Chapter 23 (α and β)

Η ΕΣΒΟΛΗ (α)

ὁ δὲ στρατὸς τῶν Πελοποννησίων προϊὼν ἀφίκετο τῆς Ἀττικῆς ἐς Οἰνόην πρῶτον, ᾗπερ ἔμελλον ἐσβαλεῖν. καὶ ὡς ἐκαθέζοντο, προσβολὰς παρεσκευάζοντο τῷ τείχει ποιησόμενοι μηχαναῖς τε καὶ ἄλλῳ τρόπῳ· ἡ γὰρ Οἰνόη οὖσα ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ Βοιωτίας ἐτετείχιστο, καὶ αὐτῷ φρουρίῳ οἱ Ἀθηναῖοι ἐχρῶντο ὁπότε πόλεμος γένοιτο. τάς τε οὖν προσβολὰς παρεσκευάζοντο καὶ ἄλλως ἐνδιέτριψαν χρόνον περὶ αὐτήν. αἰτίαν τε οὐκ ὀλίγην Ἀρχίδαμος ἔλαβεν ἀπ᾿ αὐτοῦ· οἱ γὰρ Ἀθηναῖοι πάντα ἐσεκομίζοντο ἐν τῷ χρόνῳ τούτῳ.

ἐπειδὴ μέντοι προσβαλόντες τῇ Οἰνόῃ καὶ πᾶσαν ἰδέαν πειράσαντες οὐκ ἐδύναντο ἑλεῖν, οἵ τε Ἀθηναῖοι οὐδὲν ἐπεκηρυκεύοντο, οὕτω δὴ ὁρμήσαντες ἀπ᾿ αὐτῆς ἐσέβαλον ἐς τὴν Ἀττικήν· ἡγεῖτο δὲ Ἀρχίδαμος Λακεδαιμονίων βασιλεύς.

καὶ καθεζόμενοι ἔτεμνον πρῶτον μὲν Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον. ἔπειτα δὲ προὐχώρουν ἕως ἀφίκοντο ἐς Ἀχαρνάς, χωρίον μέγιστον τῆς Ἀττικῆς τῶν δήμων καλουμένων, καὶ καθεζόμενοι ἐς αὐτὸ στρατόπεδόν τε ἐποιήσαντο χρόνον τε πολὺν ἐμμείναντες ἔτεμνον. λέγεται δὲ ὅτι γνώμῃ τοιᾷδε ὁ Ἀρχίδαμος περί τε τὰς Ἀχαρνὰς ὡς ἐς μάχην ταξάμενος ἔμεινε καὶ ἐς τὸ πεδίον ἐκείνῃ τῇ ἐσβολῇ οὐ κατέβη· ἤλπιζε γὰρ τοὺς Ἀθηναίους ἐπεξιέναι καὶ τὴν γῆν οὐ περιόψεσθαι τεμνομένην.

ἐπειδὴ οὖν αὐτῷ ἐς Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον οὐκ ἀπήντησαν, πεῖραν ἐποιεῖτο περὶ Ἀχαρνὰς καθήμενος εἰ ἐπεξίασιν· ἅμα μὲν γὰρ αὐτῷ ὁ χῶρος ἐπιτήδειος ἐφαίνετο ἐνστρατοπεδεῦσαι, ἅμα δὲ ἐνόμιζε τοὺς Ἀχαρνέας μέγα μέρος ὄντας τῆς πόλεως (τρισχίλιοι γὰρ ὁπλῖται ἐγένοντο) οὐ περιόψεσθαι τὰ σφέτερα διαφθειρόμενα ἀλλὰ ὁρμήσειν καὶ τοὺς πάντας ἐς μάχην.

Η ΕΣΒΟΛΗ (β)

Ἀθηναῖοι δὲ μέχρι μὲν οὗ περὶ Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον ὁ στρατὸς ἦν, ἐλπίδα τινὰ εἶχον αὐτοὺς ἐς τὸ ἐγγυτέρω μὴ προϊέναι· ἐπειδὴ δὲ περὶ τὰς Ἀχαρνὰς εἶδον τὸν στρατὸν ἑξήκοντα σταδίους τῆς πόλεως ἀπέχοντα, οὐκέτι ἀνασχετὸν ἐποιοῦντο, ἀλλά, τῆς γῆς τεμνομένης ἐν τῷ ἐμφανεῖ, δεινὸν αὐτοῖς ἐφαίνετο, καὶ ἐδόκει τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς νεανίαις ἐπεξιέναι καὶ μὴ περιορᾶν. κατὰ ξυστάστεις τε γιγνόμενοι ἐν πολλῇ ἔριδι ἦσαν, οἱ μὲν κελεύοντες ἐπεξιέναι, οἱ δέ τινες οὐκ ἐῶντες. οἵ τε Ἀχαρνῆς οἰόμενοι αὐτοὶ μέγιστον μέρος εἶναι τῶν Ἀθηναίων, ὡς αὐτῶν ἡ γῆ ἐτέμνετο, ἐνῆγον τὴν ἔξοδον μάλιστα.

παντί τε τρόπῳ ἀνηρέθιστο ἡ πόλις καὶ τὸν Περικλέα ἐν ὀργῇ εἶχον, καὶ ἐκείνων ὧν παρῄνεσε πρότερον ἐμέμνηντο οὐδέν, ἀλλ᾿ ἐκάκιζον αὐτὸν ὅτι στρατηγὸς ὢν οὐκ ἐπεξάγει, αἴτιόν τε ἐνόμιζον αὐτὸν εἶναι πάντων ὧν ἔπασχον. Περικλῆς δὲ ὁρῶν μὲν αὐτοὺς πρὸς τὸ παρὸν ὀργιζομένους καὶ οὐ τὰ ἄριστα φρονοῦντας, πιστεύων δὲ ὀρθῶς γιγνώσκειν περὶ τοῦ μὴ ἐπεξιέναι, ἐκκλησίαν οὐκ ἐποίει οὐδὲ ξύλλογον οὐδένα, ἵνα μὴ ὀργῇ μᾶλλον ἢ γνώμῃ ξυνελθόντες ἐξαμάρτωσί τι, ἀλλὰ τήν τε πόλιν ἐφύλασσε καὶ δι᾿ ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν.

οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ οὐκ ἐπεξῇσαν αὐτοῖς οἱ Ἀθηναῖοι ἐς μάχην, ἄραντες ἐκ τῶν Ἀχαρνῶν ἐδῄουν τῶν δήμων τινὰς ἄλλους καὶ ἐμμείναντες ἐν τῇ Ἀττικῇ πολύν τινα χρόνον, ἀνεχώρησαν διὰ Βοιωτῶν, οὐχ ᾗπερ ἐσέβαλον. ἀφικόμενοι δὲ ἐς Πελοπόννησον διέλυσαν τὸν στρατὸν καὶ ἕκαστοι ἐς τὴν ἑαυτῶν πόλιν ἐπανῆλθον.

ΟΙ ΔΙΔΑΣΚΑΛΟΙ ΚΑΙ Η ΡΗΤΟΡΙΚΗ

ἐν ᾧ δὲ ἡ Ἀττικὴ ἐτέμνετο ὑπὸ τῶν πολεμίων, ὁ Δικαιόπολις καθ᾿ ἡμέραν ἐφοίτα πρὸς τὸν ἀδελφὸν ὡς αὐτῷ περὶ τῶν τοῦ πολέμου πραγμάτων διαλεξόμενος. τὰ γὰρ πράγματα τῶν ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν μεταναστάντων οὐ δήπου καλὰ ἦν.

ὁ μὲν οὖν Δικαιόπολις πρὸς τὸν ἀδελφόν, “χαλεπὰ μέν ἐστι τὰ τῶν ἐν ἄστει γεωργῶν πράγματα,” ἔφη, “ὦ ἄδελφε, πολλὰ δὲ καὶ δεινὰ τὰ παθήματα. Περικλῆς δέ, ὡς ἐμοί γε δοκεῖ, αἴτιος τούτων πάντων ὧν πάσχομέν ἐστιν· ἡμεῖς γὰρ οἱ αὐτουργοί, πεισθέντες οἷς ἔλεγε λόγοις, παῖδας καὶ γυναῖκας καὶ τὴν ἄλλην κατασκευὴν ᾗ κατ᾿ οἶκον ἐχρώμεθα ἐσεκομισάμεθα ἐκ τῶν ἀγρῶν, καταλιπόντες τάς τε οἰκίας καὶ τὰς ἀρούρας. νῦν δέ, τυχὼν ὧν ἐβούλετο, οὐδὲν πρὸς τοὺς πολεμίους ποιεῖ, καίπερ αὐτῶν τοὺς τῶν Ἀθηναίων ἀγροὺς καὶ τὴν γῆν πᾶσαν τεμνόντων. καὶ ὁ ἐμὸς κλῆρος κατὰ τὸ εἰκὸς νῦν τέμνεται, καὶ ἴσως οὐδεμία τῶν ἀμπέλων ὧν πέρυσιν ἐφυτευσάμεθα ἔτι μένει, τῶν πολεμίων πάντα διαφθειρόντων. ὁ δὲ Περικλῆς οὐ φροντίζει τούτων ὧν πάσχομεν ἡμεῖς, ἐκκλησίαν οὐ ποιεῖ οὐδὲ σύλλογον οὐδένα ἵνα συμβουλεύωμεν τί δεῖ ποιεῖν. φοβεῖται γάρ, ὡς τὸ εἰκός, μὴ ἐγκαλῶμεν αὐτῷ τὰ πράγματα νῦν δεινά· καίπερ γὰρ στρατηγὸς ὤν, οὐκ ἐπεξέρχεται ὡς τοὺς πολεμίους τοῖς ἀγροῖς ἀμυνῶν. δεινὸς μὲν γάρ ἐστι λόγους λέγειν, μάχας δὲ μάχεσθαι, καὶ σῴζειν τοὺς Ἀθηναίους ἐκ τῶν τοσούτων κακῶν ὧν πάντες ὁρῶμεν, οὐχ οἷός τ᾿ ἐστίν. ἀλλὰ πρόσεχε τὸν νοῦν τούτοις τοῖς λόγοις οἷς λέγω σοι, καὶ ἐν μνήμῃ φύλαττε αὐτούς· ἐκ γὰρ τῆς νῦν συμφορᾶς οὐδὲ ὁ Περικλῆς ἡμᾶς σώσει οὐδὲ ἄλλος σωτὴρ ἔσται τῇ πόλει, ἐὰν μὴ τῶν θεῶν τις βούληται εἰρήνην ἀναδοῦναι ἡμῖν. οἱ δὲ Ἀθηναῖοι, οἳ ἤδη χαλεπαίνουσι πρὸς τὸ παρόν, ὅταν γνῶσιν οὐδεμίαν ἑαυτοῖς τιμωρίαν οὐδὲ ἐλπίδα οὖσαν, οὐκέτι τὴν αὐτὴν γνώμην ἕξουσιν, οὐδὲ παύσονται ἐν ὀργῇ ἔχοντες αὐτόν, ἀλλὰ ζημιώσουσί τινι τρόπῳ.”

ὁ δὲ ἀδελφὸς ὑπολαβών, “ὁ δὲ Περικλῆς,” ἔφη, “ὡς ἐμοί γε δοκεῖ, νομίζει αὐτὸς μὲν ὀρθῶς γιγνώσκειν, τοὺς δ᾿ ἄλλους ἁμαρτάνειν, καὶ ῥᾳδίως αὖθις πείσει τόν τε δῆμον καὶ τοὺς δυνατοὺς τὴν ἑαυτοῦ γνώμην, ῥήτωρ ὢν πιθανός. λέξει γὰρ ὅτι οὐκ ἔφη μαχεῖσθαι κατὰ γῆν, ἀλλὰ κατὰ θάλατταν, καὶ ἄλλας πολλὰς προφάσεις ἃς ἡμεῖς οὐδὲ πολὺν χρόνον ἐνθυμοῦντές τε καὶ ἐννοοῦντες εὕροιμεν ἄν. ἀμέλει γὰρ καὶ αὐτὸς ἐπίσταται εἰς μέγιστον κίνδυνον καταστάς· ἀποκρύπτει δὲ πάντας τὴν ἑαυτοῦ γνώμην περὶ τῶν παρόντων πραγμάτων, καὶ πάντας λανθάνει παρασκευάζων νέον τι. ἴσως γὰρ ἀπροσδοκήτως πορεύσεται σὺν ᾗ ἔχει δυνάμει πρὸς τοὺς πολεμίους, καὶ ἀμυνεῖ αὐτοὺς τῇ Ἀττικῇ. οὐδενὶ δὲ τρόπῳ οἱ Ἀθηναῖοι ζημιώσουσι τὸν Περικλέα· οἱ γὰρ ῥήτορες μέγιστον δύνανται ἐν ταῖς πόλεσιν, καὶ ὁ Περικλῆς τῶν ῥητόρων τῶν νῦν δεινότατος φαίνεται ὤν.”

ὁ δὲ Δικαιόπολις, “ἀλλὰ περὶ τί,” ἔφη, “τυγχάνει οὖσα αὕτη ἡ ῥητορικὴ ἣν ἐπαινεῖς; περὶ τί ἐστιν ἐπιστήμη;”

ὁ δὲ ἀδελφὸς ἀποκρινάμενος, “πειράσομαι,” ἔφη, “φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική· ἔστι γὰρ ἡ περὶ λόγους ἐπιστήμη, ἢ λέγειν ποιεῖ δυνατούς.”

“ἀλλὰ τί ἐστι τοῦτο,” ἔφη ὁ Δικαιόπολις, “περὶ οὗ οὗτοι οἱ λόγοι εἰσίν, οἷς ἡ ῥητορικὴ χρῆται;”

ὁ δὲ ἀδελφός, “τὰ μέγιστα,” ἔφη, “τῶν ἀνθρωπείων πραγμάτων, καὶ ἄριστα. ὁ γὰρ ῥήτωρ ἄρχει τῶν ἄλλων ἐν τῇ ἑαυτοῦ πόλει, οἷός τ᾿ ὢν πείθειν τοῖς λόγοις καὶ ἐν δικαστηρίῳ δικαστὰς καὶ ἐν βουλευτηρίῳ βουλευτὰς καὶ ἐν ἐκκλησίᾳ ἐκκλησιαστὰς καὶ ἐν ἄλλῳ συλλόγῳ παντί, ὅστις ἂν πολιτικὸς σύλλογος γίγνηται. μέγιστον γὰρ ἀγαθὸν κτᾶται ὁ δυνάμενος λέγειν καὶ πείθειν τὰ πλήθη. ἀλλ᾿ ἐγώ σοι πειράσομαι, ὦ ἄδελφε, σαφῶς ἐξηγεῖσθαι τὴν τῆς ῥητορικῆς δύναμιν ἅπασαν. οὐ γὰρ δήπου ἀγνοεῖς ὅτι τὰ νεώρια ταῦτα καὶ τὰ τείχη τὰ Ἀθηναίων καὶ ἡ τῶν λιμένων κατασκευὴ ἐκ τῆς Θεμιστοκλέους συμβουλῆς γέγονεν, τὰ δ᾿ ἐκ τῆς Περικλέους, ἀλλ᾿ οὐκ ἐκ τῶν δημιουργῶν.”

ὁ δὲ Δικαιόπολις, “λέγεται ταῦτα,” ἔφη, “ὦ ἄδελφε, περὶ Θεμιστοκλέους· Περικλέους δὲ καὶ αὐτὸς ἤκουον ὅτε συνεβούλευεν ἡμῖν περὶ τοῦ διὰ μέσου τείχους.”

“ὁρᾷς οὖν,” ἔφη ὁ ἀδελφός, “ὅτι οἱ ῥήτορές εἰσιν οἱ συμβουλεύοντες καὶ οἱ νικῶντες τὰς γνώμας καὶ περὶ τούτων τῶν πραγμάτων;”

ὁ δὲ Δικαιόπολις· “ταῦτα δὲ θαυμάζω. δαιμονία γάρ τις ἔμοιγε καταφαίνεται τέχνη.”

ὁ δὲ ἀδελφὸς λαβὼν τὸν Δικαιόπολιν καὶ δείξας αὐτῷ οἰκίαν τινά οὐ πολὺ ἀπέχουσαν, “δεῦρο νῦν ἀπόβλεπε,” ἔφη· “ὁρᾷς τὴν θύραν ἐκείνην ἣ νῦν ἀνοίγεται ὑπὸ δούλου τινός;”

ὁ δὲ Δικαιόπολις ἀποκρινάμενος, “ὁρῶ,” ἔφη· “τί οὖν ἐκεῖνό ἐστιν, ὦ ἄδελφε;”

ὁ δὲ ἀδελφός· “διδασκάλου τινὸς ἐκείνη ἐστὶν ἡ οἰκία, ὅς, ἐάν τις ἀργύριον διδῷ, διδάσκει τε τοὺς παῖδας καλοὺς λόγους ποιεῖν καὶ πολλοῖς μαθήμασι παιδεύει αὐτούς. ὑπ᾿ αὐτοῦ δὲ μάλιστα οἱ παῖδες ὠφελοῦνται. ἦλθε γὰρ ἐκ τῶν Ἀβδήρων, ἐτιμᾶτο δὲ καὶ ἐκεῖ ὑπὸ πάντων. πολλοὶ δὲ καὶ Ἀθηναίων παῖδες νῦν πρὸς αὐτὸν πέμπονται ὑπὸ τῶν πατέρων ὡς μαθησόμενοι.”

“τί δέ;” ὁ Δικαιόπολις ὑπολαβὼν ἔφη. “ὁρῶ γὰρ ὅτι πολὺν ἤδη χρόνον λέγειν τι βούλει, οὐ λέγων.”

ὁ δὲ ἀδελφός, “ἴσως,” ἔφη, “τυγχάνει ὁ Φίλιππος μαθητὴς ἐκείνου τοῦ διδασκάλου βουλόμενος γενέσθαι, ὡς ἐγὼ αἰσθάνομαι, ἀλλ᾿ ἴσως αἰσχύνεται αἰτεῖσθαι παρὰ σοῦ τὴν ἐξουσίαν τοῦ ἀκούειν αὐτόν. φιλομαθὴς δέ ἐστιν ὁ παῖς καὶ φιλομαθὴς ὢν πολυμαθὴς γενήσεται.”

ὁ δὲ Δικαιόπολις, “ἀργύριον δέ,” ἔφη, “οὐκ ἔχω, ἵνα τῷ διδασκάλῳ διδῶ.”

“μὴ περὶ τούτου φρόντιζε, ὦ φίλε,” ἔφη ὁ ἀδελφός· “καὶ γὰρ οἱ ἐμοὶ παῖδες εἰς ἐκεῖνο τὸ διδασκαλεῖον φοιτῶσιν· καὶ ἄσμενος ἐγὼ τὸ ἀργύριον δώσω τῷ διδασκάλῳ ἵνα διδάσκῃ καὶ τὸν Φίλιππον.”

ὁ δὲ Δικαιόπολις μεγάλην χάριν ἔχων, “ὦ φίλτατ᾿ ἀνδρῶν,” ἔφη, “ἀεὶ εὔφρων φαίνῃ ὢν ἐμοὶ καὶ τῷ υἱῷ μου. πῶς χάριν σοι ἀποδοῦναι δυνήσομαι;” καὶ ταῦτ᾿ εἰπὼν τὸν ἀδελφὸν ἠσπάσατο.

Ο ΠΕΡΙΚΛΗΣ

τοιαῦτα ὁ Περικλῆς λέγων ἐπειρᾶτο τοὺς Ἀθηναίους τῆς ἐς αὐτὸν ὀργῆς παραλύειν. οἱ δὲ δημοσίᾳ μὲν τοῖς λόγοις ἐπείθοντο καὶ οὔτε πρὸς τοὺς Λακεδαιμονίους πρέσβεις ἔτι ἔπεμπον ἔς τε τὸν πόλεμον μᾶλλον ὥρμηντο, ἰδίᾳ δὲ τοῖς παθήμασιν ἐλυποῦντο. οὐ μέντοι πρότερόν γε ἐπαύσαντο ἐν ὀργῇ ἔχοντες αὐτὸν πρὶν ἐζημίωσαν χρήμασιν. ὕστερον δὲ οὐ πολλῷ αὖθις στρατηγὸν αὐτὸν εἵλοντο καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν.

ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ, μετρίως ἡγεῖτο καὶ ἀσφαλῶς ἐφύλαξεν αὐτήν, καὶ ἐγένετο ἐπ᾿ ἐκείνου μεγίστη· ἐπειδή τε πόλεμος κατέστη, φαίνεται ὁ Περικλῆς καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν αὐτῆς. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἐγνώσθη ἡ πρόνοια αὐτοῦ ἡ ἐς τὸν πόλεμον.

ὁ μὲν γὰρ ἔφη ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν φυλάσσοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας αὐτοὺς νικήσειν. οἱ δὲ ταῦτα πάντα ἐς τὸ ἐναντίον ἔπραξαν καὶ κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἐπολίτευσαν. αἴτιον δὲ ἦν ὅτι ἐκεῖνος δυνατὸς ὢν οὐκ ἤγετο ὑπὸ τοῦ δήμου μᾶλλον ἢ αὐτὸς ἦγε. ἐγίγνετό τε λόγῳ μὲν δημοκρατία, ἔργῳ δὲ ὑπὸ πρώτου ἀνδρὸς ἀρχή.