Chapter 26 (α and β)

Ο ΚΡΟΙΣΟΣ ΤΟΝ ΠΑΙΔΑ ΑΠΟΛΛΥΣΙΝ (α)

ὡς δὲ ἀπῆλθεν ὁ Σόλων, ἔλαβεν ἐκ τοῦ θεοῦ νέμεσις μεγάλη Κροῖσον, διότι ἐνόμισεν ἑαυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον. καθεύδοντι γὰρ αὐτῷ ἐπέστη ὄνειρος, ὃς αὐτῷ τὴν ἀλήθειαν ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα. ἦσαν δὲ Κροίσῳ δύο παῖδες, ὧν ὁ μὲν ἕτερος κωφὸς ἦν, ὁ δὲ ἕτερος τῶν ἡλίκων πολὺ πρῶτος· ὄνομα δὲ αὐτῷ ἦν Ἄτυς. τοῦτον οὖν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὁ ὄνειρος ἀποθανεῖσθαι αἰχμῇ σιδηρᾷ βληθέντα. ὁ δὲ ἐπεὶ ἐξηγέρθη, φοβούμενος τὸν ὄνειρον, ἄγεται μὲν τῷ παιδὶ γυναῖκα, ἐπὶ πόλεμον δὲ οὐκέτι ἐξέπεμψεν αὐτόν, ἀκόντια δὲ καὶ δόρατα καὶ πάντα οἷς χρῶνται ἐς πόλεμον ἄνθρωποι, ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε, μή τι τῷ παιδὶ ἐμπέσοι.

ἔχοντος δὲ ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον, ἀφικνεῖται ἐς τὰς Σάρδεις ἀνὴρ οὐ καθαρὸς ὢν τὰς χεῖρας. παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία καθαρσίου ἐδεῖτο ἐπικυρῆσαι· ὁ δὲ Κροῖσος αὐτὸν ἐκάθηρεν. ἐπεὶ δὲ τὰ νομιζόμενα ἐποίησεν ὁ Κροῖσος, ἐπυνθάνετο ὁπόθεν τε ἥκοι καὶ τίς εἴη, λέγων τάδε· “ὦ ἄνθρωπε, τίς τ᾿ ὢν καὶ πόθεν ἥκων ἐς τὰ ἐμὰ οἰκία παρεγένου;” ὁ δὲ ἀπεκρίνατο· “ὦ βασιλεῦ, Γορδίου μέν εἰμι παῖς, ὀνομάζομαι δὲ Ἄδραστος, φονεύσας δὲ τὸν ἐμαυτοῦ ἀδελφὸν ἄκων πάρειμι, ἐξεληλαμένος ὑπὸ τοῦ πατρός.” ὁ δὲ Κροῖσος ἀπεκρίνατο· “ἀνδρῶν τε φίλων ἔκγονος εἶ καὶ ἥκεις ἐς φίλους, ὅπου ἀμηχανήσεις οὐδενὸς μένων ἐν τοῖς ἡμετέροις οἰκίοις. συμφορὰν δὲ ταύτην παραινῶ σοι ὡς κουφότατα φέρειν.”

— from Herodotus (I. 34–35)

Ο ΚΡΟΙΣΟΣ ΤΟΝ ΠΑΙΔΑ ΑΠΟΛΛΥΣΙΝ (β)

ὁ μὲν οὖν Ἄδραστος δίαιταν εἶχε ἐν Κροίσου, ἐν δὲ τῷ αὐτῷ χρόνῳ ἐν τῷ Ὀλύμπῳ τῷ ὄρει ὗς μέγας γίγνεται· ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρους τούτου τὰ τῶν Μυσῶν ἔργα διέφθειρε, πολλάκις δὲ οἱ Μυσοὶ ἐπ᾿ αὐτὸν ἐξελθόντες ἐποίουν μὲν κακὸν οὐδέν, ἔπασχον δὲ κακὰ πρὸς αὐτοῦ. τέλος δὲ ἀφικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε· “ὦ βασιλεῦ, ὗς τὰ ἔργα διαφθείρει. τοῦτον προθυμούμενοι ἑλεῖν οὖ δυνάμεθα. νῦν οὖν δεόμεθά σου τὸν παῖδα καὶ λογάδας νεανίας καὶ κύνας πέμψαι ἡμῖν, ἵνα αὐτὸν ἐξέλωμεν ἐκ τῆς χώρας.”

Κροῖσος δὲ μεμνημένος τοῦ ὀνείρου τὰ ἔπη ἔλεγε τάδε· “τὸν παῖδα οὐκ ἐθέλω πέμψαι· νεόγαμος γάρ ἐστι καὶ ταῦτα αὐτῷ νῦν μέλει. Λυδῶν μέντοι λογάδας καὶ κύνας πέμψω καὶ κελεύσω τοὺς ἰόντας ἐξελεῖν τὸ θηρίον ἐκ τῆς χώρας.”

ὁ δὲ παῖς ἀκούσας ἃ εἶπεν Κροῖσος τοῖς Μυσοῖς, πρὸς αὐτὸν προσῆλθε καί, “ὦ πάτερ,” φησίν, “διὰ τί οὐκ ἐθέλεις με πέμψαι ἐς τὴν ἄγραν; ἆρα δειλίαν τινὰ ἔν μοι εἶδες ἢ ἀθυμίαν;” ὁ δὲ Κροῖσος ἀποκρίνεται τοῖσδε· “ὦ παῖ, οὔτε δειλίαν οὔτε ἄλλο οὐδὲν ἄχαρι ἰδὼν ποιῶ ταῦτα, ἀλλά μοι ὄψις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι· ὑπὸ γὰρ αἰχμῆς σιδηρᾶς ἀπολεῖσθαι.” ἀποκρίνεται δὲ ὁ νεανίας τοῖσδε· “συγγνώμη μέν ἐστί σοι, ὦ πάτερ, ἰδόντι ὄψιν τοιαύτην περὶ ἐμὲ φυλακὴν ἔχειν. λέγεις δὲ ὅτι ὁ ὄνειρος ἔφη ὑπὸ αἰχμῆς σιδηρᾶς ἐμὲ τελευτήσειν· ὑὸς δὲ ποῖαι μέν εἰσι χεῖρες, ποία δὲ αἰχμὴ σιδηρᾶ; ἐπεὶ οὖν οὐ πρὸς ἄνδρας ἡμῖν γίγνεται ἡ μάχη, μέθες με.” ἀμείβεται Κροῖσος· “ὦ παῖ, νικᾷς με γνώμην ἀποφαίνων περὶ τοῦ ὀνείρου. μεταγιγνώσκω οὖν καὶ μεθίημί σε ἰέναι ἐπὶ τὴν ἄγραν.”

εἰπὼν δὲ ταῦτα ὁ Κροῖσος τὸν Ἄδραστον μεταπέμπεται καὶ αὐτῷ λέγει τάδε· “Ἄδραστε, ἐγώ σε ἐκάθηρα καὶ ἐν τοῖς οἰκίοις ἐδεξάμην· νῦν οὖν φύλακα τοῦ παιδὸς ἐμοῦ σε χρῄζω γενέσθαι ἐς ἄγραν ὁρμωμένου.” ὁ δὲ Ἄδραστος ἀπεκρίνατο· “ἐπεὶ σὺ σπεύδεις καὶ δεῖ μέ σοι χαρίζεσθαι, ἕτοιμός εἰμι ποιεῖν ταῦτα, τόν τε παῖδα σὸν ὃν κελεύεις φυλάσσειν ἀσφαλῆ τοῦ φυλάσσοντος ἕνεκα προσδόκα σοι νοστήσειν.”

ᾖσαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάσι τε νεανίας καὶ κυσίν. ἀφικόμενοι δὲ ἐς τὸν Ὄλυμπον τὸ ὄρος ἐζήτουν τὸ θηρίον, εὑρόντες δὲ καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον. ἐνταῦθα δὴ ὁ ξένος, ὁ καθαρθεὶς τὸν φόνον, ἀκοντίζων τὸν ὗν, τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τοῦ Κροίσου παιδός. ὁ μὲν οὖν βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην, ἔτρεχε δέ τις ὡς ἀγγελῶν τῷ Κροίσῳ τὸ γενόμενον. ἀφικόμενος δὲ ἐς τὰς Σάρδεις τήν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον εἶπεν αὐτῷ.

— from Herodotus (Ι. 36–43)

Ο ΑΔΡΗΣΤΟΣ ΕΑΥΤΟΝ ΣΦΑΖΕΙ

ὁ δὲ Κροῖσος τῷ μὲν θανάτῳ τοῦ παιδὸς συνεταράχθη, ἔτι δὲ μᾶλλον ὠδύρετο διότι τὸν παῖδα ἀπέκτεινε ἐκεῖνος ὃν αὐτὸς φόνου ἐκάθηρε. λυπούμενος δὲ τῇ συμφορᾷ δεινῶς, ἐκάλει μὲν Δία καθάρσιον, μαρτυρόμενος ἃ ὑπὸ τοῦ ξένου ἔπαθεν, ἐκάλει δὲ Δία ἐφέστιον, διότι ἐν τοῖς οἰκίοις δεξάμενος τὸν ξένον ἐλάνθανε βόσκων τὸν φονέα τοῦ παιδός, ἐκάλει δὲ καὶ Δία ἑταιρεῖον, διότι φύλακα συμπέμψας αὐτὸν ηὗρε πολεμιώτατον.

παρῆσαν δὲ μετὰ τοῦτο οἱ Λυδοὶ φέροντες τὸν νεκρόν, ὄπισθε δὲ εἵπετο αὐτῷ ὁ φονεύς. στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ παρεδίδου ἑαυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας, ἐπικατασφάξαι ἑαυτὸν κελεύων τῷ νεκρῷ, λέγων ὅτι οὐκέτι χρὴ βιοῦν.

Κροῖσος δὲ ταῦτα ἀκούσας τόν τε Ἄδρηστον οἰκτίρει, καίπερ ὢν ἐν κακῷ οἰκείῳ τοσούτῳ, καὶ λέγει πρὸς αὐτόν· “ἔχω, ὦ ξένε, παρὰ σοῦ πᾶσαν δίκην, ἐπειδὴ σεαυτοῦ καταδικάζεις θάνατον. οὐ σύ μοι τοῦδε τοῦ κακοῦ αἴτιος εἶ, ἀλλὰ θεῶν τις, ὅς μοι πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι.” Κροῖσος μὲν οὖν ἔθαψε τὸν ἑαυτοῦ παῖδα, Ἄδρηστος δέ, οὗτος δὴ ὁ φονεὺς μὲν τοῦ ἑαυτοῦ ἀδελφοῦ, φονεὺς δὲ τοῦ καθήραντος, ἐπεὶ οὐδεὶς ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα, βαρυσυμφορώτατος ὤν, ἐπικατασφάζει τῷ τύμβῳ ἑαυτόν.

Ο ΦΘΟΝΟΣ ΤΩΝ ΘΕΩΝ

ταῦτ᾿ ἀναγνούς, ὁ Φίλιππος μάλα ἐταράχθη καὶ ἐδάκρυσε τῇ τοῦ Κροίσου συμφορᾷ.

εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν τῶν ἀνεψιῶν ὁ ἕτερος, καὶ ἰδὼν τὸν Φίλιππον δακρύοντα, “τί ἐστίν σοι,” ἔφη, “ὦ Φίλιππε; τί δὲ παθὼν δακρύεις, τοῦτο τὸ βιβλίον ἐν χερσὶ ἔχων;”

ὁ δὲ Φίλιππος, τοὺς ὀφθαλμοὺς δακρύων μεστοὺς ἐκ τῆς βίβλου ἄρας τε καὶ τῷ ἀνεψιῷ ἐμβλέψας, “ἴσως καὶ σύ,” ἔφη, “ὥσπερ ὁ σὸς ἀδελφός, ἅμα τῷ διδασκάλῳ ἀνέγνως πέρυσι τὰ τοῦ Κροίσου ἐλεινὰ πράγματα· νῦν δὴ δὲ περὶ τοῦ θανάτου τοῦ υἱοῦ ἀνεγίγνωσκον, καὶ οὐχ οἷός τ᾿ ἦν μὴ οὐκ οἰκτίρειν αὐτὸν καὶ δακρύειν. εἰσῆλθε δέ με λογισάμενον κατοικτῖραι οὐ μόνον αὐτὸν ἀλλὰ καὶ πάντα ἀνθρώπινον βίον, εἰ καὶ ὁ Κροῖσος, καίπερ οὕτως ὄλβιος φαινόμενος εἶναι, εἰς τοσαύτην συμφορὰν ἐνέπεσε καὶ οὐδὲν ἐδυνήθη ποιῆσαι πρὸς τὸ τῶν θεῶν βούλευμα. ὁμοίως δὲ τῶν ἀνθρώπων οὐδεὶς οὕτως εὐδαίμων τυγχάνει ὢν ὥστε πολλάκις καὶ οὐχ ἅπαξ ἀποθανεῖν μὴ βουληθῆναι μᾶλλον ἢ ζῆν. αἵ τε γὰρ συμφοραὶ προσπίπτουσαι καὶ αἱ νόσοι συνταράττουσαι ποιοῦσι δοκεῖν εἶναι μακρὸν τὸν βίον καίπερ βραχὺν ὄντα. οὕτως ὁ μὲν θάνατος πολλάκις, μοχθηρῆς οὔσης τῆς ζωῆς, καταφυγὴ αἱρετωτάτη φαίνεται εἶναι· ὁ δὲ θεὸς γεύσας τὸν ἄνθρωπον γλυκέος βίου, ἐξαίφνης φθονερὸς εὑρίσκεται ὤν.”

ὁ δὲ ἀνεψιὸς ὑπολαβών, “εὐφήμει,” ἔφη, “ὦ φίλε· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται. εἰ δὲ τοῦτο εἰπεῖν βούλει, ὅτι οἱ θεοὶ τὴν ὕβριν κολάζουσι καὶ ἀεὶ κωλύουσι ἡμᾶς ἐπιλανθάνεσθαι τῆς ἀνθρωπίνης φύσεως ἀσθενοῦς οὔσης, ὁμολογῶ σοι. οὐ γὰρ ἔξεστιν ἀνθρώπῳ, θνητῷ ὄντι, ἑαυτὸν μακαρίσαι καὶ ἄξιον νομίσαι τῆς τε εὐδαιμονίας καὶ τῆς ἀταραξίας τῆς τῶν ἀθανάτων θεῶν. καὶ γὰρ οἱ ὀλβιώτατοι τῶν ἀνθρώπων, εἰ γιγνώσκουσιν ὅτι ἄνθρωποι καὶ αὐτοί εἰσιν, ἐκεῖνο πρῶτον μανθάνουσιν, ὡς κύκλος τῶν ἀνθρωπίνων ἐστὶ πραγμάτων, ὅς, περιφερόμενος, οὐκ ἐᾷ ἀεὶ τοὺς αὐτοὺς εὐτυχεῖν. ἆρ᾿ ἀγνοεῖς τί ὁ Πολυκράτης ἔπαθε;”

ὁ δὲ Φίλιππος, “τίς ποτε,” ἔφη, “οὗτος ὁ Πολυκράτης ἦν;”

ὁ δὲ ἀνεψιὸς ἀποκρινάμενος, “τύραννος,” ἔφη, “ἐτύγχανε ὤν, ἄρχων τῶν Σαμίων· ἔσχε γὰρ Σάμον ἐπαναστάς. δύο ἦσαν αὐτῷ ἀδελφοί, ὀνόμασι Παντάγνωτος καὶ Συλοσῶν· πρῶτον μὲν οὖν εἰς τρία μέρη διελὼν τὴν πόλιν τοῖς ἀδελφοῖς ἔμεινε· ἔπειτα δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας, τὸν δὲ νεώτερον, Συλοσῶντα, ἐξελάσας, μόνος ἔσχε πᾶσαν Σάμον. ἔχων δὲ τὴν νῆσον, ξενίαν τῷ τῶν Αἰγυπτίων βασιλεύοντι, ὀνόματι Ἀμάσει, συνέθετο, πέμπων τε δῶρα καὶ δεχόμενος ἄλλα παρ᾿ ἐκείνου. ἐν χρόνῳ δὲ ὀλίγῳ τοῦ Πολυκράτους τὰ πράγματα ηὔξετο· ὅποι γὰρ ἔλθοι στρατεύεσθαι, πάντα αὐτῷ ἐχώρει εὐτυχῶς· συχνὰς μὲν δὴ τῶν νήσων εἷλε, πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστη. καὶ ὁ Πολυκράτης εὐτυχῶν μεγάλως οὐκ ἐλάνθανε τὸν Ἄμασιν, ἀλλ᾿ αὐτὸς περὶ τούτου ἐφρόνιζεν. πολλῷ δὲ ἔτι πλείονος εὐτυχίας αὐτῷ γιγνομένης, ὁ Ἄμασις, γράψας τάδε, ἐπέστειλεν εἰς Σάμον· ‘Ἄμασις Πολυκράτει ὧδε λέγει. ἡδὺ μέν ἐστι πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξένον εὖ πράττοντα· ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέσκουσι· ἐπίσταμαι γὰρ ὡς τὸ θεῖόν ἐστι φθονερόν. ἐγὼ δὲ βούλομαι, ὥσπερ ἐμαυτῷ, οὕτω τοῖς ἐμοῖς φίλοις τὰ μὲν τῶν πραγμάτων εὐτυχεῖν, τὰ δὲ δυστυχεῖν, καὶ οὕτω διάγειν τὸν βίον ἐναλλὰξ πράττων, μᾶλλον ἢ ἐυτυχεῖν τὰ πάντα. οὐδένα γάρ πω οἶδα ὅστις, εὐτυχῶν τὰ πάντα, εἰς τέλος οὐ κακῶς ἐτελεύτησε. σὺ μὲν οὖν νῦν ἐμοὶ πειθόμενος ποίησον τάδε· φροντίσας ὅ τι ἂν εὕρῃς ὄν σοι πλείστου ἄξιον, καὶ ἐφ᾿ ᾧ ἀπολομένῳ σὺ μάλιστα τὴμ ψυχὴν ἀλγήσεις, λαβὼν τοῦτο οὕτως ἀπόβαλε ὥστε μηκέτι ὑπ᾿ ἀνθρώπων εὑρεθῆναι.’ ταῦτα δὲ ἀναγνοὺς ὁ Πολυκράτης, συνεὶς ὅτι εὖ συνεβούλευεν ὁ Ἄμασις, ἐφρόντιζεν ἐφ᾿ ᾧ τῶν κειμηλίων ἀπολομένῳ ἂν μάλιστα ἀλγήσειε· φροντίσας δὲ ηὗρε τόδε· ἦν αὐτῷ σφραγὶς χρυσοῦ καὶ σμαράγδου λίθου, κάλλιστον ἔργον Σαμίου τεχνίτου. ἐπεὶ οὖν ταύτην αὐτῷ ἐδόκει ἀποβαλεῖν, ἐποίει τάδε· εἰς ναῦν εἰσέβη, καὶ ἐκέλευε τοὺς ναύτας ἀναγαγεῖν αὐτὴν εἰς τὸ πέλαγος· ὡς δὲ πολὺ ἀπέσχε τῆς νήσου, περιελόμενος τὴν σφραγῖδα, πάντων τῶν ναυτῶν ὁρώντων ἔρριψεν εἰς τὸ πέλαγος. τοῦτο δὲ ποιήσας ἀπέπλει, ἀφικόμενος δὲ εἰς τὴν οἰκίαν τῇ συμφορᾷ ᾤκτιρεν. πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρᾳ ἀπὸ τούτων τάδε αὐτῷ συνέβη· ἀνὴρ ἁλιεύς, λαβὼν ἰχθὺν μέγαν τε καὶ καλόν, ἠξίου αὐτὸν τῷ Πολυκράτει δῶρον δοθῆναι· φέρων δὲ εἰς τὰ βασίλεια, οὕτως εἶπε διδοὺς τὸν ἰχθύν· ‘ὦ βασιλεῦ, ἐγὼ τόνδε τὸν ἰχθὺν ἑλὼν οὐκ ἠξίουν φέρειν εἰς ἀγοράν, ἀλλά μοι ἐδόκει σοῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς· σοὶ δὲ αὐτὸν φέρων δίδωμι.’ ὁ δέ, ἡσθεὶς τοῖς τοῦ ἁλιέως λόγοις, αὐτὸν ἐπὶ δεῖπνον ἐκάλεσε. ὁ μὲν οὖν ἁλιεύς, μέγα ποιούμενος ταῦτα, ᾔει εἰς τὴν οἰκίαν· οἱ δὲ θεράποντες οἱ τοῦ Πολυκράτους, τέμνοντες τὸν ἰχθύν, ἐν τῇ γαστρὶ αὐτοῦ εὑρίσκουσιν ἐνοῦσαν τὴν τοῦ τυράννου σφραγῖδα· ὡς δὲ εἶδόν τε καὶ ἔλαβον, ἔφερον χαίροντες παρὰ τὸν Πολυκράτη, διδόντες δὲ αὐτῷ τὴν σφραγῖδα ἔλεγον τίνι τρόπῳ ηὑρέθη. τὸν δὲ Πολυκράτη εἰσῆλθε θεῖον εἶναι τὸ πρᾶγμα, καὶ ἔγραψε ἐν ἐπιστολῇ πάντα τὰ γενόμενα, γράψας δὲ εἰς Αἴγυπτον ἔστειλε. ἀναγνοὺς δὲ ὁ Ἄμασις τὴν ἐπιστολήν, ἔμαθεν ὅτι οὐκ εὖ τελευτήσοι Πολυκράτης, ὅς, εὐτυχῶν τὰ πάντα, καὶ ἃ ἀποβάλλει εὑρίσκει. μετὰ γὰρ οὐ πολὺν χρόνον ὁ Πολυκράτης διεφθάρη κακῶς ὑπ᾿ Ὀροίτου, ἀνδρὸς Πέρσου· ἀποκτείνας δὲ αὐτὸν Ὀροίτης ἀνεσταύρωσεν. Πολυκράτους μὲν δὴ αἱ πολλαὶ εὐτυχίαι εἰς τοῦτο ἐτελεύτησαν, ὥσπερ αὐτῷ Ἄμασις, ὁ Αἰγύπτου βασιλεύς, προὐμαντεύσατο.”

ταῦτ᾿ εἰπὼν ὁ μὲν ἀνεψιός, χαίρειν κελεύσας τὸν Φίλιππον, εἰς τὸν πατέρα ἔξωθεν τῆς οἰκίας καλοῦντα αὐτὸν ἀπῆλθε. ὁ δὲ Φίλιππος ὀλίγον τινὰ χρόνον ἐνεθυμεῖτο τοὺς τοῦ ἀνεψιοῦ λόγους· ἔπειτα δὲ αὖθις εἰς τὸ τοῦ Ἡροδότου βιβλίον ἐπανῆλθεν.