Chapter 21 (α and β)

ΤΑ ΜΥΣΤΗΡΙΑ

ὁ μὲν οὖν Δικαιόπολις περισκοπῶν τε καὶ ἰδὼν φρέαρ τι, “ἰδού, ὦ Φίλιππε,” ἔφη, “ἐκεῖνό ἐστι τὸ φρέαρ ὃ Καλλίχορον καλοῦσιν. παρ᾿ αὐτῷ γὰρ ἐκάθισεν ἡ Δημήτηρ, βουλομένη ἀναπαύεσθαι, ὥσπερ ἡμεῖς, ἐκ μακρᾶς ὁδοῦ. οὐ γὰρ ἀγνοεῖς ὅτι ὁ Πλούτων ἥρπασε τὴν Περσεφόνην, τὴν Δήμητρος θυγατέρα· Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιῄει. ὁ δὲ τόπος δι᾿ οὗ λέγουσιν ὅτι Πλούτων κατέβη εἰς Ἅιδου (ᾅδου) οὐ μακρὰν ἀπέχει τῆς πόλεως. ἐνταῦθα δέ, παρὰ τῷ φρέατι, πρῶτον αἱ τῶν Ἐλευσινίων γυναῖκες χορὸν ἔστησαν καὶ ᾖσαν πρὸς τὴν θεόν. ἔπειτα δὲ Δημήτηρ πρὸς Κελεὸν ἦλθε, τὸν βασιλεύοντα τότε Ἐλευσινίων· ἔνδον δ᾿ οὐσῶν γυναικῶν, καὶ λεγουσῶν τούτων παρ᾿ αὐτὰς καθίσαι, γραῖά τις, Ἰάμβη ὀνόματι, σκώψασα, τὴν θεὸν ἐποίησε μειδιᾶσαι. ὁ μὲν οὖν Κελεὸς καὶ ἡ γυνὴ αὐτοῦ, ὀνόματι Μετάνειρα, οὕτω φίλως Δήμητρα ἐδέξαντό τε καὶ ηὐεργέτησαν ὥστε ἡ θεὰ δωρεὰς διττὰς ἔδωκεν, αἳ μέγισται τυγχάνουσιν οὖσαι· τούς τε καρπούς, δι᾿ οὓς ἔξεστιν ἡμῖν μὴ θηριωδῶς ζῆν, καὶ τὴν τελευτήν, ἧς οἱ μετασχόντες περί τε τῆς τοῦ βίου τελευτῆς καὶ τοῦ σύμπαντος αἰῶνος ἡδίους τὰς ἐλπίδας ἔχουσιν.”

αὐτοῦ δὲ ἔτι ταῦτα λέγοντος, ἐξαίφνης φωνῆς ἤκουσαν ὥσπερ πολλῶν ἀνθρώπων ἅμα ᾀδόντων. ὁ δὲ Φίλιππος, “τί τοῦτό ἐστιν,” ἔφη, “ὦ πάτερ;” ὁ δὲ Δικαιόπολις ἀναστάς, “σῖγα δὴ ὀλίγον χρόνον,” ἔφη, “ὦ παῖ, ἵνα σαφῶς τῆς φωνῆς ἀκούω.” “πόθεν δέ,” ἔφη ὁ Φίλιππος, “γίγνεται ἡ φωνή;” ὁ μὲν οὖν Δικαιόπολις, προσέχων τὸν νοῦν τῇ φωνῇ πόρρωθεν προσγιγνομένῃ, “ἐκ τῆς ἱερᾶς ὁδοῦ,” ἔφη, “ὥς γε ἐμοὶ φαίνεται, τῆς πρὸς Ἀθήνας ἀγούσης.” ὁ δὲ Φίλιππος· “τί οὖν οὐκ ἔρχῃ ἐκεῖσε, ἵνα σαφέστερον ἀκούσῃς;” καὶ ὁ Δικαιόπολις ἀποκρινάμενος· “ἔλθωμεν δὲ ἀμφότεροι, καὶ ἅμα ἀκούωμεν· φαίνεται γάρ μοι εἶναι ἡ φωνὴ ὁ μυστικὸς ἴακχος.” προσελθόντων δὲ αὐτῶν πρὸς τὴν ἱερὰν ὁδὸν ἵνα σαφέστερον ἀκούωσιν, ὁ Δικαιόπολις ἐπιστάς τε καὶ κατέχων τὸν παῖδα, “οὐ κατήκουσας;” ἔφη. “τίνος;” εἶπεν ὁ Φίλιππος. ὁ δὲ πατήρ, “αὐλῶν ἠχῆς,” ἔφη. ὁ μὲν οὖν παῖς τῇ φωνῇ προσέχων, “ἔγωγε,” ἔφη· “καὶ δᾴδων γέ με αὔρα τις εἰσέπνευσε μυστικωτάτη.” “ἀλλ᾿ ἡσυχίαν ἄγωμεν,” ἔφη ὁ Δικαιόπολις, “καὶ ἐνταῦθα ἱστάμενοι ἀκούωμεν.”

ἡ δὲ φωνὴ προσιοῦσα ἀεὶ μείζων ἐγίγνετο·

“Ἴακχ᾿, ὦ Ἴακχε.
Ἴακχ᾿, ὦ Ἴακχε.”

ὁ μὲν οὖν Φίλιππος, “τοῦτ᾿ ἔστιν ἐκεῖνο,” ἔφη, “ὃ εἶπες, ὦ πάτερ· φαίνονται γὰρ ὄντες ἄνθρωποι ᾄδοντες τὸν ἴακχον.” “καὶ ἐμοὶ δοκοῦσιν,” εἶπεν ὁ Δικαιόπολις· “ἀλλὰ τίς ἐστιν ἡμέρα τήμερον;” ὁ δὲ Φίλιππος ἀποκρινάμενος, “βοηδρομιῶνος,” ἔφη, “κινδυνεύει εἰκὰς εἶναι, ὦ πάππα, ᾗ οἱ Ἀθηναῖοι τὸν μυστικὸν ἴακχον ἐξ ἄστεως Ἐλευσίναδε πέμπουσιν.” “προσιόντες οὖν ἥσυχοι ἔχωμεν, ἵνα σαφῶς ἀκροασώμεθά τε καὶ ἴδωμεν.” ἐνταῦθα δὲ τὴν πομπὴν ὁρῶσι πόρρωθεν προσχωροῦσαν.

οἱ μὲν οὖν κήρυκες, τοῖς ἄλλοις πᾶσι προηγούμενοι, βοῶντες ἵνα τοὺς μὴ καθαροὺς ὄντας ἀφιστῶσί τε καὶ ἀποπέμπωσιν, “εὐφημεῖν χρή,” φασίν, “καὶ ἐξίστασθαι τοῖς ἡμετέροις χοροῖς ὅστις ἄπειρός ἐστι τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει.” οἱ δὲ ἄλλοι, ἵνα ὑμνῶσι Δήμητρα καὶ Ἴακχον, πρῶτον μέν, “Δήμητερ,” ᾄδουσιν,

“ἁγνῶν ὀργίων
ἄνασσα, συμπαραστάτει,
καὶ σῷζε τὸν σαυτῆς χορόν,”

ἔπειτα δέ·

“Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
ἥδιστον εὑρών, δεῦρο συνακολούθει
πρὸς τὴν θεὸν
καὶ δεῖξον ὡς ἄνευ πόνου
πολλὴν ὁδὸν περαίνεις.”

ὁ δὲ Δικαιόπολις, τοσοῦτον ὄχλον πομπευόντων ἰδών, βούλεται καὶ αὐτὸς συνακολουθεῖν τῇ πομπῇ, ἵνα Δήμητρα τιμᾷ, καί, “ἡ μὲν οὖν θεός,” φησίν, “ἐποίησεν ἡμᾶς παρεῖναι ἐν Ἐλευσῖνι μυστηρίων ὄντων, τῇ αὐτῇ ἡμέρᾳ ᾗ οἱ Ἀθηναῖοι τὸν ἴακχον ἐξάγουσιν· ἡ γὰρ Δημήτηρ, ὡς τὸ εἰκός, ἐκ τοσούτων κινδύνων ἔσωσ᾿ ἡμᾶς, γεωργοὺς ὄντας καὶ αὐτὴν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ θυσίαις τε καὶ εὐχαῖς τιμῶντας. νῦν δὲ δεῖ ἡμᾶς ἀκολουθεῖν τε ταύτῇ τῇ πομπῇ καὶ μετέχειν τῆς ἑορτῆς ὅπως τιμῶμεν τὴν θεὸν καὶ δηλῶμεν ὅτι οὐ μόνον πιστοί, ἀλλὰ καὶ εὐχαριστοί ἐσμεν αὐτῇ οὕτως εὐμενεῖ οὔσῃ ἡμῖν. ἐὰν γὰρ θεὸς ἀνθρώπῳ διδῷ σωτηρίαν, δεῖ τὸν ἄνθρωπον χάριν ἀποδοῦναι.”

ὁ δὲ Φίλιππος ἀποκρινάμενος· “εὐμενὴς δήπου ἔσται σοι Δημήτηρ, ἐὰν τοῦτο ποιῇς καὶ χάριν ἀποδιδῷς· δεῖ δ᾿ ἐπιμέλεσθαι καὶ τῆς τε μητρὸς καὶ τῶν ἄλλων οἴκοι πολὺν ἤδη χρόνον ἐπιμενόντων ἡμᾶς, οἳ κατὰ τὸ εἰκὸς οἴονται ἡμᾶς τεθνηκέναι.” ὁ δὲ Δικαιόπολις, “εὖ λέγεις,” ἔφη, “ὦ φίλε παῖ· καὶ οὐδὲν εὔχομαι μᾶλλον γενέσθαι μοι ἢ αὖθις ἰδεῖν τε καὶ ἀσπάζεσθαι τοὺς οἰκείους, τήν τε γυναῖκα καὶ τὴν θυγατέρα καὶ τὸν πατέρα. ἀλλ᾿ ἐὰν ἐπανέλθω οἴκαδε καὶ ἡ γυνὴ ἀκούσῃ μου λέγοντος ὅτι παρῆν ἐν Ἐλευσῖνι μυστηρίων ὄντων καὶ οὐ μετέσχον, ἀμέλει νομιεῖ με ἀσεβέστατον εἶναι, καὶ ἐρωτήσει εἰ οὐκ αἰσχύνομαι τολμήσας οὕτω τὴν θεὸν καὶ τὰ μυστήρια ἀτιμῆσαι· μάλιστα δὲ νῦν, ὅτε δεῖ ἀροῦν τε καὶ σπείρειν τοὺς ἀγρούς. ἐὰν γὰρ μὴ ἀποδῶμεν τιμὴν τῇ θεῷ, ἴσως πάγκλαυτον ἐξαμήσομεν θέρος, ὡς λέγει ὁ ποιητής, καὶ οὔτε σῖτον οὔτε καρποὺς ἕξομεν.” ὁ δὲ Φίλιππος, “εὖ λέγεις,” ἔφη, “ὦ πάτερ. νῦν δὴ οὖν, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκολουθῶμεν τῇ πομπῇ εἰς τὸ ἱερόν.”

ἠκολούθησαν μὲν οὖν τοῖς ἄλλοις ᾄδοντές τε καὶ ὑμνοῦντες. ἐπεὶ δὲ δι᾿ ὀλίγου εἰς τὸ ἱερὸν ἀφίκοντο, ἀμειψάμενοι τὰ προπύλαια ἐντὸς τοῦ περιβόλου ἔμειναν· μόνοι γὰρ οἱ μύσται, στεφανούμενοι μυρρινῶν στεφάνοις, εἰς τὸ τελεστήριον εἰσῇσαν. οἱ δὲ πρόπολοι τοῦ ἱεροῦ, περιιόντες, πᾶσι τὸν κυκεῶνα ἔδοσαν πιεῖν· ὁ δὲ κυκεὼν ἦν ἄλφιτα καὶ ὕδωρ μίνθῃ μεμειγμένα. διενυκτέρευεν οὖν ὁ ὄχλος ἐν τῷ περιβόλῳ τοῦ τελεστηρίου· ἐκεῖ δ᾿ ἔμειναν σχεδὸν πάντες ἓξ ἡμέρας, θύοντες καὶ εὐχόμενοι καὶ ὑμνοῦντες.

ἐν δὲ τούτῳ οἱ μύσται πολλὰ ἑώρων μυστικὰ θεάματα, πολλῶν δὲ ἤκουον τοιούτων φωνῶν, σκότους τε καὶ φωτὸς ἐναλλὰξ αὐτοῖς φαινομένων· καὶ δὴ καί, διὰ τὴν ἐποπτείαν, εἶδόν τε καὶ ἔμαθον τὰ περὶ τῆς τοῦ βίου τελευτῆς καὶ περὶ τῆς ἀρχῆς ἣν Ζεὺς τοῖς ἀνθρώποις ἔδωκεν. τῇ δὲ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ οἱ ἱερῆς ἐπλήρωσαν δύο ἀγγεῖα, πλημοχόας καλούμενα· ὁ μὲν οὖν ἱεροφάντης, ἄρας τὰς χεῖρας, “εὐφημεῖτε,” ἔφη, “ἵνα πλημοχόας τάσδε εὐφήμως προχέωμεν.” οἱ δὲ πρόπολοι τὴν μὲν ἀνέτρεψαν πρὸς τὸν οὐρανὸν ἀναβλέψαντες καὶ βοήσαντες “ὗε,” τὴν δέ, καταβλέψαντες, πρὸς τὴν γῆν, βοήσαντες “κύε.” ἔπειτα δὲ πάντες οἵ τε μύσται καὶ οἱ ἱερεῖς εὔφημοι ἐκάθηντο κοσμίως. νὺξ ἦν βαθεῖα. οἱ μὲν οὖν πρόπολοι πολὺ ἔκαυσαν πῦρ· ἐξαίφνης δέ, ἀνοίξας τὰς τοῦ ἀνακτόρου πύλας, ἐξῆλθεν αὐτὸς ὁ ἱεροφάντης, καί, πολλῆς οὔσης ἐν τῷ τελεστηρίῳ σιωπῆς, στάχυν ἐθέρισε· τέλος δέ, ὑπὸ πολλῷ πυρί, ἐβόησε καὶ ἀνέκραγε λέγων· “ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν.”

ἐν δὲ τούτῳ ὁ Δικαιόπολις καὶ ὁ Φίλιππος ἔξω τοῦ τελεστηρίου ἅμα πολλοῖς ἄλλοις ἔμενον. ὁ μὲν οὖν Φίλιππος πολλάκις διελέγετο τοῖς προπόλοις τοῦ ἱεροῦ· πρὸς ἕνα δὲ φιλίαν ἐποιήσατο μάλιστα, ἥλικα ὄντα. “τί δέ,” ἠρώτα ὁ Φίλιππος, “δεῖ με ποιεῖν, ἵνα μύστης ὦ; λέγε μοι πάντα, ὦ φίλε· ἐγὼ μὲν γὰρ ἰδιώτης εἰμὶ καὶ αὐτουργός, καὶ οὐ πολλὰ χρήματα ἔχω. ἆρα τοῦτο κωλύσει με μύστην γενέσθαι ποτέ;”

ὁ δὲ πρόπολος ἀποκρινάμενος, “οὐδαμῶς,” ἔφη· “καὶ γὰρ ἐὰν ἰδιώτης ᾖς καὶ πένης, οὐδέν σε κωλύσει μύστην γενέσθαι. ἐὰν γάρ τις τοῖς μεγάλοις μυστηρίοις τελεῖσθαι βούληται, πρῶτον μὲν δεῖ αὐτὸν ἀεὶ ἐν τῇ εὐθείᾳ ὁδῷ βαδίζειν, ἵνα δίκαιος καὶ καθαρὸς ᾖ· ἐὰν γὰρ μὴ ὦμεν καθαροὶ τὴν ψυχὴν καὶ τὴν γνώμην, οὐ δυνάμεθα προσχωρεῖν ταῖς ἱεραῖς τελεταῖς. ἵνα δὲ οἱ μύσται ὅλως καθαροὶ ὦσιν, πολλὰς ἡμέρας νηστεύουσι καὶ ἀπέχονται τῶν ἀφροδισίων. τῇ δὲ δευτέρᾳ τῶν μυστηρίων ἡμέρᾳ οἱ μύσται ἐν τῇ θαλάττῃ καθαίρονται, καὶ δεῖ ἀυτοὺς χοιρίδιον σφάξαι. ἀλλ᾿ οὐ πολλή ἐστιν ἡ δαπάνη. διὰ τοῦτο σχεδὸν πᾶσι, ἐὰν μόνον καθαροὶ τὰς χεῖρας καὶ τὰς ψυχὰς ὦσιν, καὶ Ἕλληνες τὴν φωνὴν τυγχάνωσιν ὄντες, ἔξεστι τῶν τελετῶν μετέχειν. οἱ μὲν γὰρ ἱερῆς ἀφιᾶσι τελεῖσθαι καὶ τοὺς μὴ Ἀττικοὺς ὄντας, ἐάνπερ Ἀττικὸν ἔχωσι μυσταγωγόν. οὐχ οὕτω δὲ πάλαι ἦν· οὐ γὰρ ἀφίεσαν τότε οἱ Ἀττικοὶ τοὺς ξένους μετέχειν τῶν μυστηρίων λέγουσι γὰρ ὅτι οὐδὲ αὐτὸν τὸν Ἡρακλέα ἀφεῖσαν μυεῖσθαι, καὶ διὰ τοῦτο τὰ μικρὰ μυστήρια κατέστησαν, ἃ τοῦ ἦρος γίγνεται ἐν Ἀθήναις. ἐὰν δέ τις τοῖς μεγάλοις μυστηρίοις τελεσθῇ, ἀφεὶς τὰ ἀνθρώπινα, καὶ πρὸς τοῖς θεοῖς γενόμενος, μόνος, ὅτ᾿ ἔρχεται εἰς Ἅιδου (ᾅδου), ζῇ· τοῖς δ᾿ ἄλλοις πάντα ἐκεῖ κακά ἐστιν.”

ὁ μὲν οὖν Φίλιππος πολλὰ ἔτι ἐβούλετο ἐρωτᾶν, ὁ δὲ πρόπολος, “νῦν μέν σε ἀφίημι,” ἔφη, “τῷ πατρὶ διαλέγεσθαι· χρὴ γάρ με ἀπιέναι καὶ παρασκευάζειν ὅσα δεῖ· τήμερον γάρ ἐστιν ἡ ἐσχάτη τῶν μυστηρίων ἡμέρα, καὶ πολλὰ δεῖ ποιεῖν.” μετὰ δ᾿ οὐ πολλοῦ ἐξῆλθεν ἐκ τοῦ τελεστηρίου ἱερεύς τις καί, ἐπαγγείλας τὸ τῶν μυστηρίων τέλος, πάντας ἀφῆκεν· οἴκαδε οὖν ἕκαστος ἀπῇσαν.

ὁ μὲν οὖν Φίλιππος καὶ ὁ Δικαιόπολις, χαίρειν κελεύσαντες τὸν πρόπολον, ἐκείνην τὴν νύκτα ἐν καταγωγίῳ τινὶ διενυκτέρευσαν ἐν Ἐλευσῖνι· ἅμα δὲ τῇ ἡμέρᾳ αὖθις ὁρμησάμενοι οἴκαδε ἔσπευσαν. κατὰ δὲ τὴν ὁδὸν καθίσαντες ὀλίγον χρόνον ἀνεπαύοντο. ὁ μὲν οὖν Δικαιόπολις τῷ παιδί, “βούλομαι δή,” ἔφη, “ὡς τάχιστα εἰς ἄστυ ἀφικέσθαι, καὶ πολίταις τισὶ διαλέγεσθαι. ἐν γὰρ τῷ ἐν Ἐλευσῖνι ἱερῷ οὐκ ἐξῆν περὶ μὴ ὁσίων λέγειν, κωλυόντων τῶν ἱερέων. διὰ τοῦτο οὔπω ἐπίσταμαι διὰ τί οἱ Κορίνθιοι ἀγανακτήσαντες ἡμῖν λίθοις οὕτω δεινῶς προσέβαλον.” “προσέτι δέ,” ἔφη ὁ Φίλιππος, “δεῖ ἡμᾶς σπεύδειν οἴκαδε· τὴν γὰρ μητέρα καὶ τοὺς ἄλλους αὖθις ἰδεῖν βούλομαι, ὦ πάτερ.” ὅμως δὲ ὀλίγον χρόνον ἔμενον πρὸς τῇ ὁδῷ ἀναπαυόμενοι, ἄρτον τε ἐσθίοντες καὶ ὕδωρ πίνοντες.

Η ΕΚΚΛΗΣΙΑ (α)

οὐ πολλῷ δ᾿ ὕστερον ἀναστὰς ὁ Δικαιόπολις τῷ Φιλίππῳ, “ἀνάστηθι, ὦ παῖ,” ἔφη· “καιρὸς γάρ ἐστι πορεύεσθαι. εὐθὺς οὖν σπεύδωμεν πρὸς τὴν πόλιν.” ὁρμήσαντες οὖν δι᾿ ὀλίγου πολλοῖς ἐνετύγχανον αὐτουργοῖς Ἀθήναζε πορευομένοις. ὁ οὖν Δικαιόπολις γέροντί τινι προσχωρήσας, ὃς ἐγγὺς αὐτοῦ ἐβάδιζεν, ἤρετο τίνος ἕνεκα τοσοῦτοι Ἀθήναζε σπεύδουσιν. ὁ δέ, “τί λέγεις, ὦ ἄνθρωπε;” ἔφη. “ἆρα τοῦτο ἀγνοεῖς, ὅτι τήμερον ἐκκλησία γενήσεται; πάντες οὖν πρὸς τὸ ἄστυ σπεύδομεν τούτου ἕνεκα, ἵνα ἐν τῇ ἐκκλησίᾳ τῶν ῥητόρων ἀκούωμεν. πράγματα γὰρ μέγιστα τῷ δήμῳ πρόκειται περὶ ὧν χρὴ βουλεύεσθαι.” ὁ δὲ Δικαιόπολις· “ἀλλὰ τίνα δὴ πρόκειται τῷ δήμῳ, ὦ γέρον;” ὁ δέ· “ἀλλὰ τίς τοῦτο ἀγνοεῖ, ὅτι χρὴ βουλεύεσθαι πότερον πόλεμον ποιησώμεθα πρὸς τοὺς Πελοποννησίους ἢ εἰρήνην σώσωμεν.”

ὁ δὲ Δικαιόπολις· “ἀλλὰ τί νέον ἐγένετο; πάλαι γὰρ ἐχθροί εἰσιν οἱ Πελοποννήσιοι ἀλλ᾿ οὐκ εἰς πόλεμον κατέστημεν, ἀλλὰ μένουσιν αἱ σπονδαί. διὰ τί οὖν νῦν γε δεῖ περὶ τοῦ πολέμου διακρίνειν;” ὁ δὲ γέρων· “ἀλλὰ καὶ τοῦτο ἀγνοεῖς, ὅτι πρέσβεις νεωστὶ ἔπεμψαν οἱ Λακεδαιμόνιοι οἳ ταῦτα εἶπον· ‘Λακεδαιμόνιοι βούλονται τὴν εἰρήνην εἶναι· εἰρήνη δ᾿ ἔσται, ἐὰν τοὺς Ἕλληνας αὐτονόμους ἀφῆτε’; κελεύουσιν οὖν ἡμᾶς τὴν ἀρχὴν ἀφιέναι. τοῦτο οὖν βουλεύεσθαι δεῖ, πότερον τὴν ἀρχὴν ἀφῶμεν ἢ πόλεμον πρὸς τοὺς Πελοποννησίους ποιησώμεθα.” ὁ δὲ Δικαιόπολις, “ὦ Ζεῦ,” ἔφη· “τοῦτ᾿ ἔστιν ἐκεῖνο. νῦν γὰρ ἐπίσταμαι διὰ τί οἱ Κορίνθιοι εἰς ὀργὴν καταστάντες προσέβαλλον ἡμῖν, γνόντες ὅτι Ἀθηναῖοί ἐσμεν. ἀλλὰ σπεύδωμεν, ὦ παῖ, ἵνα ἐν καιρῷ παρῶμεν.”

εὐθὺς οὖν ὥρμησαν καὶ εἰς τὰς πύλας ἀφικόμενοι πρὸς τὴν Πύκνα ἔτρεχον. ἐκεῖ δὲ ἤδη συνηγείρετο ὁ δῆμος καὶ μυρίοι παρῆσαν, τοὺς πρυτάνεις μένοντες. δι᾿ ὀλίγου δ᾿ εἰσιόντες οἵ τε πρυτάνεις καὶ ὁ ἐπιστάτης καὶ οἱ ἄλλοι βουλευταὶ ἐκάθιζον. ἔπειτα δὲ ἐσίγησαν μὲν οἱ παρόντες, ὁ δὲ ἱερεὺς πρὸς τὸν βωμὸν προσελθὼν τό τε ἱερεῖον ἔθυσε καὶ τοῖς θεοῖς ηὔξατο, ἵνα τῷ δήμῳ εὐμενεῖς ὦσιν. ἐνταῦθα δὴ ὁ μὲν ἐπιστάτης τὸν κήρυκα ἐκέλευσε τὸ προβούλευμα ἀναγνῶναι. ὁ δὲ κῆρυξ τὸ προβούλευμα ἀναγνοὺς τὸν δῆμον ἤρετο πότερον δοκεῖ εὐθὺς ψηφίζεσθαι ἢ χρὴ πρότερον βουλεύεσθαι περὶ τοῦ πράγματος. ὁ δὲ δῆμος ἐχειροτόνησε, δηλῶν ὅτι πάντες βούλονται περὶ τοῦ πράγματος βουλεύεσθαι τοσούτου ὄντος. ἐνταῦθα δὴ ὁ κῆρυξ εἶπεν· “τίς ἀγορεύειν βούλεται;” τῶν οὖν ῥητόρων πολλοὶ πρὸς τὸ βῆμα παριόντες ἠγόρευον, ἄλλοι μὲν λέγοντες ὅτι χρὴ πολεμεῖν, ἄλλοι δὲ ὅτι οὐδὲν χρὴ ἐμπόδιον εἶναι τῆς εἰρήνης.

Η ΕΚΚΛΗΣΙΑ (β)

τέλος δὲ παρελθὼν Περικλῆς ὁ Ξανθίππου, ἀνὴρ κατ᾿ ἐκεῖνον τὸν χρόνον πρῶτος Ἀθηναίων, λέγειν τε καὶ πράσσειν δυνατώτατος, παρῄνει τοιάδε· “τῆς μὲν γνώμης, ὦ Ἀθηναῖοι, αἰεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις. δῆλον γάρ ἐστιν ὅτι οἱ Λακεδαιμόνιοι καὶ πρότερον καὶ νῦν ἡμῖν ἐπιβουλεύουσιν. ἐν μὲν γὰρ ταῖς ξυνθήκαις εἴρητο ὅτι χρὴ δίκας μὲν τῶν διαφορῶν ἀλλήλοις διδόναι καὶ δέχεσθαι, ἔχειν δὲ ἑκατέρους ἃ ἔχομεν· νῦν δὲ οὔτε δίκας αὐτοὶ ᾔτησαν οὔτε ἡμῶν διδόντων δέχονται, ἀλλὰ βούλονται πολέμῳ μᾶλλον ἢ λόγοις τὰ ἐγκλήματα διαλύεσθαι. πολλά τε γὰρ ἄλλα ἡμῖν ἐπιτάσσουσι, καὶ οἱ τελευταῖοι οἵδε ἥκοντες ἡμᾶς κελεύουσι τοὺς Ἕλληνας αὐτονόμους ἀφιέναι. ἐγὼ οὖν ὐμῖν παραινῶ μηδὲν εἴκειν ἀλλὰ τὴν ἀρχὴν σῴζειν καὶ πολεμεῖν παρασκευάζεσθαι.

“ἐὰν δὲ ἐς πόλεμον καταστῶμεν, τὰ τοῦ πολέμου οὐκ ἀσθενέστερα ἕξομεν· γνῶτε γὰρ ἀκούοντες· αὐτουργοὶ γάρ εἰσιν οἱ Πελοποννήσιοι, καὶ οὔτε ἰδίᾳ οὔτ᾿ ἐν κοινῷ χρήματά ἐστιν αὐτοῖς. καὶ οἱ τοιοῦτοι οὔτε ναῦς πληροῦν οὔτε πεζὰς στρατιὰς πολλάκις ἐκπέμπειν δύνανται· οὐ γὰρ ἐθέλουσιν ἀπὸ τῶν κλήρων πολὺν χρόνον ἀπεῖναι, καὶ τὰ χρήματα δεῖ ἀπὸ τῶν ἑαυτῶν ἐσφέρειν. μάχῃ οὖν μιᾷ πρὸς ἅπαντας Ἕλληνας δυνατοί εἰσιν οἱ Πελοππονήσιοι καὶ οἱ ξύμμαχοι ἀντέχειν, πόλεμον δὲ χρόνιον ποιεῖσθαι πρὸς ἡμᾶς ἀδύνατοι.

“ἡμεῖς γὰρ τῆς θαλάσσης κρατοῦμεν. καὶ ἐὰν ἐπὶ τὴν χώραν ἡμῶν πεζῇ ἴωσιν, ἡμεῖς ἐπὶ τὴν ἐκείνων πλευσόμεθα. μέγα γάρ ἐστι τὸ τῆς θαλάσσης κράτος. πόλιν γὰρ οἰκοῦμεν νήσῳ ὁμοίαν ἣν οὐδεὶς πολέμιος δύναται λαβεῖν. χρὴ οὖν τὴν μὲν γῆν καὶ τὰς οἰκίας ἀφεῖναι, τὴν δὲ θάλασσαν καὶ τὴν πόλιν φυλάσσειν.

“νῦν δὲ τούτοις ἀποκρινάμενοι ἀποπέμπωμεν ὅτι τὰς πόλεις αὐτονόμους ἀφήσομεν ἐὰν καὶ ἐκεῖνοι ἀφῶσι τὰς πόλεις ἃς ὑπηκόους ἔχουσιν, δίκας τε ὅτι ἐθέλομεν δοῦναι κατὰ τὰς ξυνθήκας, πολέμου δὲ οὐκ ἄρξομεν, εἰ δὲ ἄρξουσιν ἐκεῖνοι, ἀμυνούμεθα.

“ταῦτα δὲ ἐπίστασθαι χρή, ὅτι ἀνάγκη ἐστὶ πολεμεῖν, καὶ ὅτι ἐκ τῶν μεγίστων κινδύνων καὶ πόλει καὶ ἰδιώτῃ μέγισται τιμαὶ περιγίγνονται. οἱ μὲν πατέρες ὑμῶν τούς τε βαρβάρους ἀπεώσαντο καὶ ἐς τὴν νῦν δύναμιν προήγαγον τὴν πόλιν, ὑμεῖς δὲ οὐ χρὴ αὐτῶν κακίονας γίγνεσθαι, ἀλλὰ τούς τε ἐχθροὺς παντὶ τρόπῳ ἀμύνεσθαι καὶ τοῖς ἐπιγιγνομένοις τὴν πόλιν μὴ ἐλάσσονα παραδοῦναι.”

ὁ μὲν οὖν Περικλῆς τοιαῦτα εἶπεν, οἱ δὲ Ἀθηναῖοι νομίσαντες αὐτὸν ἄριστα παραινέσαι, ἐψηφίσαντο ἃ ἐκέλευσε, καὶ τοῖς Λακεδαιμονίοις ἀπεκρίναντο κατὰ πάντα ὡς ἔφρασεν. οἱ δὲ πρέσβεις ἀπεχώρησαν ἐπ᾿ οἴκου καὶ οὐκέτι ὕστερον ἐπρεσβεύοντο.

ΟΙ ΑΥΤΟΥΡΓΟΙ ΑΝΙΣΤΑΝΤΑΙ

οἱ δὲ Ἀθηναῖοι ἐπείθοντό τε τῷ Περικλεῖ καὶ ἐσεκομίζοντο ἐκ τῶν ἀγρῶν παῖδας καὶ γυναῖκας καὶ τὴν ἄλλην κατασκευὴν ᾗ κατ᾿ οἶκον ἐχρῶντο· πρόβατα δὲ καὶ ὑποζύγια ἐς τὴν Εὔβοιαν ἔπεμψαν καὶ τὰς νήσους τὰς ἐπικειμένας. χαλεπὴ δὲ αὐτοῖς ἐγίγνετο ἡ ἀνάστασις, διότι αἰεὶ εἰώθεσαν οἱ πολλοὶ ἐν τοῖς ἀγροῖς οἰκεῖν. ἐβαρύνοντό τε οἰκίας τε καταλείποντες καὶ ἱερά, δίαιτάν τε μέλλοντες μεταβάλλειν. ἐπειδὴ δὲ ἀφίκοντο ἐς τὸ ἄστυ, ὀλίγοις μέν τισιν ὑπῆρχον οἰκήσεις· οἱ δὲ πολλοὶ τά τε ἔρημα τῆς πόλεως ᾤκησαν καὶ τὰ ἱερά. καὶ κατεσκευάσαντο καὶ ἐν τοῖς πύργοις τῶν τειχῶν πολλοὶ καὶ ὡς ἕκαστός που ἐδύνατο. οὐ γὰρ ἐχώρησε ξυνελθόντας αὐτοὺς ἡ πόλις, ἀλλ᾿ ὕστερον δὴ τά τε Μακρὰ τειχὴ ᾤκησαν καὶ τοῦ Περαιῶς τὰ πολλά.