Chapter 25 (α and β)

Ο ΚΡΟΙΣΟΣ ΤΟΝ ΣΟΛΩΝΑ ΞΕΝΙΖΕ (α)

τελευτήσαντος δὲ Ἀλυάττου, ἐδέξατο τὴν βασιλείαν Κροῖσος ὁ Ἀλυάττου, ἔτη γενόμενος πέντε καὶ τριάκοντα, ὃς δὴ τοῖς ἐν Ἀσίᾳ Ἕλλησι ἐπιστρατεύων ἐν μέρει κατεστρέψατο. ὡς δὲ τοὺς ἐν Ἀσίᾳ Ἕλληνας κατεστρέψατο, ἀφικνοῦνται ἐς τὰς Σάρδεις ἄλλοι τε ἐκ τῆς Ἑλλάδος σοφισταὶ καὶ δὴ καὶ ὁ Σόλων, ἀνὴρ Ἀθηναῖος, ὃς Ἀθηναίοις νόμους ποιήσας ἀπεδήμησεν ἔτη δέκα, λόγῳ μὲν θεωρίας ἕνεκα ἐκπλεύσας, ἔργῳ δὲ ἵνα μή τινα τῶν νόμων ἀναγκασθῇ λῦσαι ὧν ἔθετο. αὐτοὶ γὰρ οὐχ οἷοί τ᾿ ἦσαν τοῦτο ποιῆσαι Ἀθηναῖοι· ὅρκοις γὰρ μεγάλοις κατείχοντο δέκα ἔτη χρήσεσθαι νόμοις οὓς ἂν σφίσι Σόλων θῆται. ἀποδημήσας οὖν ἐς Αἴγυπτον ἀφίκετο καὶ δὴ καὶ ἐς Σάρδεις παρὰ Κροῖσον. ἀφικόμενος δὲ ἐξενίζετο ἐν τοῖς βασιλείοις ὑπὸ τοῦ Κροίσου. μετὰ δέ, ἡμέρᾳ τρίτῃ ἢ τετάρτῃ, κελεύσαντος Κροίσου, τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυροὺς καὶ ἐδείκνυσαν πάντα ὄντα μεγάλα καὶ ὄλβια.

θεασάμενον δὲ αὐτὸν τὰ πάντα καὶ σκεψάμενον ἤρετο ὁ Κροῖσος τάδε· “ξένε Ἀθηναῖε, παρὰ ἡμᾶς περὶ σοῦ λόγος ἥκει πολὺς καὶ σοφίας ἕνεκα σῆς καὶ πλάνης, ὡς θεωρίας ἕνεκα γῆν πολλὴν ἐπελήλυθας. νῦν οὖν βούλομαι ἐρέσθαι σε τίς ἐστιν ὀλβιώτατος πάντων ὧν εἶδες.” ὁ μὲν ἐλπίζων αὐτὸς εἶναι ὀλβιώτατος ταῦτα ἠρώτα, Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἀληθεῖ χρησάμενος λέγει· “ὦ βασιλεῦ, Τέλλος Ἀθηναῖος.” θαυμάσας δὲ Κροῖσος τὸ λεχθέν, ἤρετο· “πῶς δὲ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον;” ὁ δὲ εἶπε· “Τέλλῳ καὶ παῖδες ἦσαν καλοί τε κἀγαθοὶ καὶ τοῖς παισὶ εἶδε τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα, καὶ τελευτὴ τοῦ βίου λαμπροτάτη ἐγένετο· γενομένης γὰρ Ἀθηναίοις μάχης πρὸς γείτονας ἐν Ἐλευσῖνι, βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καὶ αὐτὸν Ἀθηναῖοι δημοσίᾳ τε ἔθαψαν ὅπου ἔπεσε καὶ ἐτίμησαν μεγάλως.”

— from Herodotus (I. 26, 29–30)

Ο ΚΡΟΙΣΟΣ ΤΟΝ ΣΟΛΩΝΑ ΞΕΝΙΖΕΙ (β)

ὡς δὲ ταῦτα περὶ τοῦ Τέλλου ὁ Σόλων εἶπε, ὁ Κροῖσος ἤρετο τίνα δεύτερον μετ᾿ ἐκεῖνον ὀλβιώτατον ἴδοι, νομίζων πάγχυ δευτερεῖα οἴσεσθαι. ὁ δέ· “Κλέοβίν τε καὶ Βίτωνα. τούτοις γὰρ οὖσι γένος Ἀργείοις πλοῦτός τε ἦν ἱκανὸς καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιάδε· ἀθλοφόροι τε ἀμφότεροι ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος· οὔσης ἑορτῆς τῇ Ἥρᾳ τοῖς Ἀργείοις, ἔδει πάντως τὴν μητέρα αὐτῶν ζεύγει κομισθῆναι ἐς τὸ ἱερόν, οἱ δὲ βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίγνοντο ἐν καιρῷ. οἱ δὲ νεανίαι, ἵνα παραγένοιτο ἡ μήτηρ ἐν καιρῷ, αὐτοὶ εἷλκον τὴν ἅμαξαν, ἐπὶ δὲ τῆς ἀμάξης ἐφέρετο ἡ μήτηρ, σταδίους δὲ πέντε καὶ τεσσαράκοντα κομίσαντες ἀφίκοντο ἐς τὸ ἱερόν.

“ταῦτα δὲ αὐτοῖς ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῶν παρόντων τελευτὴ τοῦ βίου ἀρίστη ἐγένετο, ἔδειξέ τε ἐν τούτοις ὁ θεὸς ὅτι ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζῆν. οἱ μὲν γὰρ Ἀργεῖοι περιστάντες ἐμακάριζον τῶν νεανιῶν τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν ἐμακάριζον, διότι τοιούτων τέκνων ἐκύρησεν. ἡ δὲ μήτηρ στᾶσα ἀντίον τοῦ ἀγάλματος τῆς θεοῦ ηὔχετο Κλεόβει τε καὶ Βίτωνι τοῖς ἑαυτῆς τέκνοις, οἳ αὐτὴν ἐτίμησαν μεγάλως, τὴν θεὸν δοῦναι ὅ τι ἀνθρώπῳ τυχεῖν ἄριστον εἴη. μετὰ δὲ ταύτην τὴν εὐχήν, ὡς ἔθυσάν τε καὶ εὐώχθησαν, κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱερῷ οἱ νεανίαι οὐκέτι ἀνέστησαν ἀλλ᾿ οὕτως ἐτελεύτησαν. Ἀργεῖοι δὲ αὐτῶν εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐν Δελφοῖς, ὡς ἀνδρῶν ἀρίστων γενομένων.”

Σόλων μὲν οὖν εὐδαιμονίας δευτερεῖα ἔνειμα τούτοις, Κροῖσος δὲ ὀργισθεὶς εἶπε· “ὦ ξέν᾿ Ἀθηναῖε, τῆς δὲ ἡμετέρας εὐδαιμονίας οὕτω καταφρονεῖς ὥστε οὐδὲ ἰδιωτῶν ἀνδρῶν ἀξίους ἡμᾶς ἐποίησας;”

— from Herodotus (I.31–32)

Ο ΣΟΛΩΝ ΤΟΝ ΚΡΟΙΣΟΝ ΟΡΓΙΖΕΙ

ὁ δὲ Σόλων εἶπεν· “ὦ Κροῖσε, ἐρωτᾷς με περὶ ἀνθρωπίνων πραγμάτων, ἐγὼ δὲ ἐπίσταμαι πᾶν τὸ θεῖον φθονερὸν ὂν καὶ ταραχῶδες. ἐν μὲν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μέν ἐστιν ἰδεῖν ἃ μή τις ἐθέλει, πολλὰ δὲ καὶ παθεῖν. ἐς γὰρ ἑβδομήκοντα ἔτη ὅρον τῆς ζωῆς ἀνθρώπῳ τίθημι. ταῦτα δὲ ἔτη ἑβδομήκοντα ὄντα παρέχεται ἡμέρας διακοσίας καὶ ἑξακισχιλίας καὶ δισμυρίας. ἡ δὲ ἑτέρα αὐτῶν τῇ ἑτέρᾳ οὐδὲν ὅμοιον προσάγει πρᾶγμα.

“ἐμοὶ δὲ σὺ καὶ πλουτεῖν μέγα φαίνῃ καὶ βασιλεὺ εἶναι πολλῶν ἀνθρώπων· ἐκεῖνο δὲ ὃ ἐρωτᾷς με οὔπω σε λέγω, πρὶν ἄν σε τελευτήσαντα καλῶς βίον τελευτήσαντα καλῶς βίον μάθω. οὐ γὰρ ὁ μεγαπλούσιος ὀλβιώτερός ἐστι τοῦ ἐφ᾿ ἡμέραν βίον ἔχοντος ἔχοντος, εἰ μὴ αὐτῷ ἡ τύχη παραμείναι, ὥστε εὖ τελευτῆσαι τὸν βίον. πολλοὶ γὰρ πλούσιοι ἀνθρώπων ἄνολβοί εἰσι, πολλοὶ δὲ μέτριον ἔχοντες βίον εὐτυχεῖς. σκοπεῖν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν, πῶς ἀποβήσεται. πολλοὶς γὰρ δὴ ὑποδίξας ὄλβον ὁ θεὸς προῤῥίζους ἀνέτρεψεν.”

ὁ Σόλων ταῦτα λέγων τῷ Κροίσῳ οὐκέτι ἐχαρίζετο, ἀλλὰ ὁ Κροῖσος ἀποπέμπει αὐτόν, δόξας αὐτὸν ἀμαθῆ εἶναι, ὃς τὰ παρόντα ἀγαθὰ μεθεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν κελεύοι.

Ο ΤΟΥ ΦΙΛΙΠΠΟΥ ΦΙΛΟΣ

ἥσθη μὲν οὖν μάλιστα ὁ Φίλιππος τῷ τοῦ διδασκάλου δώρῳ, καὶ οἴκαδε ἔσπευδε ἵνα ἡσύχως τὴν βίβλον ἀναγιγνώσκοι. εἰσῆλθε δὲ εἰς τὴν παλαίστραν ἣ παρὰ τῷ διδασκαλείῳ ἦν, ἵνα ἐπαγγείλαι τοῖς ἀνεψιοῖς ὅτι εἰς τὴν οἰκίαν ἐπανίοι.

εἰσελθὼν δὲ κατέλαβεν ἐκεῖ πολλοὺς παῖδας, φίλους αὐτοῦ ὄντας, ἀστραγαλίζοντάς τε δὲ καὶ παίζοντας ἅπαντας. οἱ μὲν οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀποδυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ φορμίσκων τινῶν προαιρούμενοι· τούτους δὲ περιέστησαν ἄλλοι θεωροῦντες. οὕτω δ᾿ ἔχαιρον παίζοντες ὥστε οὐδεὶς ἐφαίνετο φοβεῖσθαι μὴ οἱ πολέμιοι εἰσβάλοιεν εἰς τὴν πόλιν, ἀλλὰ πάντες ἠμέλουν τοῦ πολέμου καὶ τοῦ κινδύνου, ὥσπερ ἐν εἰρήνῃ τυγχάνοντες ὄντες.

ὧν δὴ καὶ ὁ ἕτερος τῶν τοῦ Φιλίππου ἀνεψιῶν ἦν, ἐστεφανωμένος· καὶ ὁ Φίλιππος προσεχώρησε ἵνα αὐτῷ διαλέγοιτο. ὁ δὲ πόρρωθεν ἀσπασάμενος ἤρετο τὸν Φίλιππον πῶς ἔχοι καὶ τί ποτε ποιοῖ.

ὁ δὲ Φίλιππος, “ὁ διδάσκαλος,” ἔφη, “κάλλιστόν μοι λόγον ἐποίησε περὶ τῆς ἱστορίας, καὶ συχνὸν παρ᾿ αὐτῷ διέτριψα χρόνον ἀκούων καὶ ἅμα πολλά τε καὶ καλὰ μανθάνων. νῦν δὲ οἴκαδε ἰέναι βουλοίμην ἄν. τοῦ γὰρ διδασκάλου λέγοντος, ἐγὼ τὸν νοῦν τῷ λόγῳ προσεῖχον, καλλίστῳ ὄντι, σκοπῶν εἴ πως οἷός τ᾿ εἴην ἐκμανθάνειν αὐτόν. πολλάκις γὰρ καὶ πρὸ τοῦδε οὕτως ἐποίησα· ἀκούων γὰρ καλόν τινα λόγον παρὰ τοῦ διδασκάλου, εἰς περίπατον ᾖα ἐξεπιστάμενος τὸν λόγον, εἰ μὴ πάνυ τι ἦν μακρός. ἔπειτα δὲ ἐπορευόμην ἐκτὸς τείχους ἢ οἴκαδε ἐβάδιζον ἵνα μελετῴην.”

ὁ δὲ ἀνεψιὸς ὑπολαβών, “δεῖξόν γε πρῶτον,” ἔφη, “ὦ φίλε, τί ἄρα ἐν τῇ ἀριστερῷ ἔχεις ὑπὸ τῷ ἱματίῳ· τοπάζω γὰρ σε ἔχειν τὸν λόγον αὐτόν. ἀλλ᾿ ἴθι, δείκυ.”

ὁ δὲ Φίλιππος, τὸ βιβλίον ἐκ τοῦ ἱματίου ἐξελών· “παῦε. οὗτος μὲν γὰρ οὐκ ἔστιν ὁ τοῦ διδασκάλου λόγος. εἴθε γράψειεν· ἀλλ᾿ αὐτοσχεδιάζων τὸν λόγον ἐποίησε, ἢ ἴσως ἀπὸ στόματος εἶπεν. ἔστι δὲ τοῦτο βιβλίον τι, ὃ δῶρόν μοι ἔδωκε ὁ διδάσκαλος, ἐν ᾧ ἡ τοῦ Ἡροδότου ἱστορίας ἀπόδειξις ἔνεστιν, ἣν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Μήδους, καὶ περὶ πολλῶν καὶ ἄλλων, συνέγραψε.”

ὁ δὲ ἀνεψιός, “φαίνεται μὲν οὖν,” ἔφη, “μάλα σε ἀγαπῶν ὁ διδάσκαλος, τοιαῦτα δῶρα διδούς. ἴσως γάρ σε ἀντὶ τοῦ τεθνηκότος υἱοῦ ἔχει, καλόν τε καὶ ἀγαθὸν ὄντα, καὶ δὴ καὶ πρὸς τὰ μαθήματα ὀργῶντα.”

ὁ δὲ Φίλιππος θαυμάσας ἐνέβλεψεν αὐτῷ καί, “τί λέγεις,” ἔφη, “ὦ φίλε; ἆρα ὁ διδάσκαλος γυναῖκά τε καὶ υἱὸν εἶχεν;”

ὁ δὲ ἀνεψιὸς ἀποκρινάμενος· “ἆρ᾿ ἀληθῶς τοῦτ᾿ ἀγνοεῖς; καὶ γὰρ ὁ διδάσκαλος, ὥσπερ πολλοί, ἐσκόπει ὅπως μὴ ἔσοιτο ἄπαις, ἀλλ᾿ ἔσοιτο αὐτῷ ὅστις ζῶντά τε γηροτροφήσοι καὶ τελευτήσαντα θάψοι αὐτὸν καὶ εἰς τὸν ἔπειτα χρόνον τὰ νομιζόμενα αὐτῷ ποιήσοι. οἱ δὲ λῃσταὶ καὶ τὴν γυναῖκα καὶ τὸν παῖδα ἥρπασαν, καὶ οὐδὲν ἐξ ἐκείνου τοῦ χρόνου ἀκήκοε περὶ αὐτῶν.”

ὁ δὲ Φίλιππος, “ὦ τῆς συμφορᾶς,” ἔφη. “οὐ γὰρ δίκαιον ἦν τὸν διδάσκαλον, οὕτως ἀγαθόν τε καὶ χρηστὸνο ὄντα, τοιαῦτα παθεῖν. μὴ εἰς ἄλλα κακὰ πέσοι. εἰ γὰρ ἄξιος αὐτοῦ εἴην· ἴσως γὰρ δυναίμην ἂν ὥσπερ ἄλλος υἱὸς αὐτῷ εἶναι. νῦν δὲ δεῖ με οἴκαδε ἰέναι, καὶ οὐ μόνον ἐνθυμεῖσθαι τί ὁ διδάσκαλος περὶ τῆς ἱστορίας ἔλεγε, ἀλλὰ καὶ τοῦτο τὸ τοῦ Ἡροδότου βιβλίον ἀναγιγνώσκειν.”

ὁ δὲ ἀνεψιός, “χαῖρε οὖν,” ἔφη, “ὦ Φίλιππε. ἀλλ᾿ ἄκουέ μου συμβουλεύοντος· πέρυσι γὰρ ἅμα τῷ διδασκάλῳ ἀνέγνων μέρος τι ἐκ τούτου τοῦ βιβλίου· ἀνάγνωθι οὖν τὰ περὶ Κροίσου τοῦ Ἀλυάττου· πολλὰ γὰρ ἐκ τῶν παθημάτων αὐτοῦ μαθήσῃ.”

ὁ δὲ Φίλιππος χάριν ἀποδοὺς τῷ ἀνεψιῷ ἔσπευδεν εἰς τὴν οἰκίαν, ἵνα τὰ τοῦ Κροίσου πράγματα ἀναγνοίη. οἴκοι δὲ τὸ βιβλίον ἀνείλιξε καὶ ἀναγιγνώσκειν ἤρξατο. πρῶτον μὲν οὖν ὁ Ἡρόδοτος περὶ τῆς ἔχθρας συνέγραψε τῶν Περσῶν καὶ τῶν Ἑλλήνων, ἔπειτα δὲ περὶ τοῦ Ἀλυάττου. τέλος δὲ ταῦτα ἀνέγνω ὁ Φίλιππος περὶ τοῦ Κροίσου.