Chapter 27 (α and β)

Ο ΚΡΟΙΣΟΣ ΕΠΙ ΤΟΝ ΚΥΡΟΝ ΣΤΡΑΤΕΥΕΤΑΙ (α)

Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθει μεγάλῳ ἐκάθητο τοῦ παιδὸς ἐστερημένος· μετὰ δὲ ταῦτα, ἐπεὶ ὁ Κῦρος βασιλεὺς γενόμενος τῶν Περσέων τούς τε Μήδους ἐνίκησε καὶ τὰ τῶν Περσέων πρήγματα ηὔξανεν, ἤθελεν ὁ Κροῖσος, εἴ πως δύναιτο, τὴν δύναμιν αὐτῶν παῦσαι πρὶν μεγάλους γενέσθαι. ἔδοξεν οὖν ἀυτῷ χρῆσθαι τῷ μαντείῳ τῷ ἀρίστῳ, ἵνα μάθοι εἰ δέοι ἐπὶ τοὺς Πέρσας στρατεύεσθαι. πρῶτον μέντοι ἔδει γιγνώσκειν τί μαντεῖόν ἐστι ἄριστον. πάντων οὖν τῶν μαντείων ἀπεπειρᾶτο, ἀγγέλους πέμψας, τοὺς μὲν ἐς Δωδώνην, τοὺς δὲ ἐς Δελφούς, ἄλλους δὲ ἄλλοσε. τοὺς δὲ ἀγγέλους ἐκέλευε τῇ ἑκατοστῇ ἡμέρᾳ ἀφ᾿ ἧς ἂν ὁρμηθῶσι ἐκ Σαρδίων χρῆσθαι τοῖς χρηστηρίοις, ἐρωτῶντας τί ποιῶν τυγχάνει ὁ Λυδῶν βασιλεὺς Κροῖσος, καὶ ὅσ᾿ ἂν λέγῃ τὰ χρηστήρια γράψαντας ἀναφέρειν παρ᾿ ἑαυτόν.

ὅ τι μὲν τὰ ἄλλα χρηστήρια ἐθέσπισεν, οὐ λέγεται ὑπ᾿ οὐδενός, ἐν δὲ Δελφοῖσι ἐπεὶ τάχιστα εἰσῆλθον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ, ἡ Πυθίη λέγει τάδε·

οἶδα δ᾿ ἐγὼ ψάμμου τ᾿ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ συνίημι καὶ οὐ φωνεῦντος ἀκούω. ὀδμή μ᾿ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμ᾿ ἀρνείοισι κρέεσσιν.

ταῦτα θεσπισάσης τῆς Πυθίης, οἱ Λυδοὶ γράψαντες ἀπῆλθον ἐς τὰς Σάρδις. ὡς δὲ καὶ οἱ ἄλλοι οἱ περιπεμφθέντες παρῆσαν φέροντες τοὺς χρησμούς, ὁ Κροῖσος πάντα τὰ γεγραμμένα ἀνεγίγνωσκε. τῶν μὲν οὖν ἄλλων οὐδὲν ἤρεσκέ οἱ, ὡς δὲ τὸ ἐκ Δελφῶν ἤκουσε, αὐτίκα ηὔχετο καὶ ἐδέξατο, νομίσας μοῦνον εἶναι μαντεῖον τὸ ἐν Δελφοῖσιν, διότι ἐξηῦρεν ἃ αὐτὸς ἐποίησεν.

μετὰ δὲ ταῦτα ὁ Κροῖσος τὸν ἐν Δελφοῖσι θεὸν ἐτίμα, Λυδούς τε πάντας ἐκέλευε θύειν ὅ τι ἔχοι ἕκαστος. καὶ πλεῖστα καὶ κάλλιστα δῶρα ἔπεμψεν ἐς Δελφούς, καὶ τοὺς ἄγειν μέλλοντας ἐκέλευεν ἐρωτᾶν τὰ χρηστήρια εἰ δέοι Κροῖσον στρατεύεσθαι ἐπὶ Πέρσας. ὡς δὲ ἀφικόμενοι οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα, ἐχρήσαντο τοῖς χρηστηρίοις. ἡ δὲ Πυθίη τάδε ἀπεκρίνατο, ὅτι ἐὰν στρατεύηται Κροῖσος ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν καταλύσει. ἐπεὶ δὲ τὸν χρησμὸν ἐπύθετο ὁ Κροῖσος, ἤσθη πάνυ ἐλπίσας καταλύσειν τὴν Κύρου ἀρχήν. οὕτως οὖν ἐλπίσας ἐστρατεύετο ἐς τὴν Περσέων ἀρχήν. καὶ ὡς ἀφίκετο ἐς τὸν Ἅλυν ποταμὸν διαβὰς σὺν τῷ στρατῷ τῶν Πτερίων εἷλε τὴν πόλιν.

Κῦρος δὲ ἀγείρας τὸν ἑαυτοῦ στρατὸν ἠντιοῦτο Κροίσῳ. μάχης δὲ καρτερῆς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν, τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης. καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτως ἠγωνίσατο. Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑαυτοῦ στράτευμα (ἦν γὰρ οἱ στρατὸς πολλῷ ἐλάσσων ἢ ὁ Κύρου), τοῦτο μεμφθείς, ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτο ἐπιὼν ὁ Κῦρος, ἀπήλαυνε ἐς τὰς Σάρδις, ἐν νόῷ ἔχων τούς τε Αἰγυπτίους παρακαλεῖν κατὰ τὸ ὅρκιον (ἐποιήσατο γὰρ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην) καὶ μεταπέμψασθαι τοὺς Βαβυλωνίους (καὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη), καλέσας τε δὴ τούτους καὶ τὴν ἑαυτοῦ συλλέξας στρατιήν, ἐν νόῳ εἶχε ἅμα τῷ ἦρι στρατεύειν ἐπὶ τοὺς Πέρσας.

— from Herodotus (I. 46–50, 53–54, 76–77)

Ο ΚΡΟΙΣΟΣ ΕΠΙ ΤΟΝ ΚΥΡΟΝ ΣΤΡΑΤΕΥΕΤΑΙ (β)

Κῦρος δὲ αὐτίκα ἀπελαύνοντος Κροίσου μετὰ τὴν μάχην τὴν γενομένην ἐν τῇ Πτερίῃ, ἐπιστάμενος ὡς ἀπελάσας μέλλοι Κροῖσος διασκεδᾶν τὸν στρατόν, ἐβουλεύσατο ἐλαύνειν ὡς τάχιστα δύναιτο ἐπὶ τὰς Σάρδις. ὡς δέ οἱ ταῦτα ἔδοξε, καὶ ἐποίεε κατὰ τάχος· ἐλάσας γὰρ τὸν στρατὸν ἐς τὴν Λυδίην αὐτὸς ἄγγελος ἦλθε Κροίσῳ. ἐνταῦθα Κροῖσος ἐς ἀπορίην πολλὴν ἀφιγμένος, ὅμως τοὺς Λυδοὺς ἐξῆγε ἐς μάχην. ἦν δὲ τοῦτον τὸν χρόνον ἔθνος οὐδὲν ἐν τῇ Ἀσίῃ οὔτε ἀνδρειότερον οὔτε ἀλκιμώτερον τοῦ Λυδίου. ἡ δὲ μάχη αὐτῶν ἦν ἀφ᾿ ἵππων, καὶ αὐτοὶ ἦσαν ἱππεύεσθαι ἀγαθοί.

ἐς δὲ τὸ πεδίον συνελθόντων αὐτῶν τὸ πρὸ τοῦ ἄστεως, ὁ Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους, φοβούμενος τὴν ἵππον, ἐποίησε τοιόνδε· πάσας τὰς καλήμους, αἳ τὸν τε σῖτον ἔφερον καὶ τὰ σκεύεα, προσέταξε πρὸ τῆς ἄλλης στρατιῆς προϊέναι πρὸς τὴν Κροίσου ἵππον, ταῖς δὲ καμήλοις ἕπεσθαι τὸν πεζὸν ἐκέλευε. ὄπισθε δὲ τοῦ πεζοῦ ἔταξε τὴν πᾶσαν ἵππον. ὡς δὲ πάντες τεταγμένοι ἦσαν, παρῄνεσε αὐτοῖς τῶν μὲν ἄλλων Λυδῶν μὴ φειδομένοις κτείνειν πάντας, Κροῖσον δὲ αὐτὸν μὴ κτείνειν. τὰς δὲ καμήλους ἔταξε ἀντίον τῆς ἵππου τῶνδε εἵνεκα· κάμηλον γὰρ ἵππος φοβεῖται καὶ οὐκ ἀνέχεται οὔτε τὴν ἰδέην αὐτῆς ὁρῶν οὔτε τὴν ὀσμὴν ὀσφραινόμενος. ταῦτα οὖν ἐσοσόφιστο ἵνα τῷ Κροίσῳ ἄχρηστον ᾖ τὸ ἱππικόν. ὡς δὲ καὶ συνῇσαν ἐς τὴν μάχην, ἐνταῦθα ὡς τάχιστα ὤσφροντο τῶν καμήλων οἱ ἵπποι καὶ εἶδον αὐτάς, ὀπίσω ἀνέστρεφον, διέφθαρτό τε τῷ Κροίσῳ ἡ ἐλπίς.

οὐ μέντοι οἵ γε Λυδοὶ δειλοὶ ἦσαν. ἀλλ᾿ ὡς ἔμαθον τὸ γιγνόμενον, ἀποθορόντες ἀπὸ τῶν ἵππων πεζοὶ τοῖς Πέρσῃσι συνέβαλλον. χρόνῳ δὲ πεσόντων ἀμφοτέρων πολλῶν, ἐτράποντο οἱ Λυδοὶ καὶ κατειληθέντες ἐς τὸ τεῖχος ἐπολιορκέοντο ὑπὸ τῶν Περσέων.

— from Herodotus (I. 79–80)

Η ΛΑΒΔΑ ΣΩΙΖΕΙ ΤΟ ΠΑΙΔΙΟΝ

ὡς δὲ ἔτεκε ἡ Λάβδα, οἱ Βακχιάδαι πέμπουσι δέκα ἄνδρας ἐς τὸν δῆμον ἐν ᾧ ᾤκεε ὁ Ἠετίων, ὡς ἀποκτενέοντας τὸ παιδίον. ἀφικόμενοι δὲ οὗτοι καὶ παρελθόντες ἐς τὴν αὐλήν, τὴν Λάβδαν ᾔτεον τὸ παιδίον. ἡ δὲ οὐκ ἐπισταμένη διὰ τί ἦλθον καὶ δοκέουσα αὐτοὺς φίλους εἶναι τοῦ ἀνδρός, φέρουσα τὸ παιδίον ἔδωκεν αὐτῶν ἑνί. τοῖσι δὲ ἐβεβούλευτο ἐν τῇ ὁδῷ τὸν πρῶτον αὐτῶν λαβόντα τὸ παιδίον ἀποκτεῖναι. ἡ οὖν Λάβδα φέρουσα ἔδωκε, τὸ δὲ παιδίον θείῃ τύχῃ προσεγέλασε τὸν λαβόντα τῶν ἀνδρῶν· ὁ δὲ οἰκτίρας οὐκ ἐδύνατο αὐτὸ ἀποκτεῖναι, ἀλλὰ τῷ δευτέρῳ παρέδωκεν, ὁ δὲ τῷ τρίτῳ· οὕτω τε διεξῆλθε διὰ πάντων παραδιδόμενον, οὐδενὸς βουλομένου τὸ ἔργον ἐργάσασθαι.

ἀποδόντες οὖν τῇ μητρὶ τὸ παιδίον καὶ ἐξελθόντες, ἑστῶτες ἐπὶ τῇ θύρῃ ἀλλήλους ᾐτιῶντο, καὶ μάλιστα τὸν πρῶτον λαβόντα, ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα, ἕως μετὰ πολύν τινα χρόνον ἔδοχξεν αὐτοῖς αὖθις ἐσελθοῦσι πᾶσι μετέχειν τοῦ φόνου. ἡ δὲ Λάβδα πάντα ταῦτα ἤκουε, ἑστῶσα πρὸς αὐτῇ τῇ θύρῃ· φοβουμένη δὲ μὴ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι, φέρουσα ἀποκρύπτει ἐς κυψέλην, ἐπισταμένη ὡς εἰ ἐπανίοιεν, πάντα ἐρευνήσειν μέλλοιεν· ὃ δὴ καὶ ἐγένετο. ἐσελθοῦσι δὲ καὶ ἐρευνήσασι, ὡς οὐκ ἐφαίνετο τὸ παιδίον, ἔδοξεν ἀπιέναι καὶ λέγειν πρὸς τοὺς πέμψαντας ὡς πάντα ἐποίησαν ἃ ἐκεῖνοι ἐκέλευσαν. οἱ μὲν δὴ ἀπελθόντες ταῦτα ἔλεγον. μετὰ δὲ ταῦτα ὁ παῖς ηὐξάνετο, καὶ τοῦτον τὸν κίνδυνον διαφυγών, Κύψελος ὠνομάσθη ἀπὸ τῆς κυψέλης ἐν ᾗ ἐκρύφθη.

Ο ΦΙΛΙΠΠΟΣ ΤΟΝ ΦΙΛΕΜΟΝ ΜΙΣΕΙ

ταῦτα ἀναγνόντα εἰσῆλθε τὸν Φίλιππον ἡ τοῦ πολέμου φροντίς. δεινῶς γὰρ ἠθύμει ἀκούων πᾶσαν τὴν Ἀττικὴν τετμημένην ὑπὸ τῶν πολεμίων· ἐφρόντιζε δὲ νομίζων τούς τε τοῦ πατρὸς ἀγροὺς πεπορθημένους καὶ τὴν οἰκίαν κεκαυμένην.

παῖς ἦν τότε ἑκκαίδεκα ἐτῶν ὁ Φίλλιπος. ἐνεθυμεῖτο οὖν ὡς ἴσως μετ᾿ οὐ πολὺν χρόνον δεήσοι καὶ αὐτὸν στρατεύεσθαί τε καὶ μάχεσθαι πρὸς τοὺς πολεμίους· καίπερ δὲ εὔθυμος ὢν καὶ ἕτοιμος ἀμύνειν τοὺς πολεμίους τῇ πατρίδι, οὐδὲν ἧττον ἐννοῶν ὅτι δεῖ αὐτὸν ὡπλισμένον ἰέναι εἰς μάχην, ἐφοβεῖτο ὀλίγον τι.

“πεπαίδευμαι δὲ εἰς ἀρετήν,” ἔφη πρὸς ἑαυτόν, “καὶ ἄξιος ἔσομαι τῶν προγεγενημένων. ἤκουσα δὲ ἱππομαχίαν τινὰ βραχεῖαν γενομένην τῶν Ἀθηναίων πρὸς τοὺς Βοιωτῶν ἱππέας· νενίκηνται μὲν οἱ Βοιωτοί, βεβλαμμένοι δέ εἰσι καὶ τῶν Ἀθηναίων οὐκ ὀλίγοι. πάντων γὰρ τῶν κακῶν πατὴρ ὁ πόλεμος φαίνεται ὤν.

“ἐγὼ δὲ οὐ πέπεισμαι τοῖς τοῦ Περικλέους λόγοις. λέγει γὰρ ὅτι εἰ καὶ τέτμηται ἡ τῶν Ἀθηναίων γῆ, οὐδὲν ἧττον δυνάμεθα νικῆσαι τοὺς Λακεδαιμονίους κατὰ θάλατταν, κράτιστοι ναῦται ὄντες· τίς δὲ ἀποδώσει ἡμῖν τὰς ἀμπέλους; τίς δὲ ἀνοικοδομήσει τὰς κεκαυμένας οἰκίας; ἔδει δὲ προμάχεσθαι τῆς γῆς καὶ τῶν οἰκιῶν ὅπου οὐ μόνον οἱ ἠμέτεροι πατέρες, ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τεθράμμεθα. δῆλον οὖν ὅτι ὁ Περικλῆς, πείσας τοὺς Ἀθηναίους καταλιπεῖν τοὺς ἀγροὺς, ὑπὸ τῶν ναυτῶν μὲν τετίμηται, ὑπὸ δὲ τῶν τε γεωργῶν καὶ τῶν αὐτουργῶν οὐ πεφίληται. ὅμως δὲ ὑπ᾿ αὐτοῦ πεπεισμένοι εἰσίν, καὶ νῦν σχεδὸν πάντες οἱ ἀγροὶ καὶ πάντες οἱ κλῆροι οἱ ἐν τῇ Ἀττικῇ, καταλελειμμένοι ὐπὸ τῶν αὐτουργῶν, διεφθαρμένοι εἰσὶν ὑπὸ τῶν πολεμίων. εἰσὶν δέ τινες οἵ, βουλόμενοι τὴν πόλιν ἀναλαβεῖν τὴν ἡγεμονίαν, ταύτην διὰ πολέμου μᾶλλον ἢ δι᾿ εἰρήνης ἡγοῦνται ἂν καταπραχθῆναι· μέχρι τοῦ νῦν δὲ τῷ πολέμῳ πενέστεροι πεποιήμεθα καὶ πολλοὺς κινδύνους ὑπομένειν ἠναγκάσμεθα, καὶ πρὸς τοὺς Ἕλληνας διαβεβλήμεθα καὶ πάντας τρόπους τεταλαιπωρήμεθα.

“δεῖ δὲ ὡς τάχιστα τὴν εἰρήνην ποιήσασθαι πρὸς πάντας τοὺς Ἕλληνας. ἐὰν γὰρ τὴν εἰρήνην ποιησώμεθα, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς εἰς ἣν νῦν πρὸς ἀλλήλους καθέσταμεν· καὶ αὖθις ἡσύχως τὸν βίον ἄξομεν, ἀδεῶς γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις ἐπιχειροῦντες αἳ νῦν διὰ τὸν πόλεμον ἠμέληνται.

“νῦν δὲ χαλεπά ἐστι τὰ πράγματα, καὶ πανταχοῦ ταραχή. οἱ μὲν γὰρ πολέμιοι οὐ πρότερον πρὸς ἡμᾶς τὸν πόλεμον ἐξέφηναν πρὶν ἐνόμισαν καλῶς τὰ ἑαυτῶν παρασκευάσθαι· ἡμῶν δέ, ὥς γε ἐμοὶ δοκεῖ, οὐδεὶς οὐδὲν ἐπιμελεῖται ὅπως ὡς κάλλιστα ἀγωνιούμεθα καὶ ὡς τάχιστα λελύσεται τὰ τοῦ πολέμου κακά.

“ὅτι δὲ πόλεμοι ἀεί ποτε γίγνονται καὶ ὅτι καταλύονται, πάντες ἐπίστανται. καὶ ἡμεῖς οὖν, ἐὰν μὴ νῦν, ἀλλ᾿ αὖθίς ποτε εἰρήνης ἐπιθυμήσομεν πάντες· τί οὖν δεῖ ἐκεῖνον τὸν χρόνον ἀναμένειν, ἕως ἂν ὑπὸ πλήθους κακῶν ἀπείπωμεν, μᾶλλον ἢ ὡς τάχιστα, πρίν τι ἀνήκεστον γενέσθαι, τὴν εἰρήνην ποιήσασθαι; ἀλλὰ μὴν οὐδ᾿ ἐκείνους ἔγωγε ἐπαινῶ οἵτινες οὐ πρότερον παύονται πολεμοῦντες πρὶν ἂν ἡττηθέντες τὸν πόλεμον καταλῦσαι ἀναγκασθῶσιν.”

ὅσῳ δὲ μᾶλλον ἐφρόντιζε, τοσούτῳ μεῖζον κακὸν ὁ πόλεμος τῷ Φιλίππῳ ἐφαίνετο εἶναι. τὸ μὲν γὰρ πρῶτον, ὅτε ὁ πόλεμος ἠνέχθη ὑπὸ τῶν Λακεδαιμονίων πρὸς τοὺς Ἀθηναίους, ὁ Φίλιππος ἐνόμισε δι᾿ ὀλίγου ἑαυτῷ γενήσεσθαι καιρὸν τοῦ μιμεῖσθαι τοὺς προγεγενημένους, καὶ ὅμοια πράττειν ἐκείνοις οἳ τὸν πόλεμον πρὸς τοὺς Μήδους ἐπολέμησαν· ἐπεπαίδευτο γὰρ ἄξιος γενέσθαι τῶν τοῖς προγόνοις μετὰ πολλῆς ἀρετῆς πεπραγμένων. ἐννοῶν δὲ κατελάμβανε ὅτι οἱ νῦν Ἀθηναῖοι οὐδὲν τῶν αὐτῶν ἐκείνοις ἔπραττον, ἀλλὰ πᾶν τοὐναντίον. οἱ μὲν γὰρ συμμαχίαν καὶ πρὸς τοὺς Λακεδαιμονίους ἐποιήσαντο, καὶ ὑπὲρ τῶν πάντων Ἑλλήνων τοῖς βαρβάροις ἐπολέμησαν, οἱ δὲ τὸν στρατὸν ἐπὶ τοὺς Ἕλληνας ἦγον· καὶ ἐκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας ἠξιώθησαν, οἱ δὲ νῦν καταδουλούμενοι αὐτὰς καὶ τἀναντία τοῖς τότε πράττοντες ἠγανάκτουν εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις εἶχον.

ὅσα δὲ κακά ἤδη ἐγεγένηντο διὰ τούτου τοῦ πολέμου. ἡμέραι γὰρ ἦσαν ὀλίγαι ἐξ οὗ δημοσίᾳ τεθαμμένοι ἦσαν οἱ ἐν τῷδε τῷ πολέμῳ πρῶτοι ἀποθανόντες. ἐκεῖνοι οἱ νέοι πεπεμμένοι ἦσαν εἰς πόλεμον ὡς τιμωρήσοντες τοὺς πολεμίους τῶν ἀγρῶν οἳ ἐτέμηντο, τῶν οἰκιῶν αἳ διεφθαρμέναι ἦσαν, τῶν τῆς Ἀττικῆς κωμῶν αἳ ἐκέκαυντο. ὅπου γὰρ ἄμπελοί τε ἦσαν καὶ σῖτον ἔσπειρον οἱ αὐτουργοί, ἐκεῖ νῦν οὐδὲν ἦν εἰ μὴ διαφθαρμένοι καὶ ἔρημοι ἀγροί· ὅπου δὲ οἱ ποιμένες τὰ πρόβατα ἔνεμον, νῦν ἄγρια ἦν θηρία, καὶ γῆ καταπεπατημένη ὑπὸ τῶν ἵππων τῶν πολεμίων.

“φεῦ, φεῦ τοῦ πολέμου,” ἔφη πρὸς ἑαυτὸν ὁ Φίλιππος. ἐν δὲ τούτῳ ἐνεθυμεῖτο τὰ τοῦ Κροίσου πράγματα, ἐννοῶν ὡς ἐκεῖνος εὐδαίμων ἐφαίνετο εἶναι ἐν εἰρήνῃ ὥστε νομίζειν οὐδὲν αὐτῷ φοβορὸν εἶναι καὶ ὅμοιος δοκεῖν τοῖς ἀθανάτοις θεοῖς, ἐξαίφνης δὲ εἰς μέγιστον κίνδυνον κατέστη διὰ τὸν πόλεμον. μέγας δὲ φόβος περὶ τῆς τῶν Ἀθηναίων τύχης τὸν Φίλιππον ἔλαβε· ἆρα οἱ πολῖται ἤδη ὕβρει εἰλημμένοι ἦσαν; ἐφοβεῖτο δὲ μὴ ἡ τῶν Ἀθηναίων πλεονεξία καὶ φιλοτιμία φθόνον συναγάγοιεν τῶν θεῶν· ἔφιξε μὲν οὖν, ε’ννοήσας ὅτι ἡ πόλις ἀπολεῖται, ὑπὸ τῆς πολλῆς τῶν Ἀθηναίων ἀνοίας ἑλκομένη.

ἔπειτα δὲ ἀνέλαβεν ἑαυτόν, καὶ αὖθις τὰ τῷ Ἡροδότῳ περὶ Κροίσου συγγεγραμμένα ἀνεγίγνωσκε.