲν γάρ τις κτᾶται ὑγίειάν τε καὶ πλοῦτον καὶ τυραννίδα, καὶ ἔτι προστίθημί σοι ἰσχὺν διαφέρουσαν καὶ ἀνδρείαν μετ᾿ ἀθανασίας, ἀδικίαν δὲ καὶ ὕβριν ἔχῃ ἐν ἑαυτῷ ὁ οὕτω ζῶν, οὐ μόνον οὐκ ἔσται φίλος τοῖς θεοῖς, ἀλλ᾿ οὐδὲ εὐδαίμων οὐδέποτε γενήσεται. ἆρα οὖν οὐχ οὕτως ἔχειν ταῦτα τίθης;”

ὁ δὲ παῖς ἀκούσας εἶπε· “ἀλλὰ πάνυ οὕτω τίθημι, καὶ δὴ πάντα τὸν βίον δίκαιος εἶναι μέλλω, ὦ ἱερεῦ.” “εὖ γε, ὦ παῖ,” ἔφη ὁ ἱερεύς· “ὁ μὲν οὖν πατήρ σου τίθησι τόδε τὸ ἀργύριον μισθὸν τῆς θεραπείας τῆς τοῦ θεοῦ· ἀλλ᾿ εἰ δικαίως μετὰ ταῦτα μέλλεις ζῆν, ὁ βίος σου ἔσται ὁ μισθὸς ὁ μέγιστος τῷ θεῷ.”

ὁ δὲ πατὴρ ὑπολαβών, “ἐγὼ δέ σοι,” ἔφη, “ὦ σεμνότατε ἱερεῦ, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστούς, καὶ θεράποντας τοῦ θεοῦ, καὶ ἐν τῇ χειρί σου δίδομεν ἡμᾶς τε καὶ τίθεμεν, καὶ συνεργοὶ πειρασόμεθα γίγνεσθαι ὡς δυνατὸν ἔσται ἡμῖν.”

καὶ ὁ ἱερεὺς εἶπεν· “ἐγὼ δὲ δέχομαι· νῦν δὲ τί οὐκ ἀνατίθετε ἀνάθημα τῷ θεῷ; δεῦρο ἀκολουθεῖτέ μοι.” καὶ ταῦτ᾿ εἰπὼν ἤγαγεν αὐτοὺς πρὸς τὸ τέμενος, καὶ τὰς στήλας δεικνύς, “ἰδού,” ἔφη, “οἱ γὰρ ἄνθρωποι οὓς ὁ θεὸς θεραπεύει οὐ μόνον ἀγάλματα καὶ πλίνθους χρυσᾶς ἀνατιθέασι τῷ Ἀσκληπιῷ, ἀλλὰ καὶ τοιαῦτα μνημεῖα τῶν ἀκέσεων.”

ἔπειτα δέ, μέγα στενάζων, “ποτὲ μέν,” ἔφη, “ὅτ᾿ ἐγὼ νέος ἦν, πρόπολος ὢν τοῦ ἱεροῦ, πολλῷ πλείονες ἦσαν αἵ τε στῆλαι καὶ τὰ ἀναθήματα. αὐτὸς γὰρ ἐδίδουν τοῖς ἀεὶ ὑγίειαν ὑπὸ τοῦ θεοῦ ἀποδεχομένοις ἀναθεῖναί τε ἀναθήματα καὶ ἀγάλματα εἰς τὸν ἱερόν· καὶ δὴ καὶ αὐτὸς τοὺς πίνακας αὐτοῖς ἐδίδουν. ἔπειτα δὲ ὁ ὑγιὴς ἀναγενόμενος, ἐγγράψας τό τε ὄνομα τὸ ἑαυτοῦ καὶ τὸ νόσημα ὅ τι ἐνόσησε, τὸν πίνακα ἐμοὶ ἀπεδίδου· ἐγὼ δὲ εἰς τὸ ἱερὸν ἀνετίθην αὐτόν. πολλάκις δὲ τῷ ὄντι θαυμαστὴ ἡ ἄκεσις ἐφαίνετο οὖσα· τότε οὖν καὶ ἐπὶ στήλῃ ἐπέγραφον αὐτήν. οἱ δὲ ἄνθρωποι οὓς ὁ θεὸς οὕτως ὠφέλει, ἐμοὶ χάριν διδόντες, εὔθυμοι ἀπῇσαν. πάντες δὲ τότε πολλὰ χρήματα ἐδίδοσαν, καὶ ἡμεῖς, οἵ τε ἱερῆς καὶ πρόπολοι οἱ τοῦ ναοῦ, ἐπετίθεμεν πολλῷ πλείονα ἱερὰ ἐπὶ τὸν βωμόν, ἅ, στεφάνους ἐπὶ τὰς κεφαλὰς ἐπιθέντες, ἐσφάττομεν, καὶ τά τε κρέα αὐτῶν τοῖς τῇ θυσίᾳ παροῦσι διελόντες ἐδίδομεν φαγεῖν καὶ οἶνον ἐδίδομεν πιεῖν. καὶ πανταχόθεν ἄνθρωποι δεῦρο ᾖσαν πρὸς ἡμᾶς, καὶ δῶρα εἰς τὸ ἱερὸν ἀνετίθεσαν, καὶ ἐδίδοσαν μισθοὺς τῶν ἀκέσεων. ἔτι καὶ νῦν ἐν τῷ ναῷ ἔξεστιν ἰδεῖν τά τ᾿ ἀγάλματα καὶ τοὺς πίνακας οὓς ἐκεῖνοι οἱ ἄνθωποι ἔδοσαν καὶ ἀνέθεσαν. ὅσῳ δὲ μείζονα ἕκαστος ἐδίδου καὶ ἀνετίθει, τοσούτῳ θαυμαστότερα ἐποίει ὁ θεός. τότε μὲν γὰρ ηὐσέβουν πάντες, νῦν δὲ πολλὴ ἀσέβεια λαμβάνει τοὺς ἀνθρώπους. μάλιστα γὰρ αἱ νῦν πόλεις σοφιστὰς βόσκουσιν, ἄνδρας οὐδὲν δρῶντας καὶ ἀργούς, οἳ ζητοῦντες τά τε ὑπὸ γῆς καὶ τὰ οὐράνια, καὶ τὸν ἥττονα λόγον κρείττονα ποιοῦντες, καὶ ἄλλους αὐτὰ ταῦτα διδάσκουσιν· καὶ δὴ καὶ τοὺς νέους διαφθείρουσιν, θεοὺς οὓς ἡ πόλις εἶναι νομίζει οὐ νομίζοντες, ἕτερα δὲ δαιμόνια καινὰ τιθέντες. φεῦ, φεῦ τῆς νῦν ἀσεβείας.”

ἔπειτα δὲ τὰς στήλας καθ᾿ ἑκάστην δηλῶν, “ἰδού,” ἔφη, “αὐτὸς τήνδε τὴν στήλην ἔθηκα, αὐτὸς τὸ τοσοῦτον θαῦμα ἰδών, αὐτόπτης γενόμενος. ἀκούετε οὖν, καὶ μηδὲν πιστεύετέ μοι ὅ τι ἂν μὴ λογιζομένοις ὑμῖν ἀληθὲς φαίνηται· ἔγνωτε γὰρ τὴν τοῦ θεοῦ δύναμιν, ἧς αὐτὸς ὑμῖν πεῖράν τε καὶ τεκμήριον ἔδωκε, οὕτω θαυμαστῶς θεραπεύσας ὑμᾶς.” καὶ τοὺς ὀφθαλμοὺς πρὸς τὸν οὐρανὸν ἄρας, “σὺ δέ, ὦ Ἀσκληπιέ,” ἔφη, “εὐχομένῳ μοι δὸς πᾶσαν τὴν ἀλήθειαν λέγειν· σὺ γὰρ ἔδωκάς τέ μοι τὰ τοσαῦτα πράγματα ἰδεῖν καὶ ἱερέα ἔθηκας ἐμὲ ἐν τούτῳ τῷ ἱερῷ, βουλόμενος τιθέναι ἐμὲ μάρτυρα τῶν σῶν θαυμαστῶν ἰαμάτων.” αὖθις δὲ πρὸς τούς τε ἀνθρώπους καὶ τὸν Φίλιππον προσβλέπων, “γυνή τις,” ἔφη, “Κλεὼ ὀνόματι, πέντ᾿ ἔτη ἐκύησε· ἔπειτα δὲ πρὸς τὸν θεὸν ἱκέτις ἀφίκετο καὶ ἐνεκάθευδεν ἐν τῷ ἀβάτῳ. ἐπεὶ δὲ πρῶτον ἐξῆλθεν ἐξ αὐτοῦ καὶ ἐξέβη ἐκ τοῦ ἱεροῦ (οὐδὲ γὰρ ἀποθνῄσκουσιν ἄνθρωποι οὐδὲ τίκτουσιν αἱ γυναῖκες ἐντὸς τοῦ περιβόλου), παῖδα ἔτεκε, ὃς εὐθὺς γενόμενος αὐτὸς ἀπὸ τῆς κρήνης ἐλούσατο· καὶ ἐγὼ εἶδον αὐτὸ τὸ παιδίον περιπατοῦν ἅμα τῇ μητρί. καὶ ἡ μήτηρ οὐ μόνον πολλὰ χρήματα ἔδωκε τῷ ἱερῷ, ἀλλὰ καὶ μέγιστον πίνακ᾿ ἀνέθηκε, χάριν τῷ θεῷ δοῦναι βουλομένη· ἐπὶ δὲ τὸ ἀνάθημα ἐπεγράψατο· ‘οὐ τὸ τοῦ πίνακος μέγεθος θαυμαστόν ἐστιν, ἀλλὰ τὸ θεῖον πρᾶγμα· πέντε γὰρ ἔτη ἐκύησε ἐν γαστρὶ παῖδα Κλεώ· ἔπειτα δὲ ἐν τῷ ἀβάτῳ ἐκοιμήθη, καὶ ὁ θεὸς αὐτὴν ἔθηκεν ὑγιῆ.’”

ταῦτ᾿ εἰπὼν ἐσίγησεν ὀλίγον χρόνον. οἱ δὲ ἄλλοι μάλα τοὺς τοῦ ἱερέως λόγους ἐθαύμαζον, πάντα ἐνθυμούμενοι ἅπερ εἶπεν. ὁ δὲ Φίλιππος, “διὰ τί δέ,” ἔφη, “ὦ ἱερεῦ, ταῖς γυναιξὶν οὐκ ἔξεστιν τεκεῖν ἐντὸς τοῦ περιβόλου; ἆρα ὑμεῖς οἱ ἱερεῖς τοῦτον τὸν νόμον ἔθετε;” ὁ δὲ ἱερεὺς ἐμβλέψας αὐτῷ καὶ μειδιάσας, “τοὺς τοιούτους νόμους,” ἔφη, “οὐχ ἡμεῖς ἔθεμεν, οἳ ἄνθρωποί ἐσμεν. οἱ γὰρ θεοὶ αὐτοὶ αὐτοὺς ἔθεσαν· οὐδὲν μὲν γὰρ ἀκάθαρτον ἐντὸς τοῦ ἱεροῦ γενέσθαι θεμιτόν ἐστιν· καὶ δήπου ἀκάθαρτοι μέν εἰσιν οἱ νεκροί, ἀκάθαρτοι δὲ καὶ αἱ γυναῖκες αἱ τεκοῦσαι. τοὺς δὲ νῦν ἀνθρώπους (καὶ μάλιστα τοὺς ἐκ τῶν πόλεων, τῶν σοφιστῶν ἐκείνων μαθητάς) οὔτε θεῶν φόβος οὔτε ἀνθρώπων νόμος οὐδεὶς ἀπείργει.”

τέλος δὲ ὁ πατὴρ τοῦ παιδός, “ἡμεῖς μέν, ὦ ἱερεῦ,” ἔφη, “οὐ μαθηταί ἐσμεν ἐκείνων τῶν σοφιστῶν περὶ ὧν ἔλεγες, οὐδὲ ἐν μεγάλῃ τινὶ πόλει οἰκοῦμεν· διὰ τοῦτο οὖν πιστεύομεν καὶ πιστεύσομεν ἀεὶ τῷ θεῷ. ἤδη γὰρ πρὸ τοῦδε χρήματα τ᾿ ἔδομεν καὶ ἀνέθεμεν ἀγάλματ᾿ εἰς τὸ ἱερόν· ὁ γὰρ θεὸς καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ἄλλους ἡμῶν ἐθεράπευσεν. καὶ νῦν δὴ τοῦτο ποιοῦμεν, καὶ ἀεὶ ποιήσομεν.” ὁ δ᾿ ἱερεὺς ἀποκρινάμενος εἶπε· “τὰ δέ τ᾿ ἀγάλματα ἃ ἀνέθετε καὶ τὰ χρήματα ἃ ἔδοτε νῦν μέρος τοῦ θησαυροῦ ἐστι τοῦ θεοῦ, καὶ πᾶσιν ἔξεστιν ἰδεῖν αὐτὰ ἐν τῷ ἱερῷ. τελέαν δὲ ὑγίειαν ἀνταποδώσει ὑμῖν ὁ θεός.”

ὁ δὲ Φίλιππος πρὸς ἄλλην τινὰ στήλην προσβλέψας, καὶ δεικνὺς ἀυτήν, “τί δέ,” ἔφη, “περὶ ἐκείνης τῆς στήλης, ὦ ἱερεῦ; ἆρα καὶ ἐκείνην ὑμεῖς ἔθετε;”

“ἥκιστα,” ἀποκρίναμος εἶπεν ὁ ἱερεύς, “ἀλλ᾿ ἔστι πολλῷ ἀρχαιοτέρα ἡμῶν· ἵππους δὲ Ἱππόλυτον ἀναθεῖναι τῷ θεῷ φησιν εἴκοσιν.”

ὁ δὲ Φίλιππος, “τίνα Ἱππόλυτον,” ἔφη, “λέγεις, ὦ ἱερεῦ;” ὁ μὲν οὖν ἱερεύς, αὐτῷ θαυμάσας ἐμβλέπων· “τί λέγεις, ὦ παῖ; ἆρα τῷ ὄντι ἀγνοεῖς τίς ἐστιν ὁ Ἱππόλυτος; ἀλλ᾿ ἐγὼ τὸν μῦθον διηγήσομαι. ἄκουε δὴ οὖν.”

“ὁ μὲν οὖν Θησεὺς στρατευσάμενος ἐπὶ Ἀμαζόνας ἥρπασε μίαν αὐτῶν, ὀνόματι Ἱππολύτην, ἐξ ἧς ἔσχε παῖδα Ἱππόλυτον. μετὰ δὲ ταῦτα, τὴν πρότερον διαλυσάμενος ἔχθραν, ἄγεται γυναῖκα Φαίδραν, τὴν Μίνωος θυγατέρα. Φαίδρα δὲ ἐρᾷ τοῦ Ἱππολύτου, τοῦ ἐκ τῆς Ἀμαζόνος παιδὸς τοῦ Θησέως, καὶ αἰτεῖται παρ᾿ αὐτοῦ συνελθεῖν ἑαυτῇ. ὁ δέ, μισῶν πάσας τὰς γυναῖκας, τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, κατασχίσασα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας ῥήξασα, ἐκάλεσε τὸν Θησέα, καὶ εἶπεν ὅτι ὁ Ἱππόλυτος ἐπειράσατο βιάζεσθαι αὐτήν. Θησεὺς δέ, πιστεύσας τῇ ψευδεῖ γυναικί, οὐ μόνον τὸν υἱὸν ἐκ τῆς παδρίδος ἐξήλασεν, ἀλλὰ καὶ ηὔξατο Ποσειδῶνι Ἱππόλυτον διαφθεῖραι.

“ἔπεμψεν οὖν πρὸς τὸν υἱὸν ταχύν τινα ἄγγελον. ὁ δὲ τὸν Ἱππόλυτον ηὗρε παρὰ τῇ τραχείᾳ ἀκτῇ παρασκευάζοντα τήν θ᾿ ἅμαξαν καὶ τοὺς ταχεῖς ἵππους. ὡς δὲ ὁ νέος ἤκουσε παρὰ τοῦ ταχέος ἀγγέλου ὅτι ὁ πατὴρ ἐξελαύνει αὐτόν, μάλα λυπεῖται μέν, πείθεται δὲ τῷ πατρὶ οὕτω βουλομένῳ. ‘δεῖ γάρ,’ εἶπε, ‘πείθεσθαι τοῖς τοῦ πατρὸς λόγοις, καὶ εἰ τραχεῖς φαίνονται. οὐκέτι οὖν ἔξεστί μοι εἰς τὴν πόλιν, καίπερ ἡδεῖαν οὖσαν, κατιέναι.’ ταῦτ᾿ εἰπὼν ἐπέβη ἐπὶ τὴν ἅμαξαν, καὶ διὰ ταχέων λαβόμενος χερσὶ τῶν ἡνιῶν τῶν ἵππων, αὐτούς τ᾿ ἤλασε καὶ τῷ κέντρῳ ἐκέντησεν. οἱ δὲ πρόπολοι, μάλα λυπούμενοι καὶ αὐτοί, διὰ τῆς τραχείας καὶ χαλεπῆς ὁδοῦ ἠκολούθησαν αὐτῷ, βραδεῖς ὄντες, ὄπισθεν τῆς ἁμάξης. οὕτω μὲν οὖν ἐβάδιζον παρὰ τὴν θάλατταν.

“ἐξαίφνης δὲ ἤκουσαν βαρύν τινα ψόφον, ὡς βροντὴν Διός, μάλα φοβερόν. καὶ ἔπειτ᾿ ἀνῴδησε τὰ κρύματα ὥστε᾿ ἔκρυπτέ τ᾿ Ἰσθμὸν καὶ τὴν τραχεῖαν πέτραν Ἀσκληπιοῦ· καὶ ἐκ τῆς βαθείας θαλάττης ἐξέπεμψ᾿ ὁ Ποσειδῶν ταῦρον μέγιστον, ἄγριον τέρας. εὐθὺς δὲ δεινὸς φόβος τοῖς ταχέσιν ἵπποις ἐμπίπτει, καὶ οὐδὲν τῷ δεσπότῃ πειθόμενοι· τὸν δ᾿ Ἱππόλυτον πεσόντα ἕλκουσιν ἡνίαις ἐμπλακέντα διὰ τραχειῶν πετρῶν· οὐδ᾿ οἱ δοῦλοι οἳ ἠκολούθουν, βραδεῖς ὄντες, αὐτῷ παρακαλοῦντι βοηθεῖν ἐδύναντο, καίπερ μάλα βουλόμενοι. τέλος δέ, ἐν τῷ τῶν ἵππων ταχεῖ δρόμῳ, αἱ ἡνίαι ἐλύθησαν. οἱ δὲ πρόπολοι προσδραμόντες ηὗρον τὸν δεσπότην μόλις ἐμπνέοντα ἔτι· μετὰ δὲ οὐ πολὺν χρόνον ὁ τάλας ἀπέθανε.

“ἡ δὲ Ἄρτεμις τῷ Θησεῖ παρήγγελεν ὅτι ἀναίτιος ἦν ὁ υἱός. ὁ δὲ Ἀσκληπιὸς ἐκ θανάτου ἀνήγειρεν· ὁ γὰρ θεὸς πάντα ποιεῖν δύναται.”

ταῦτ᾿ εἰπὼν ἐσίγησεν ὁ ἱερεύς. ὁ δὲ πατὴρ τοῦ παιδός· “κάλλιστος μὲν ὁ μῦθος, ὦ ἱερεῦ· δῆλον δέ ἐστιν ὅτι ὁ θεὸς δυνατώτατος. δεῖ δὲ νῦν ἡμᾶς οἴκαδ᾿ ἐπανιέναι. αὔριον δὲ αὖθις ἴμεν πρὸς τὸ ἱερόν, καὶ ἄλλα δῶρα τῷ θεῷ δώσομεν. χαῖρε πολλά, ὦ ἱερεῦ μεγάλου θεοῦ.”

“χαίρετε καὶ ὑμεῖς, ὠγαθοί,” ὁ ἱερεὺς ἀποκρίναμος εἶπεν. ἔπειτα δέ, πρὸς τὸν Φίλιππον βλέψας· “δεῖ δὲ καὶ ἡμᾶς σπεύδειν, ὦ παῖ. κινδυνεύει γὰρ ὁ σὸς πατὴρ σ᾿ ἐπιμένειν πολὺν ἤδη χρόνον. ἆρα οὐ βούλει ἀγγεῖλαι αὐτῷ ὅτι ὁ θεός, εὐμενὴς προσελθών σοι, σ’ ὑγιῆ ἐποίησεν;”

ὁ δὲ Φίλιππος, “μάλιστά γε, ὦ ἱερεῦ,” ἔφη· “οὐδὲν γὰρ μεῖζον εὔχομαι γενέσθαι μοι ἢ αὖθις τὸν πατέρα ἰδεῖν καὶ ἀσπάσασθαι. τί οὖν ἔτι διατρίβομεν; δεῖ γὰρ ἡμᾶς ταχὺ σπεύδειν πρὸς αὐτόν.”

Ο ΑΣΚΛΗΠΙΟΣ (β)

τὸν δὲ Δικαιόπολιν ηὗρον πρὸ τοῦ καταγωγίου καθήμενον. ὁ δὲ ὡς εἶδεν τὸν παῖδα βεβαίως βαδίζοντα καὶ βλέποντα, ἀνέστη καὶ προσδραμὼν ἠσπάζετο αὐτὸν καί, “ὦ φίλτατε παῖ,” ἔφη, “ἆρα ἀληθῶς ὁρῶ σε ὑγιὴ ὄντα; ἆρα ἀληθῶς ἠκέσατό σοι τοὺς ὀφθαλμοὺς ὁ θεός; δεῖ οὖν πλείστην χάριν τῷ Ἀσκληπιῷ ἀποδοῦναι.” καὶ πρὸς τὸν ἱερέα τρεψάμενος· “ἆρ᾿ ἔξεστι θυσίαν ποιεῖσθαι; ἆρ᾿ ἔξεστι καὶ ἄγαλμα ἀναθεῖναι τῷ θεῷ;” ὁ δὲ ἱερεύς· “πῶς γὰρ οὔ; ἔξεστί σοι. ἆρα βούλει καὶ μνημεῖον τῆς ἀκέσεως ἀναθεῖναι ἐν τῷ ἱερῷ; σὺ μὲν γὰρ τρεῖς δραχμάς μοι παράδος, ἐγὼ δὲ θυσίαν ποιήσω καὶ μνημεῖον ἀναθήσω ὑπὲρ σοῦ.” ὁ δὲ Δικαιόπολις οἰμώξας· “τρεῖς δραχμὰς λέγεις; φεῦ τῆς δαπάνης.” ὁ δὲ ἱερεύς· “οὐδὲν λέγεις, ὦ ἄνθρωπε· οὐ γὰρ μεγάλη ἡ δαπάνη. τὴν γὰρ θυσίαν ποιήσω ἐπὶ μιᾷ δραχμῇ, τὸ δὲ μνημεῖον ἀναθήσω ἐπὶ δυοῖν. δός μοι οὖν τρεῖς δραχμάς, εἰ βούλει με ταῦτα ποιῆσαι.” ὁ δὲ Δικαιόπολις· “ἀλλὰ τρεῖς δραχμὰς οὐκ ἔχω· ἀνὴρ γὰρ πένης εἰμί. ἆρα δύο σοι ἀρκοῦσιν;” ὁ δὲ ἱερεύς· “ἔστω· δύο ἀρκοῦσιν, εἰ μὴ πλέον ἔχεις.” ὁ μὲν οὖν Δικαιόπολις δύο δραχμὰς παρέδωκεν, ὁ δὲ ἱερεὺς τὸν ὑπηρέτην καλέσας ἐκέλευσεν ἀλεκτρυόνα ἐνεγκεῖν, καὶ ἡγησάμενος αὐτοῖς πρὸς τὸν βωμὸν τὴν θυσίαν ἐποίησεν.

ὁ δὲ Φίλιππος, “ἀλλὰ δεῖ καὶ ἐμέ,” ἔφη, “δοῦναί τι. τῷ γὰρ θεῷ εἶπον ὅτι τοὺς ἐμοὺς ἀστραγάλους δώσω. ἰδού, τούτους λαβὼν ἀνάθες τῷ θεῷ καὶ γράψον ἐν τῷ μνημείῳ, εἴ σοι δοκεῖ, ὅτι ὁ Φίλιππος τούτους τοὺς ἀστραγάλους τῷ Ἀσκληπιῷ ἀνέθηκε μεγίστην χάριν ἔχων.” ὁ δὲ ἱερεύς· “ἀλλὰ ἡδέως ταῦτα ποιήσω· χαιρήσει γὰρ ὁ θεὸς τούτους δεξάμενος. ἀλλὰ νῦν γε δεῖ ὑμᾶς οἴκαδε πορεύεσθαι. ἄγε δή, ἀκολουθήσω ὑμῖν πρὸς τὰς πύλας.”

ἐν ᾧ δὲ πρὸς τὰς πύλας ἐβάδιζον, ὁ ἱερεὺς τῷ Δικαιοπόλιδι, “σὺ μέν,” ἔφη, “ἐν ταῖς Ἀθήναις νεωστὶ παρῆσθα· εἰπέ μοι οὖν, πῶς ἔχει τὰ πράγματα; πότερον πόλεμος ἔσται πρὸς τοὺς Λακεδαιμονίους ἢ εἰρήνην δυνήσεσθε σῴζειν; δῆλον γάρ ἐστιν ὅτι οἱ Κορίνθιοι τοὺς Λακεδαιμονίους εἰς πόλεμον ὀτρύνουσιν, ἐχθροὶ ὄντες τοῖς Ἀθηναίοις. τίνα οὖν γνώμην ἔχεις; ἆρα δίκας τῶν διαφορῶν ἐθελήσουσι διδόναι ἢ πολέμῳ τὰς διαφορὰς διαλύσονται μᾶλλον ἢ λόγοις;”

ὁ δὲ Δικαιόπολις· “πάλαι μὲν ἐχθροί εἰσιν οἱ Κορίνθιοι καὶ ἡμῖν ἐπιβουλεύουσιν, ὅμως δὲ πόλεμον οὐ ποιήσοντινα οἱ Λακεδαιμόνιοι· ἀεὶ γὰρ ἡσυχάζουσι, τὸ τῶν Ἀθηναίων κράτος φοβούμενοι.” ὁ δὲ ἱερεύς· “ἀλλ᾿ οὐ δήπου φοβοῦνται τοὺς Ἀθηναίους οἱ Λακεδαιμόνιοι· ἔστι γὰρ στρατὸς αὐτοῖς τε καὶ τοῖς συμμάχοις μέγιστος δή, ᾧπερ οὐ τολμήσουσιν οἱ Ἀθηναῖοι ἀντέχειν κατὰ γῆν.” ὁ δὲ Δικαιόπολις ἀποκρινάμενος εἶπεν· “ἀλλ᾿ ἡμεῖς τῆς γε θαλάττης κρατοῦμεν, ὥστε πλέονα ἔχομεν τὰ τοῦ πολέμου· πλεῖστα μὲν γὰρ χρήματά ἐστιν ἡμῖν, πλεῖσται δὲ νῆες· οὔκουν δυνήσονται ἡμᾶς βλάπτειν οὐδὲ μακρὸν πόλεμον νικῆσαι, οὐδ᾿ οὖν τολμήσουσιν ἡμῖν ἐπιστρατεῦσαι.” ὁ δὲ γέρων· “σὺ μὲν δῆλος εἶ τῇ τε σῇ πόλει μάλα πιστεύων καὶ τῷ κράτει αὐτῆς. διὰ τοῦτο μέντοι, ὡς ἔμοιγε δοκεῖ, πόλεμον ποιήσονται οἱ Λακεδαιμόνιοι, διότι τὸ τῶν Ἀθηναίων κράτος φοβούμενος οὐκ ἐθελήσουσι περιορᾶν αὐτὸ αὐξανόμενον. ὅμως δὲ χαιρήσω ἐὰν σὺ μὲν ὀρθῶς γιγνώσκων φανῇς, ἐγὼ δὲ ἁμαρτάνων.”

ἤδη δὲ εἰς τὰς πύλας παρῆσαν. χαίρειν οὖν τὸν γέροντα κελεύσαντες ὅ τε Δικαιόπολις καὶ ὁ παῖς ἐπορεύοντο.

Η ΕΝ ΤΑΙΣ ΠΛΑΤΑΙΑΙΣ ΝΙΚΗ

ὁ δὲ Μαρδόνιος μαθὼν ὅτι οἱ Λακεδαιμόνιοι ἤδη στρατεύονται, τὰς Ἀθήνας ἐμπρήσας καὶ πάντα τά τε οἰκήματα καὶ τὰ ἱερὰ διαφθείρας, εἰς τὴν Βοιωτίαν ὑπεξεχώρει. οἱ μὲν οὖν Λακεδαιμόνιοι προϊόντες εἰς τὴν Ἀττικὴν ἀφίκοντο, οἱ δὲ Ἀθηναῖοι διαβάντες ἐκ τῆς Σαλαμῖνος τοῖς Πελοποννησίοις συνεμίγησαν.

ἐπεὶ δὲ εἰς τὴν Βοιωτίαν ἀφίκοντο, ἔγνωσαν ὅτι οἱ βάρβαροι ἐπὶ τῷ Ἀσωπῷ ποταμῷ στρατοπεδεύονται· ἀντετάσσοντο οὖν ἐπὶ λόφῳ τινί. ὁ δὲ Μαρδόνιος, ὡς οὐ κατέβαινον εἰς τὸ πεδίον οἱ Ἕλληνες, πᾶν τὸ ἱππικὸν ἐξέπεμψεν ἐπ᾿ αὐτούς. οἱ δὲ Ἕλληνες τό τε ἱππικὸν ἐώσαντο καὶ αὐτὸν τὸν στρατηγὸν ἀπέκτειναν, ὥστε ἐθάρρησαν πολλῷ μᾶλλον. μετὰ δὲ ταῦτα ἔδοξεν αὐτοῖς καταβῆναι πρὸς τὰς Πλαταιάς. οἱ δὲ βάρβαροι, μαθόντες ὅτι οἱ Ἕλληνές εἰσιν ἐν Πλαταιαῖς, καὶ αὐτοὶ ἐκεῖσε ἐπορεύοντο. ὁ δὲ Μαρδόνιος τὸν στρατὸν ἔταξεν ὡς μαχούμενος.

ἕνδεκα μὲν οὖν ἡμέρας ἔμενον, οὐδέτεροι βουλόμενοι μάχης ἄρξαι· τῇ δὲ δωδεκάτῃ τῷ Παυσανίᾳ ἔδοξεν αὖθις μεταστῆναι· ἅμα μὲν γὰρ σίτου ἐδέοντο καὶ ὕδατος, ἅμα δὲ κακὰ ἔπασχον ὑπὸ τοῦ ἱππικοῦ ἀεὶ προσβάλλοντος. νύκτα οὖν μείναντες ἐπορεύοντο. ἐπεὶ δὲ ἐγένετο ἡμέρα, ὁ Μαρδόνιος εἶδε τὸ τῶν Ἑλλήνων στρατόπεδον ἔρημον ὄν· τοὺς οὖν Ἕλληνας δρόμῳ ἐδίωκεν. καὶ πρῶτον μὲν οἱ βάρβαροι τοὺς Ἀθηναίους κατέλαβον, οἳ ἀνδρειότατα μαχόμενοι τὸ ἱππικὸν ἐώσαντο. ἔπειτα δὲ ὁ Μαρδόνιος τοῖς Λακεδαιμονίοις ἐνέπεσεν, καὶ καρτερὰ ἐγένετο μάχη. ἐπεὶ δὲ αὐτὸς ὁ Μαρδόνιος ἀπέθανεν, οἱ βάρβαροι τρεψάμενοι εἰς τὸ στρατόπεδον οὐδενὶ κόσμῳ ἔφυγον.