Chapter 24 (α and β)

ΕΝ ΔΙΔΑΣΚΑΛΩΝ (α)

μέχρι μὲν οὗ οἵ τε Πελοποννήσιοι ἐν τῇ Ἀττικῇ ἔμενον καὶ οἱ Ἀθηναῖοι ἐπολιορκοῦντο, ὁ Φίλιππος καθ᾿ ἡμέραν ἤγετο ὑπὸ τῶν ἀνεψιῶν εἰς διδασκάλων. τά τ᾿ οὖν γράμματα ἐδιδάσκετο ὑπὸ τοῦ γραμματιστοῦ καὶ ὑπὸ τοῦ κιθαριστοῦ τὴν μουσικήν· ἐφοίτα δὲ καὶ εἰς τοῦ παιδοτρίβου ὅπως τὴν γυμναστικὴν μελετᾷ. ἐπεὶ δ᾿ ἠγγέλθη ὅτι οἱ Πελοποννήσιοι ἀπῆλθον, ἅπαντες οἱ αὐτουργοὶ φόβου λελυμένοι εἰς τοὺς ἀγροὺς ἐπανῇσαν. ὁ μὲν οὖν Δικαιόπολις τήν τε γυναῖκα καὶ τοὺς παῖδας ἔμελλεν οἴκαδε κομιεῖν, ὁ δὲ ἀδελφὸς ἤρετο αὐτὸν εἰ ἐθέλει τὸν Φίλιππον παρ᾿ ἑαυτῷ λείπειν ἵνα μὴ παύηται παιδευόμενος. ὁ μὲν οὖν Δικαιόπολις ταῦτα ἄσμενος δεξάμενος καὶ τὸν υἱὸν τῷ ἀδελφῷ ἐπιτρέψας ἐπορεύετο, ὁ δὲ Φίλιππος καταλειφθεὶς ἔτι πλέονα ἐπαιδεύετο.

ὁποία δ᾿ ἦν αὕτη ἡ παίδευσις δύναταί τις γιγνώσκειν διάλογόν τινα τοῦ Πλάτωνος σκοπῶν, ἐν ᾧ σοφιστής τις, Πρωταγόρας ὀνόματι, ἐνδείκνυσθαι πειρᾶται ὅτι διδακτόν ἐστιν ἡ ἀρετή. ὁ γὰρ Πρωταγόρας λέγει ὅτι ἅπαντες οἱ τεκόντες τοῦτο περὶ πλείστου ποιοῦνται, ὅπως ἀγαθοὶ γενήσονται οἱ παῖδες.

“ἐκ παίδων σμικρῶν,” φησίν, “ἀρξάμενοι μέχρι οὗπερ ἂν ζῶσιν, καὶ διδάσκουσι καὶ νουθετοῦσιν. ἐπειδὰν πρῶτον συνίῃ τις τὰ λεγόμενα, καὶ τροφὸς καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ αὐτὸς ὁ πάτηρ περὶ τούτου διαμάχονται, ὅπως ὡς βέλτιστος ἔσται ὁ παῖς, παρ᾿ ἕκαστον ἔργον καὶ λόγον διδάσκοντες καὶ ἐνδεικνύμενοι ὅτι τὸ μὲν δίκαιον, τὸ δὲ ἄδικον, καὶ τόδε μὲν καλόν, τόδε δὲ αἰσχρόν, καὶ τόδε μὲν ὅσιον, τόδε δὲ ἀνόσιον, καὶ τὰ μὲν ποίει, τὰ δὲ μὴ ποίει. καὶ ἐὰν μὲν πείθηται...· εἰ δὲ μή, εὐθύνουσιν ἀπειλαῖς καὶ πληγαῖς.”

— Plato, Protagoras, 325c 5–d7

ΕΝ ΔΙΔΑΣΚΑΛΩΝ (β)

“μετὰ δὲ ταῦτα εἰς διδασκάλων πέμποντες πολὺ μᾶλλον τοὺς διδασκάλους κελεύουσιν ἐπιμελεῖσθαι εὐκοσμίας τῶν παίδων ἢ γραμμάτων τε καὶ κιθαρίσεως· οἱ δὲ διδάσκαλοι τούτων τε ἐπιμελοῦνται, καὶ ἐπειδὰν αὖ γράμματα μάθωσιν καὶ μέλλωσιν συνήσειν τὰ γεγραμμένα ὥσπερ τότε τὴν φωνήν, παρατιθέασιν αὐτοῖς ἐπὶ τῶν βάθρων ἀναγιγνώσκειν ποιητῶν ἀγαθῶν ποιήματα καὶ ἐκμανθάνειν ἀναγκάζουσιν, ἐν οἷς πολλαὶ μὲν νουθετήσεις ἔνεισιν, πολλοὶ δὲ ἔπαινοι παλαιῶν ἀνδρῶν, ἵνα ὁ παῖς μιμῆται καὶ βούληται τοιοῦτος γενέσθαι.

“οἵ τ᾿ αὖ κιθαρισταὶ σωφροσύνης τε ἐπιμελοῦνται καὶ ὅπως μηδὲν κακουργήσουσιν οἱ νέοι. πρὸς δὲ τούτοις, ἐπειδὰν κιθαρίζειν μάθωσιν, ἄλλων αὖ ποιητῶν ἀγαθῶν ποιήματα διδάσκουσιν μελοποιῶν, εἰς τὰ κιθαρίσματα ἐντείνοντες, καὶ τοὺς ῥυθμούς τε καὶ τὰς ἁρμονίας ἀναγκάζουσιν οἰκειοῦσθαι ταῖς ψυχαῖς τῶν παίδων, ἵνα ἡμερώτεροί τ᾿ ὦσιν, καὶ εὐρυθμότεροι καὶ εὐαρμοστότεροι γιγνόμενοι χρήσιμοι ὦσιν εἰς τὸ λέγειν τε καὶ πράττειν.

“ἔτι δὲ πρὸς τούτοις εἰς παιδοτρίβου πέμπουσιν, ἵνα τὰ σώματα βελτίονα ἔχοντες ὑπηρετῶσι τῇ διανοίᾳ χρηστῇ οὔσῃ, καὶ μὴ ἀναγκάζωνται ἀποδειλιᾶν διὰ τὴν πονηρίαν τῶν σωμάτων καὶ ἐν πολέμοις καὶ ἐν ἄλλαις πράξεσιν.”

— Plato, Protagoras, 325d 8–326c 3

τοιαῦτα οὖν ἐπαιδεύετο ὁ Φίλιππος, καὶ ταύτῃ τῇ παιδεύσει ἡδόμενος οὕτως ἀγαθὸς μαθητὴς ἐφαίνετο ὥστε ὁ διδάσκαλος βιβλία τινὰ αὐτῷ ἔδωκεν ἵνα αὐτὸς πρὸς ἑαυτὸν ἀναγιγνώσκῃ.

Ο ΗΡΟΔΟΤΟΣ ΤΗΝ ΙΣΤΟΡΙΑΝ ΑΠΟΔΕΙΚΝΥΣΙΝ

Ἡροδότου Ἁλικαρνασσέως ἱστορίας ἀπόδειξίς ἐστιν ἥδε, ὅπως μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται, μήτε ἔργα μεγάλα τε καὶ θαυμαστά, τὰ μὲν ὑπὸ τῶν Ἑλλήνων, τὰ δὲ ὑπὸ τῶν βαρβάρων ἐργασθέντα, ἀκλεᾶ γένηται, τά τε ἄλλα καὶ δι᾿ ἣν αἰτίαν ἐπολέμησαν ἀλλήλοις.

οὕτω μὲν οἱ Πέρσαι λέγουσι, καὶ διὰ τὴν Ἰλίου ἅλωσιν εὑρίσκουσι σφίσι οὖσαν τὴν ἀρχὴν τῆς ἔχθρας τῆς ἐς τοὺς Ἕλληνας. ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὅτι οὕτως ἢ ἄλλως πως ταῦτα ἐγένετο, ὃν δὲ οἶδα αὐτὸς ἄρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας, περὶ τούτου ἐξηγησάμενος προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου.

Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ. οὗτος ὁ Κροῖσος πρῶτος ἐκείνων οὓς ἡμεῖς ἴσμεν τοὺς μὲν Ἑλλήνων κατεστρέψατο, τοὺς δὲ φίλους ἐποιήσατο. κατεστρέψατο μὲν Ἴωνας τοὺς ἐν Ἀσίᾳ, φίλους δὲ ἐποιήσατο Λακεδαιμονίους. πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι.

Ο ΔΙΔΑΣΚΑΛΟΣ ΤΗΝ ΙΣΤΟΡΙΑΝ ΕΠΑΙΝΕΙ

ἐκλήθη μὲν οὖν ποτε ὁ Φίλιππος ὑπὸ τοῦ διδασκάλου, ὅς, “μακαρίζω μέν,” ἔφη πρὸς αὐτόν, “τὸν σὸν πατέρα, ὦ Φίλιππε. σὺ γάρ, υἱὸς αὐτοῦ ὤν, ὀργῶσαν ἔχεις τὴν ψυχὴν πρὸς τὰ μαθήματα. ἰδού, τοῦτο τὸ βιβλίον ἔγραψε Ἡρόδοτος Ἁλικαρνασσεύς· δίδωμι δὲ τοῦτό σοι, ἵνα ἀναγιγνώσκῃς.”

ὁ δὲ Φίλιππος ἥσθη τῷ δώρῳ, καί, ἀγνοῶν τίς ἐστιν ὁ Ἡρόδοτος, τοῦτ᾿ ἤρετο τὸν διδάσκαλον.

ὁ δὲ ἀποκρινάμενος, “συγγραφεύς,” ἔφη, “δεινότατός ἐστιν, ὅς, εἰς Σάμον μεταστὰς χρόνον τινά, τὴν Ἰάδα ἠσκήθη διάλεκτον καὶ ἔγραψεν ἱστορίαν ἐν βιβλίοις ἐννέα. πολλάκις μὲν οὖν τὰς ἱστορίας ἀνεγίγνωσκεν ἐν ταῖς τῶν Ἑλλήνων πανηγύρεσιν ἢ ἐν ἄλλοις συλλόγοις, καὶ οὕτω τερπνοὶ ἐφαίνοντο ὄντες οἱ λόγοι οὓς ἐποίει ὥστε καὶ “Μοῦσαι” ἐκλήθησαν αἱ βίβλοι αὐτοῦ, ἐννέα καὶ αὗται οὖσαι. τὸ δὲ κάλλος τῶν λόγων καὶ τὴν ἁρμονίαν αὐτῶν καὶ ὅσα μυρία καλὰ ἐκεῖνος ἔχει οὐχ οἷόν τ᾿ ἐστὶ ἐξηγεῖσθαι, ἀλλ᾿ αὐτὸς αἰσθήσῃ, ἐὰν ἀναγιγνώσκῃς. πολλοὶ μὲν καὶ ἄλλοι τῶν Ἑλλήνων παῖδες ἐπαιδεύθησαν τοῖς τοῦ Ἡροδότου λόγοις, παιδευθήσῃ καὶ σύ, οὕτω πρόθυμος πρὸς τὰ μαθήματα ὤν.”

ὁ δὲ Φίλιππος, χάριν δοὺς πολλήν, “τί δέ,” ἔφη, “ἐκ τῆς ἱστορίας μαθήσομαι; λέγε μοι τοῦτο, ὦ φίλε διδάσκαλε, ἀντιβολῶ.”

ὁ μὲν οὖν διδάσκαλος, οὕτως ὑπὸ τοῦ Φιλίππου ἐρωτηθείς, ἐνέβλεψε αὐτῷ καί, “οἱ τῆς ἱστορίας λόγοι,” ἔφη, “ὦ φιλομαθέστατε παῖ, ἀναβιβασάμενοι τὰς ψυχὰς ἐπὶ τὸν ἔμπροσθεν χρόνον, παρέχουσιν αὐταῖς τὴν θέαν τῶν πάλαι γενομένων. ὁ γὰρ τὰς ἱστορίας ἀναγιγνώσκων πανταχοῦ περιπολεῖ οὐδὲν καμών, πάσας χώρας ἐποπτεύων, πᾶσι δὲ πολέμοις ἐκ τοῦ ἀσφαλοῦς παραγιγνόμενος, πλῆθος δὲ ἄπειρον πραγμάτων ἐν ὀλίγῳ χρόνῳ μανθάνων, τὰ Ἀσσύρια, τὰ Αἰγύπτια, τὰ Περσικά, τὰ Μηδικά, τὰ Ἑλληνικά· νῦν μὲν τοῖς πολεμοῦσιν ἐν γῇ παραγιγνόμενος, νῦν δὲ τοῖς ἐν ἐκκλησίας βουλευομένοις· μετὰ μὲν Θεμιστοκλέους ναυμαχῶν, μετὰ δὲ Λεωνίδου ταχθείς. εἰ δὲ καὶ Ὀδυσσεὺς σοφὸς ἦν ὅτι πολύτροπος, πολλῶν δ᾿ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, πολὺ σοφώτερός ἐστιν ὁ τῶν μὲν κινδύνων ἐξιστάμενος, τῆς δὲ ἱστορίας ἐμπιμπλάμενος. εἰ δὲ καὶ Περσεὺς εὐδαίμων ἦν, ὅτι πτηνὸς ἦν καὶ περιεφέρετο ἐν τῷ αἰθέρι πάντα ἐποπτεύων τὰ ἐν γῇ παθήματα καὶ χώρας, πολὺ τῶν Περσέως πτερῶν ἡ ἱστορία κουφότερον καὶ μετεωρότερόν ἐστιν. αὕτη γάρ, λαβοῦσα τὴν ψυχήν, περιφέρει πανταχοῦ. ἡ μὲν οὖν ἱστορία, ἐφήμερον ὂν τὸ τῶν ἀνθρώπων γένος καὶ φθειρόμενον ταχὺ καὶ ἀπολλύμενον, τῇ μνήμῃ αὐτὸ σῴζει καὶ τὰς ἀρετὰς φυλάττει, καὶ τὰς πράξεις τῇ δόξῃ ἀθανάτους ποιεῖ. πολλὰ μὲν οὖν, ὦ παῖ, τὰ τῆς ἱστορίας ὠφελήματά ἐστι τοῖς ἀνθρώποις. δῆλον δέ ἐστιν ὅτι οἱ τοῦ Ἡροδότου λόγοι καὶ ὑπὸ σοῦ κάλλιστοί τε καὶ ὠφελιμώτατοι νομισθήσονται, ἐὰν ἀναγιγνώσκῃς αὐτούς. ἀναγνώσῃ γὰρ πῶς οἱ Ἕλληνες ἐσώθησαν ἐκ τῶν βαρβάρων, καὶ πῶς ὁ τῶν Περσῶν βασιλεὺς ὑπὸ τῶν θεῶν ἐζημιώθη διὰ τὴν ἑαυτοῦ ὕβριν, καὶ δὴ καὶ πῶς τῶν βαρβάρων ἡττηθέντων πολλοὶ μὲν ἐτράπησαν πρὸς φυγήν, πολλοὶ δὲ καὶ ἐφονεύθησαν ὑπὸ τῶν Ἑλλήνων· οὕτω δὲ ὑπὸ Διὸς ἐφάνη τίς ἐστιν ἡ δίκη καὶ τίς ἡ ζημία τοῖς ὑβρίζουσιν. φιλομαθὴς δὲ εἶ σύ, ὦ παῖ· σπανίως γὰρ βελτίω μαθητὴν ἔσχον. διὰ τοῦτο ῥᾷστον ἔσται σοι ταῦτα τὰ βιβλία ἀναγιγνώσκειν, καὶ πολλῷ θᾶττον ἢ οἱ ἄλλοι ἀναγνώσῃ, καίπερ μέγιστα ὄντα. κάλλιστα γάρ ἐστι, καὶ ἀρέσει σοι.”

ὁ δὲ Φίλιππος, “δῆλόν ἐστιν,” ἔφη, “ὅτι ἥδιστοί εἰσιν οὗτοι οἱ λόγοι, ὦ διδάσκαλε, καί, ὥσπερ σὺ λέγεις, βελτίους ποιοῦσι τοὺς παῖδας ἀναγιγνώσκοντας αὐτούς. χάριν οὖν σοι ἔχω πλείστην ὅτι μοι ταῦτα τὰ βιβλία δίδως. πάντα δὴ ἀγαγνώσομαι.”

καὶ ἀληθῶς ὁ Φίλιππος τῇ τοῦ Ἡροδότου συγγραφῇ μάλιστα ἥσθη· ὁ γὰρ Ἡρόδοτος οὐ μόνον τόν τε πρὸς τοὺς Μήδους πόλεμον συγγράφει καὶ πάσας τὰς μάχας, ἀλλὰ καὶ τὰς αἰτίας τοῦ πολέμου ἀποδείκνυσιν, δηλῶν τίνι τρόπῳ οἱ Μῆδοι τὴν δύναμιν ηὔξησαν καὶ τίνα ἔθνη ἐφεξῆς ἐνίκησαν· ἐν οἷς πολλά τε ἄλλα λέγεται καὶ ὁ περὶ Κροίσου λόγος· ὁ γὰρ Κροῖσος βασιλεὺς ἦν τῶν Λυδῶν, ἀνὴρ ὀλβιώτατος γενόμενος καὶ δυνατώτατος, ὃς τοὺς μὲν Ἕλληνας τοὺς ἐν Ἀσίᾳ κατεστρέψατο, αὐτὸς δὲ ὑπὸ τοῦ Κύρου, βασιλέως ὄντος τῶν Μήδων, τέλος ἐνικήθη.