ἡμέρας δὲ γενομένης τὸν ποιμένα χαίρειν κελεύσαντες ἐπορεύοντο καὶ τέλος ἀφίκοντο εἰς ἄκρα τὰ ὄρη, ἀφ᾿ ὧν κατεῖδον τό τε πεδίον κάτω κείμενον καὶ τείχη τινὰ ἐπὶ λόφου ἑστηκότα. ὁ δὲ Φίλιππος τὸν πατέρα στήσας, “πάππα,” ἔφη, “τείχη τινὰ μεγάλα ὁρῶ ἐπ᾿ ἐκείνου τοῦ λόφου ἑστηκότα. ἀλλ᾿ εἰπέ μοι, τίνα ἐστίν;” ὁ δὲ Δικαιόπολις πολύν τινα χρόνον πρὸς τὰ τείχη βλέπων, “ἐκεῖνά ἐστιν, ὦ παῖ,” ἔφη, “ὡς ἐμοὶ δοκεῖ, τὰ τῶν Μυκηνῶν τείχη.” ὁ δὲ Φίλιππος, “ἆρα ἀληθῆ λέγεις;” ἔφη. “ἆρα ἐκεῖ ᾤκησεν ὁ Ἀγαμέμνων; ἆρα ἔξεστιν ἡμῖν ἐκεῖσε καταβῆναι καὶ τὰ τοῦ Ἀγαμέμνονος δώματα θεωρεῖν;” ὁ δὲ Δικαιόπολις· “ἔξεστι καταβῆναι, εἴ σοι δοκεῖ. οὐ γὰρ μάλα πολὺ ἀπέχει τὰ τείχη τῆς ὁδοῦ, καί (ὀψὲ γάρ ἐστιν) τὴν νύκτα ἐντὸς τῶν τειχῶν ἀσφαλεῖς μενοῦμεν.”
οὕτως εἰπών, τῷ παιδὶ κατὰ τὸ ὄρος ἡγήσατο. δι᾿ ὀλίγου οὖν τοῖς τείχεσιν ἐπλησίαζον, καὶ ἐπὶ τὸν λόφον ἀναβάντες εἰς τὰς πύλας ἀφίκοντο. ὁ δὲ Φίλιππος τὰ τείχη θεώμενος τὸ μέγεθος ἐθαύμαζε καί, “ὦ πάτερ,” ἔφη, “γίγαντες δήπου ταῦτα τὰ τείχη ᾠκοδόμησαν· ἄνθρωποι γὰρ τοσούτους λίθους αἴρειν οὐκ ἐδύναντο.” ὁ δὲ Δικαιόπολις, “ἀληθῆ λέγεις, ὦ τέκνον,” ἔφη· “οἱ γὰρ Κύκλωπες, ὥς φασιν, ταῦτα ἐποίησαν. ἀλλ᾿ ἰδού, βλέπε ἄνω.” ὁ δὲ Φίλιππος ἀναβλέπων δύο λέοντας λιθίνους εἶδε τὰς πύλας φυλάττοντας. τούτους δὲ θεασάμενοι προὐχώρουν, καὶ εἰς ἄκρον τὸν λόφον ἀφικόμενοι ἐν αὐτοῖς τοῖς δώμασι τοῦ Ἀγαμέμνονος ἵσταντο, τό τε πεδίον καθορῶντες καὶ τὴν θάλατταν τῷ ἡλίῳ λαμπομένην.
ἐξαίφνης δὲ ἔφριξεν ὁ Φίλιππος καὶ εἰς φόβον κρυερὸν κατέστη. “ὦ πάτερ,” ἔφη, “οὐκ ἀρέσκει μοι οὗτος ὁ τόπος. αἵματος γὰρ ὄζει.” ὁ δὲ Δικαιόπολις, “μηδὲν φοβοῦ, ὦ τέκνον,” ἔφη· “ἴσως αἱ Ἐρινύες Ἀγαμέμνονός τε καὶ τῆς παγκάκου γυναικὸς ἔτι καὶ νῦν περιφοιτῶσιν. ἀλλ᾿ οὐ βλάψουσί σε, τέκνον. ἐλθέ. δός μοι χεῖρα. ἐγώ σοι ἡγήσομαι.” καὶ οὕτως εἰπών, τῷ παιδὶ ὡς τάχιστα κάτω ἡγήσατο.
ἐν ᾧ δὲ κατέβαινον, ὁ Δικαιόπολις, “ἐμοῦ παιδίου ὄντος,” ἔφη, “ὦ φίλον τέκνον, Αἰσχύλος ὁ ποιητὴς ἔκμαζεν ἐν Ἀθήναις. ὅτε μὲν οὖν παῖς δώδεκα ἐτῶν ἦν, ὁ πάππος μ᾿ ἤγαγεν εἰς ἄστυ ὡς θεασόμενον τραγῳδίας τινὰς τούτου τοῦ ποιητοῦ, ὃς ἐφαίνετο ὢν ἄριστος πάντων τῶν τότε. τὰ γὰρ δράματα αὐτοῦ μέγεθος εἶχε, καὶ ἡδεῖ λόγῳ ἔλεον καὶ φόβον ἐν τοῖς θεαταῖς ἤγειρεν. ἐγὼ μὲν μάλα τὰς τραγῳδίας αὐτοῦ τὰς περὶ Ἀγαμέμνονος καὶ Ὀρέστου ἐθαύμασα παῖς ὤν. νῦν δὲ ἐνταῦθα τυγχάνομεν ὄντες, ὅπου ὅ τε Αἴγισθος καὶ ἡ Κλυταιμήστρα αὐτὸν τὸν Ἀγαμέμνονα ἐφόνευσαν· καὶ οὐ μόνον οὐκ ἔλαθές με φρίξας σύ, ἀλλ᾿ εἰκότως γε αὐτὸς φρίττω ἀναμιμνῃσκόμενος ἐκείνων τῶν κραμάτων.”
ὁ δὲ Φίλιππος· “ἀλλὰ πῶς εἶπε τὸν μῦθον ἐκεῖνος ὁ ποιητής; διηγοῦ μοι, ὦ πάτερ.”
ὁ μὲν οὖν Δικαιόπολις, “ἄκουε δή,” ἔφη, “ὦ φίλε παῖ· οἱ γὰρ ἄριστοι τῶν ποιητῶν οὐ μόνον ἐκ τῆς ὄψεως τὸ φοβερὸν καὶ ἐλεεινὸν ἐγείρουσιν, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων· οὕτω γὰρ συνιστᾶσι τὰ τῶν μύθων πράγματα ὥστε καὶ ἄνευ τοῦ ὁρᾶν τὸν ἀκούοντα καὶ φρίττειν καὶ ἐλεεῖν.”
ἐκάθισαν μὲν οὖν ὅ τε Φίλιππος καὶ ὁ πατὴρ ἐν τοῖς Μυκηνῶν ἐρειπίοις. σιωπὴ δὲ πολλὴ ἦν περὶ αὐτούς, καὶ μακραὶ ἦσαν αἱ σκιαὶ τῶν τε σωμάτων καὶ τῶν πετρῶν πολὺ προϊοῦσαι. ὁ δὲ ἄνεμος, πνέων διὰ τῶν τειχῶν, ἐσύριττεν οὕτω φοβερῶς ὥστε αἱ τῶν νεκρῶν ψυχαὶ ἐν ἐκείνοις τοῖς τόποις στενάζειν καὶ οἰμώζειν ἐφαίνοντο.
ὠρρώδησε μὲν οὖν ὁ παῖς. ὁ δὲ πατὴρ οὕτως ἀρχὴν ἐποιήσατο τοῦ λόγου· “ὁ Ἀγαμέμνων, εἰς Ἴλιον ἀπιών, τὴν Κλυταιμήστραν, τὴν ἑαυτοῦ γυναῖκα, οἴκοι κατέλιπε, εἰπὼν ὅτι, ἐὰν νικήσῃ καὶ τὸ Ἴλιον πορθήσῃ, τῆς αὐτῆς ἡμέρας σημανεῖ διὰ τῶν πυρῶν (οὐ γὰρ ἀγνοεῖς, ὦ παῖ, ὅτι διὰ τῶν πυρῶν αἱ ἀγγελίαι πολλῷ φθάνουσιν ἀφικνόμεναι τοὺς ναυσὶ πλέοντας). διὰ τοῦτο ἡ Κλυταιμήστρα φύλακα σκοπὸν ἔστησεν· ἐκεῖνος δὲ καθ᾿ ἑκάστην νύκτα ἐφύλαττέ τε καὶ κατεσκόπει τὸ λαμπάδος σημεῖον, τὸ πῦρ φέρον ἐκ Τροίας τὴν τῆς νίκης ἀγγελίαν.
“δέκα δὲ ἤδη ἔτη ὁ Ἀγαμέμνων ἀπῆν. ἐν δὲ τούτῳ Αἴγισθος, ὅς, ἀνεψιὸς τοῦ Ἀγαμέμνονος ὤν, ἐν τοῖς δώμασιν αὐτοῦ ᾤκει, ἐπεθύμησε συνελθεῖν τῇ Κλυταιμήστρᾳ καὶ αὐτὴν μοιχεῦσαι. ἡ δὲ πρῶτον μὲν οὐκ ἤθελεν· ἔπειτα δὲ τῷ Αἰγίσθῳ εἶξε, καὶ οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ ὅλην τὴν πόλιν καθ᾿ ἡμέραν εἰς τὰς ἐσχάτας αἰσχύνας καθίστη· ἐκείνη δίπους λέαινα συγκοιμωμένη / λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, ὥσπερ λέγει αὐτὸς ὁ ποιητής. μοιχεύουσα γὰρ οὐκ ἔλαθε τοὺς πολίτας, οἱ δὲ οὐκ ἐτόλμων περὶ τούτου τοῦ πράγματος διαλέγεσθαι.
“τῷ δὲ δεκάτῳ ἔτει ὁ σκοπός, ἰδὼν τὸ σημεῖον τὸ τοῦ πυρός, ἀπήγγειλε τῇ δεσποίνῃ· καὶ ἅμα οἱ πρεσβύτεροι (οἱ συνιστᾶσι τὸν χορόν) τοῖς δώμασι προσχωροῦσιν· ἔτυχον γὰρ θυόμενοι, καὶ ἐκ τῶν θυσιῶν προῄσθοντο νέον τι γιγνόμενον. μετὰ δὲ οὐ πολὺν χρόνον κῆρυξ παραγίγνεται, καὶ τὰ περὶ Ἀγαμέμνονος οἴκαδε ἅμα τοῖς ἑταίροις πλέοντος διηγεῖται.
“ἡ δὲ Κλυταιμήστρα, προσποιουμένη μάλα χαίρειν, ἐκέλευσε τὰς ἀμφιπόλους παρασκευάζειν ὅσ᾿ ἔδει. ἐν ᾧ δὲ αὗται ἵστασαν χοροὺς παρθένων τε καὶ παίδων, καὶ ἐλάμβανον τάπιδας ποικίλας, ἡ βασίλεια ἔφθασεν αὐτὰς ἀπαντῶσα τῷ Ἀγαμέμνονι εἰσιόντι εἰς τὴν πόλιν ἐφ᾿ ἅρματος· εἵπετο δὲ αὐτῷ ἅμαξα, ἔνθα ἦν τά τ᾿ ἄλλα λάφυρα καὶ δὴ καὶ Κασσάνδρα, ἡ τοῦ Πριάμου θυγάτηρ (ἣ ἐκ τοῦ Ἀπόλλωνος ἔμαθε τὴν μαντικήν· ἀλλ᾿ ἐπεὶ οὐκ ἠθέλησεν αὐτῷ συνελθεῖν, ὁ θεὸς οὕτως ἐκόλασεν ὥστε οὐδεὶς αὐτῇ μαντευομένῃ ἐπείθετο).
ὁ μὲν οὖν Ἀγαμέμνων προεισέρχεται εἰς τὸν οἶκον σὺν τῇ Κλυταιμήστρᾳ, ἡ δὲ Κασσάνδρα, ἱσταμένη πρὸ τῶν πυλῶν τῶν βασιλείων, προμαντεύεται τὸν ἑαυτῆς καὶ τοῦ Ἀγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν, καὶ εἰσπηδᾷ ὡς ἀποθανουμένη, ῥίψασα τὰ στέμματα. ὅτε δὲ ἐθεασάμεθα τοῦτο τὸ μέρος τοῦ δράματος, ἐγὼ καὶ ὁ πάππος μάλα ἐθαυμάσαμεν, ὡς ἔχον μέγεθός τι καὶ ἔκπληξιν. Ἄπολλον, Ἄπολλον, ἔκραζε, ἆ ποῖ ποτ᾿ ἤγαγές με; φεῦ, φεῦ, καὶ ἄλλα τοιαῦτα ἃ φρίττειν ἐποίει ἡμᾶς θεωμένους τε καὶ ἀκούοντας.
μετὰ δὲ ταῦτα ἠκούσαμεν τοῦ Ἀγαμέμνονος φοβερὰς ἱστάντος κραυγάς. ὁ γὰρ Αἴγισθος καὶ ἡ Κλυταιμήστρα τὸν Ἀγαμέμνονα ἤγαγον εἰς τὸ βαλανεῖον· ἐκεῖ δὲ ὁ βασιλεὺς ἀποδυσάμενος τῷ λουτρῷ ἐχρήσατο· μετὰ δὲ τὸ λουτρὸν ἡ Κλυταιμήστρα ἔδωκεν αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον· ἐν ᾧ δὲ ὁ Ἀγαμέμνων ἐνδύεται τοῦτον, ἡ πονηρὰ γυνὴ ἅμα τῷ Αἰγίσθῳ δὶς πλήττουσιν αὐτὸν τῷ πελέκει, καὶ ἀποκτείνουσιν αὐτὸν ὥσπερ βοῦν ἐπὶ φάτνῃ.”
ταῦτ᾿ εἰπὼν ὁ Δικαιόπολις ἐσίγησεν ὀλίγον χρόνον. ἡ δὲ τοῦ ἀνέμου ἠχὴ διὰ τῶν πετρῶν πνέοντος ἐφαίνετο φωνὴ ἀλαλάζοντος ἀνθρώπου. ὁ δὲ Φίλιππος φρίξας τε καὶ περισκοπῶν, “φοβοῦμαι, ὦ πάτερ,” ἔφη, “τοῦτον τὸν τόπον.” ἀναστὰς δέ· “τί οὐκ ἀπερχόμεθα, ὦ πάππα φίλε; ὀρρωδῶ γάρ, διότι αἱ Ἐρινύες φαίνονταί μοι ἔτι καὶ νῦν ἐνθάδε ἀλᾶσθαι.”
ἔδοξεν οὖν αὐτοῖς μὴ ἐγγὺς τῶν Μυκηνῶν νυκτερεύειν, ἀλλὰ τὰ τείχη καταλιπόντες προῇσαν ἐπὶ τῆς Κορίνθου. δι᾿ ὀλίγου δέ, ἤδη καταδύντος τοῦ ἡλίου, εἰς κώμην τινὰ ἀφίκοντο. ἐκεῖ δὲ αὐτουργός τις αὐτοῖς πρὸς τῇ ὁδῷ ἀναπαυομένοις ἐντυχὼν ᾤκτιρε καὶ οἴκαδε ἤγαγεν. ἡ μὲν οὖν γυνὴ αὐτοῦ σῖτον παρέσχεν, ὁ δὲ αὐτουργὸς ἐκέλευσεν αὐτοὺς ἐγγὺς τοῦ πυρὸς καθίσαι. ἐπεὶ δὲ ἐδείπνησαν, ὁ αὐτουργὸς ἤρετο αὐτοὺς ποῖ πορεύονται, καὶ ἀκούσας ὅτι πρὸς τὴν Κόρινθον πορεύονται, “ἡ Κόρινθος,” ἔφη, “πολὺ ἀπέχει. οὔκουν δύνασθε ἐκεῖσε ἀφικέσθαι τήμερον. ἀλλ᾿ εἰ δοκεῖ, ἔξεστιν ὑμῖν ἐνθάδε νυκτερεύειν.” οἱ δὲ χάριν μεγίστην αὐτῷ ἀπέδοσαν καὶ ἐγγὺς τοῦ πυρὸς κατέκειντο. τῇ δὲ ὑστεραίᾳ, ἀνατέλλοντος τοῦ ἡλίου, τὸν αὐτουργὸν χαίρειν κελεύσαντες ἐπὶ τῆς Κορίνθου ἔσπευδον. ἀλλὰ μακρὰ ἦν ἡ ὁδός, καὶ ἑσπέρας ἤδη γιγνομένης εἰς τὴν πόλιν ἀφίκοντο καὶ καταγώγιον ἐζήτουν.
προσιόντες οὖν πρὸς ἄνδρα τινὰ ὃς διὰ τῆς ὁδοῦ παρῄει, ἤροντο ποῦ ἐστι καταγώγιόν τι. ὁ δὲ δεινὸν βλέψας καὶ εἰς ὀργὴν καταστάς, “πρὸς τῶν σιῶν,” ἔφη, “Ἀθαναῖοι φαίνεσθε ἐόντες. τί βούλεσθε; τί δὰ πράττετε ἐν τᾷ Κορίνθῳ;” τοῖς δὲ παροῦσι βοήσας, “δεῦρο ἕρπετε,” ἔφη, “φίλοι. Ἀθαναῖοί τινες πάρεντιν· κατάσκοποι δάπου ἐντίν, οἳ ἦνθον τὰ νεώρια κατασκεψόμενοι.” ὁ δὲ Δικαιόπολις· “τί λέγεις, ὦ ἄνθρωπε; οὔκ ἐσμεν κατάσκοποι ἀλλ᾿ αὐτουργοί, οἵπερ ἀπὸ τῆς Ἐπιδαύρου Ἀθήναζε ἐπανερχόμεθα.” ἀλλ᾿ ἤδη συνῆλθεν ὅμιλος Κορινθίων οἳ ἀγρίως ἐβόων· ἔνιοι δὲ καὶ λίθους ἐλάμβανον ὡς αὐτοὺς βαλοῦντες.
ὁ οὖν Δικαιόπολις εἰς φόβον καταστάς, “φύγε, Φίλιππε,” ἔφη, “ὡς τάχιστα.” οἱ μὲν οὖν ἔφυγον πρὸς τὰς πύλας, οἱ δὲ Κορίνθιοι διώκοντες λίθους ἔβαλλον. τρέχοντες δὲ ὅ τε Φίλιππος καὶ ὁ πατὴρ τοὺς διώκοντας ἔφυγον καὶ ἔλαθον ἐν τάφρῳ τινὶ κρυψάμενοι, ἐν ᾗ ἅπασαν τὴν νύκτα ἔμενον. ἡμέρας δὲ γενομένης εὐθὺς ἐπορεύοντο καὶ πάντας ἀνθρώπους ἔλαθον ταχέως σπεύδοντες. ὡς δὲ τοῖς Μεγάροις προσεχώρουν, οὐκ εἰσῆλθον εἰς τὴν πόλιν ἀλλὰ παρῆλθον ἔξω τῶν τειχῶν. οὕτως οὖν τέλος ἔλαθον εἰς τὴν Ἀττικὴν εἰσελθόντες, καὶ ἐπεὶ πρῶτον ἀφίκοντο εἰς τὴν Ἐλευσῖνα, κείμενοι πρὸς τῇ ὁδῷ ἀνεπαύοντο· πολλὰ γὰρ καὶ δεινὰ παθόντες μάλα ἔκαμνον, ὥστε οὐκ ἐδύναντο προϊέναι.
λέγομεν ὅτι ἔν τε τῷ Μαραθῶνι μόνοι ἐκινδυνεύσαμεν τοῖς βαρβάροις μαχόμενοι καὶ ἐπεὶ τὸ δεύτερον ἦλθον, οὐ δυνάμενοι κατὰ γῆν ἀμύνεσθαι, εἰσβάντες εἰς τὰς ναῦς πανδημεὶ ἐν Σαλαμῖνι ἐναυμαχήσαμεν, ὥστε οὐκ ἐδύναντο οἱ βάρβαροι κατὰ πόλιν ἐπιπλέοντες τὴν Πελοπόννησον διαφθείρειν. τεκμήριον δὲ μέγιστον τούτων αὐτοὶ οἱ βάρβαροι ἐποίησαν· ἐπεὶ γὰρ ταῖς ναυσὶν ἐνικήσαμεν, ἐκεῖνοι ὡς τάχιστα τῷ πλέονι τοῦ στρατοῦ ἀνεχώρησαν.
οἱ δὲ Ἀθηναῖοι ἐν τούτοις τρία τὰ ὠφελιμώτατα παρέσχομεν, ἀριθμόν τε νεῶν πλεῖστον, καὶ ἄνδρα στρατηγὸν σοφώτατον, καὶ προθυμίαν ἀοκνοτάτην. νεῶν μὲν γὰρ τὰ δύο μέρη τῶν πασῶν παρέσχομεν, Θεμιστοκλέα δὲ στρατηγόν, ὃς ἔπεισε τοὺς ἄλλους στρατηγοὺς ἐν τοῖς στενοῖς ναυμαχῆσαι, προθυμίαν δὲ τοσαύτην ἐδηλώσαμεν ὥστε ἐπεὶ ἡμῖν κατὰ γῆν οὐδεὶς ἐβοήθει, ἐκλιπόντες τὴν πόλιν καὶ τὰ οἰκεῖα διαφθείραντες, εἰσβάντες εἰς τὰς ναῦς ἐκινδυνεύσαμεν. ὑμεῖς μὲν γὰρ ἐπεὶ ἐφοβεῖσθε ὑπὲρ ὑμῶν καὶ οὐχ ἡμῶν, ἐβοηθήσατε (ὅτε γὰρ ἦμεν ἔτι σῶοι, οὐ παρεγένεσθε)· ἡμεῖς δὲ κινδυνεύοντες ἐσώσαμεν ὑμᾶς τε καὶ ἡμᾶς αὐτούς.
τοσαύτην τε προθυμίαν τότε δηλώσαντες καὶ τοσαύτην γνώμην, ἆρ᾿ ἄξιοί ἐσμεν, ὦ Λακεδαιμόνιοι, τοσαύτης ἔχθρας τῶν Ἑλλήνων διὰ τὴν ἀρχὴν ἣν ἔχομεν; καὶ γὰρ αὐτὴν τήνδε ἀρχὴν ἐλάβομεν οὐ βιασάμενοι, ἀλλὰ ὑμῶν οὐκ ἐθελησάντων παραμεῖναι πρὸς τὰ ὑπόλοιπα τῶν βαρβάρων, ἡμῖν δὲ προσελθόντων τῶν συμμάχων καὶ αὐτῶν αἰτησάντων ἡμᾶς ἡγεμόνας καταστῆναι.