Chapter 28 (α and β)

Ο ΑΠΟΛΛΩΝ ΤΟΝ ΚΡΟΙΣΟΝ ΣΩΙΖΕΙ (α)

αἱ Σάρδεις δὲ ἑάλωσαν ὧδε· ἐπειδὴ τεσσερεσκαιδεκάτη ἐγένετο ἡμέρη πολιορκεομένῳ Κροίσῳ, Κῦρος τῇ στρατιῇ τῇ ἑαυτοῦ διαπέμψας ἱππέας προεῖπε τῷ πρώτῳ ἐπιβάντι τοῦ τείχεος δῶρα δώσειν. μετὰ δὲ τοῦτο πειρησαμένης τῆς στρατιῆς, ὡς οὐ προεχώρεε, ἐνταῦθα τῶν ἄλλων πεπαυμένων ἀνήρ τις, Ὑροιάδης ὀνόματι, ἐπειρᾶτο προσβαίνων κατὰ τοῦτο τῆς ἀκροπόλεως μέρος ὅπου οὐδεὶς ἐτέτακτο φύλαξ· ἀπότομός τε γάρ ἐστι ταύτῃ ἡ ἀκρόπολις καὶ ἄμαχος. ὁ δὲ Ὑροιάδης οὗτος, ἰδὼν τῇ προτεραίῃ τινὰ τῶν Λυδῶν κατὰ τοῦτο τῆς ἀκροπόλεως καταβάντα ἐπὶ κυνέην ἄνωθεν κατακυλισθεῖσαν καὶ ἀνελόμενον, ἐφράσθη καὶ ἐς θυμὸν ἐβάλετο. τότε δὲ δὴ αὐτός τε ἀνεβεβήκει καὶ κατ᾿ αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον. προσβάντων δὲ πολλῶν οὕτω δὴ Σάρδιές τε ἑάλωσαν καὶ πᾶν τὸ ἄστυ ἐπορθέετο.

κατ᾿ αὐτὸν δὲ Κροῖσον τάδε ἐγένετο. ἦν οἱ παῖς τὰ μὲν ἄλλα ἐπιεικής, ἄφωνος δέ. ἁλισκομένου δὴ τοῦ τείχεος ἤϊε τῶν Περσέων τις ὡς Κροῖσον ἀποκτενέων· καὶ ὁ μὲν Κροῖσος, ὁρέων αὐτὸν ἐπιόντα, ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκει οὐδὲ τί οἱ διέφερε ἀποθανεῖν. ὁ δὲ παῖς οὗτος ὁ ἄφωνος, ὡς εἶδε ἐπιόντα τὸν Πέρσην ὑπὸ δέους ἔρρηξε φωνήν, εἶπε δέ· “ὦ ἄνθρωπε, μὴ κτεῖνε Κροῖσον.” οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο, μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζωῆς.

οἱ δὲ Πέρσαι τάς τε Σάρδις ἔσχον καὶ αὐτὸν Κροῖσον ἐζώγρησαν, ἄρξαντα ἔτεα τεσσερεσκαίδεκα καὶ τεσσερεσκαίδεκα ἡμέρας πολιορκηθέντα, κατὰ τὸ χρηστήριόν τε καταπαύσαντα τὴν ἑαυτοῦ μεγάλην ἀρχήν. λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον. ὁ δὲ ποιήσας μεγάλην πυρὴν ἀνεβίβασε ἐπ᾿ αὐτὴν τόν τε Κροῖσον ἐν πέδῃσι δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παῖδας, εἴτε ἐν νόῳ ἔχων αὐτοὺς θεῶν τινι θύσειν, εἴτε πυθόμενος τὸν Κροῖσον εἶναι θεοσεβέα τοῦδε εἵνεκα ἀνεβίβασε ἐπὶ τὴν πυρήν, βουλόμενος γιγνώσκειν εἴ τις αὐτὸν δαιμόνων σώσει ὥστε μὴ ζῶντα κατακαυθῆναι.

— from Herodotus (I. 84–86.2)

Ο ΑΠΟΛΛΩΝ ΤΟΝ ΚΡΟΙΣΟΝ ΣΩΙΖΕΙ (β)

ὁ μὲν Κῦρος ἐποίεε ταῦτα, ὁ δὲ Κροῖσος ἑστηκὼς ἐπὶ τῆς πυρῆς, καίπερ ἐν κακῷ ἐὼν τοσούτῳ, ἐμνήσθη τὸν τοῦ Σόλωνος λόγον, ὅτι οὐδεὶς τῶν ζώντων εἴη ὄλβιος. ὡς δὲ τοῦτο ἐμνήσθη ἀναστενάξας ἐκ πολλῆς ἡσυχίης τρὶς ὠνόμασε, “Σόλων.” καὶ Κῦρος ἀκούσας ἐκέλευσε τοὺς ἑρμηνέας ἐρέσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο. Κροῖσος δὲ πρῶτον μὲν σιγὴν εἶχεν ἐρωτώμενος, τέλος δὲ ὡς ἠναγκάζετο, εἶπε ὅτι ἦλθε παρ᾿ ἑαυτὸν ὁ Σόλων ἐὼν Ἀθηναῖος, καὶ θεησάμενος πάντα τὸν ἑαυτοῦ ὄλβον περὶ οὐδενὸς ἐποιήσατο, καὶ αὐτῷ πάντα ἀποβεβήκοι ᾗπερ ἐκεῖνος εἶπεν.

ὁ μὲν Κροῖσος ταῦτα ἐξηγήσατο, τῆς δὲ πυρῆς ἤδη ἁμμένης ἐκαίετο τὰ ἔσχατα. καὶ ὁ Κῦρος ἀκούσας τῶν ἑρμηνέων ἃ Κροῖσος εἶπε, μεταγνούς τε καὶ ἐνθυμεόμενος ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον, γενόμενος ἑαυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσονα, ζῶντα πυρῇ διδοίη, καὶ ἐπιστάμενος ὅτι οὐδὲν εἴη τῶν ἐν ἀνθρώποις ἀσφαλές, ἐκέλευσε σβεννύναι ὡς τάχιστα τὸ καιόμενον πῦρ καὶ καταβιάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου. καὶ οἱ πειρώμενοι οὐκ ἐδύναντο ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι.

ἐνταῦθα λέγεται ὑπὸ τῶν Λυδῶν τὸν Κροῖσον, μαθόντα τὴν Κύρου μετάγνωσιν, βοῆσαι τὸν Ἀπόλλωνα, καλέοντα παραστῆναι καὶ σῶσαί μιν ἐκ τοῦ παρεόντος κακοῦ· τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης καὶ νηνεμίης συνδραμεῖν ἐξαίφνης νεφέλας, καὶ χειμῶμά τε γενέσθαι καὶ πολὺ ὕδωρ, σβεσθῆναί τε τὴν πυρήν. οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ Κροῖσος καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός, ἐρέσθαι τάδε· “Κροῖσε, τίς σε ἀνθρώπων ἔπεισε ἐπὶ γῆν τὴν ἐμὴν στρατευόμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι;” ὁ δὲ εἶπε· “ὦ βασιλεῦ, ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ, τῇ δὲ ἑμαυτοῦ κακοδαιμονίῃ· αἴτιος δὲ τούτων ἐγένετο ὁ Ἑλλήνων θεὸς ἐπάρας ἐμὲ στρατεύεσθαι. οὐδεὶς γὰρ οὕτω ἀνόητός ἐστι ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται· ἐν μὲν γὰρ τῇ εἰρήνῃ οἱ παῖδες τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ πολέμῳ οἱ πατέρες τοὺς παῖδας. ἀλλὰ ταῦτα δαίμονί που φίλον ἦν οὕτω γενέσθαι.” ὁ μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας καθεῖσέ τε ἐγγὺς ἑαυτοῦ καὶ μεγάλως ἐτίμα.

— from Herodotus (I. 86.3–87)

Ο ΣΟΦΟΣ

τοῦ δὲ Φιλίππου ἄρτι ταῦτ᾿ ἀναγνόντος καὶ περὶ τῶν τοῦ πολέμου κακῶν ἐπιμελουμένου, φίλος τις αὐτοῦ, Ἱπποκράτης ὀνόματι, ὃς ἅμ᾿ αὐτῷ ἐφοίτα εἰς διδασκάλου, τὴν θύραν πάνυ σφόδρα ἔκοψε, καὶ ἐπειδὴ αὐτῷ τῶν δούλων τις ἀνέῳξεν, εὐθὺς εἰσιὼν καὶ τῇ φωνῇ μέγα λέγων, “ὦ Φίλιππε,” ἔφη, “τί ποτε ποιεῖς; ἆρα καθεύδεις;”

καὶ ὁ Φίλιππος, τὴν φωνὴν γνοὺς αὐτοῦ, “Ἱπποκράτης,” ἔφη, “οὗτος. μή τι νεώτερον ἀγγέλλεις;”

“οὐδέν γε,” ἦ δ᾿ ὅς, “εἰ μὴ ἀγαθά γε.”

ὁ δὲ Φίλιππος, “εὖ ἂν λέγοις,” ἔφη· “ἔστι δὲ τί, καὶ τίνος ἕνεκα οὕτω σπεύσας μέχρι τοῦδε ἀφίκου;”

“σοφός τις ἀνήρ,” ἦ δ᾿ ὅς, “ἄρτι ἐκ τοῦ πολέμου εἰς ἄστυ ἀνεληλυθώς, ἥκει, στὰς νῦν παρὰ τῷ διδασκάλῳ. εἰσῆλθε γὰρ πρῶτον μὲν εἰς τὴν παλαίστραν, καὶ αὐτόθι κατέλαβε πάνυ πολλούς, ὧν οἱ πλεῖστοι γνώριμοι ἦσαν αὐτῷ. ἔτυχε δὲ ἐν αὐτοῖς καθήμενος καὶ ὁ διδάσκαλος, ὃς ἀναπηδήσας ἐκ μέσων ἔθει πρὸς αὐτόν, καὶ αὐτοῦ λαβόμενος τῆς χειρός, “ὦ Σώκρατες,” ἦ δ᾿ ὅς, “πῶς ἔχεις, καὶ πῶς ἐσώθης ἐκ τῆς μάχης;” ἄρτι γὰρ ἐπέπυστο ὁ διδάσκαλος ὅτι ἐγεγόνει μάχη τις, ἧς καὶ ὁ Σωκράτης παρεγεγόνει. ὁ μὲν οὖν διδάσκαλος, “ἤγγελταί γε δεῦρο,” ἔφη, “ἥ τε μάχη πάνυ ἰσχυρὰ γεγονέναι καὶ ἐν αὐτῇ πολλοὺς τῶν γνωρίμων τεθνάναι.” “καὶ ἐπιεικῶς,” ἦ δ’ ὅς, “ἀληθῆ ἀπήγγελται.” παρακαθεζόμενος οὖν παρὰ τῷ διδασκάλῳ διηγεῖτο αὐτῷ καὶ τοῖς ἄλλοις τὰ ἀπὸ στρατοπέδου.

ἐπειδὴ δὲ τῶν τοιούτων ἅδην εἶχον, αὖθις ὁ Σωκράτης τὸν διδάσκαλον ἀνηρώτα τὰ τῇδε, περὶ φιλοσοφίας ὅπως ἔχοι τὰ νῦν, περί τε τῶν νέων, εἴ τινες ἐν αὐτοῖς διαφέροντες ἢ σοφίᾳ ἢ κάλλει ἢ ἀμφοτέροις ἐγγεγονότες εἶεν. καὶ ὁ διδάσκαλος ἀποκρινόμενος περὶ σοῦ εἶπε, ὡς σπουδαῖός τε καὶ ὀργῶν εἰς τὰ μαθήματα εἴης. ὁ μὲν οὖν Σωκράτης, “ἀλλὰ τί οὐκ ἐπέδειξάς μοι τὸν νεανίαν καλέσας δεῦρο;” ἔφη· ὁ δὲ διδάσκαλος αὐτίκα μ᾿ ἔσταλκε ὥς σε καλοῦντα. σπεῦδε δὴ οὖν, καὶ ἅμα ἔλθωμεν πρὸς τὸ διδασκαλεῖον, ὅπου ἐπιμένουσιν ἡμᾶς ὅ τε διδάσκαλος καὶ ὁ Σωκράτης· βούλεται γὰρ οὗτος διαλέγεσθαί σοι ὀλίγον τι.”

ἐθαύμασε μὲν ὁ Φίλιππος· οὐδὲν ἦττον ὑπὸ τοῦ φίλου πεισθεὶς ἠκολούθησεν αὐτῷ πρὸς τὸ διδασκαλεῖον, ὡς διαλεξόμενος τῷ Σωκράτει. εἰσελθόντες δὲ εἰς τὴν παλαίστραν τὴν παρὰ τῷ διδασκαλείῳ, κατέλαβον αὐτόθι τόν τε διδάσκαλον καὶ τὸν Σωκράτη καθημένους καὶ ἀλλήλοις διαλεγομένους. ἐπεθύμει μὲν οὖν ὁ Φίλιππος προσελθεῖν, ἠπόρει δὲ καὶ ὤκνει μόνος προσιέναι· ἔπειτα δὲ ὁ Ἱπποκράτης, “δεῦρο ἐλθὲ μετ᾿ ἐμοῦ· ἐπιμένουσι γάρ σε,” ἔφη, καὶ ἅμα ᾔει παρακαθιζησόμενος τῷ διδασκάλῳ· ὁ μὲν οὖν Φίλιππος εἵπετο αὐτῷ, καὶ συμπαρεκαθέζετο μετὰ τοῦ Ἱπποκράτους.

ὁ δὲ διδάσκαλος ἰδὼν αὐτόν, “οὗτος,” ἔφη, “ὦ Σώκρατες, ἐκεῖνός ἐστιν ὁ Φίλιππος περὶ οὗ σοι ἔλεγον.”

καὶ ὁ Σωκράτης πρὸς τὸν Φίλιππον· “οὕτως, ὦ παῖ· ἐπιθυμῶ γὰρ εἰδέναι τίνες ἡμῖν τῶν νέων ἐπίδοξοί εἰσι γενέσθαι ἐπιεικεῖς. ταῦτα δὴ αὐτός τε σκοπῶ καθ᾿ ὅσον δύναμαι καὶ τοὺς ἄλλους ἐρωτῶ οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας συγγίγνεσθαι. τῷ δὲ διδασκάλῳ σου οὐκ ὀλίγιστοι πλησιάζουσι, καὶ δικαίως· σοφώτατος γάρ ἐστιν. καὶ ἐρωτῶντί μοι εἶπε ὁ σὸς διδάσκαλος ὅτι ἐντετύχηκε μειρακίῳ οὐ μόνον καλῷ, ἀλλὰ καλῷ καὶ ἀγαθῷ. ἔλεγε δὲ ὅτι ὧν δὴ πώποτε ἐνέτυχε (καὶ πάνυ πολλοῖς πεπλησίακε) οὐδένα πω ᾔσθετο οὕτω θαυμαστῶς εὖ πεφυκότα. πέπεικα οὖν αὐτὸν ἐπιδεῖξαί μοί σε, καλέσαντα δεῦρο, βουλόμενός σοι ὀλίγον χρόνον διαλέγεσθαι, καὶ σκοπεῖν εἰ ὡς ἀληθῶς τὴν ψυχὴν τυγχάνεις εὖ πεφυκώς. πάντως γάρ που τηλικοῦτος ὢν ἤδη ἐθέλεις διαλέγεσθαι· οὐδὲ γὰρ ἄν που εἰ ἔτι ἐτύγχανες νεώτερος ὢν αἰσχρὸν ἂν ἦν σοι διαλέγεσθαί μοι ἐναντίον γε τοῦ διδασκάλου. ὥρα τοίνυν ἐστί, ὦ φίλε παῖ, σοὶ μὲν ἐπιδεικνύναι τὴν ψυχὴν καλὴν οὖσαν, ὡς λέγουσιν, ἐμοὶ δὲ σκοπεῖσθαι· ὁ γὰρ σὸς διδάσκαλος πολλοὺς δὴ πρὸς ἐμὲ ἐπαινέσας, ξένους τε καὶ ἀστούς, οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νῦν δή.”

ὁ δὲ Φίλιππος, “εὖ ἂν ἔχοι,” ἔφη, “ὦ Σώκρατες· ἀλλ᾿ ὅρα μὴ παίζων ἔλεγεν.”

ὁ δὲ Σωκράτης· “οὐχ οὗτος ὁ τρόπος αὐτοῦ· ἀλλὰ μὴ ἀπόφευγε τὸν διάλογον σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἀλλὰ θαρρῶν διαλέγου μοι.”

ὁ μὲν οὖν Φίλιππος· “ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἴ σοι δοκεῖ.”

ὁ δὲ Σωκράτης ὑπολαβών, “λέγε δέ μοι,” ἔφη· “τί ποτε παρὰ τοῦ διδασκάλου μανθάνεις;”

ὁ δὲ Φίλιππος· “πολλὰ μὲν μαθήματα, καὶ δὴ καὶ τὰ γράμματα καὶ τὴν μουσικήν, καὶ τὰ περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς. νῦν δὴ δέδωκέ μοι ὁ διδάσκαλος τὰ τοῦ Ἡροδότου βιβλία, ἵν᾿ ἀναγνῶ αὐτά.”

ὁ δὲ Σωκράτης· “πολλὰ μὲν οὖν ἀμέλει περὶ πολέμων ἐν αὐτοῖς ἀνέγνωκας. ἢ οὔ;”

ὁ δὲ Φίλιππος ἀποκρινάμενος, “πάνυ μὲν οὖν,” ἔφη.

ὁ δὲ Σωκράτης, “τί οὖν σοι δοκεῖ περὶ τοῦ πολέμου;” ἔφη· “πότερόν σοι ἀγαθὸν ἢ κακὸν εἶναι δοκεῖ;”

ὁ δὲ Φίλιππος· “τῶν κακῶν μέγιστον ἐμοί γε φαίνεται εἶναι. οὐδεὶς γάρ, ὥσπερ ὁ Ἡρόδοτος λέγει, οὕτως ἀνόητός ἐστι ὅστις πόλεμον πρὸ εἰρήνης αἱρεῖται· καὶ γὰρ ἐν τούτῳ τῷ πολέμῳ τῷ πρὸς τοὺς Λακεδαιμονίους πολλοὶ παῖδες τοῖς ἑαυτῶν πατράσι τεθαμμένοι εἰσὶ τετελευτηκότες.”

ὁ δὲ Σωκράτης· “τί δέ; ἆρα διὰ τοῦτο δεῖ ἡμᾶς ἀτιμάζειν τοὺς ἐν πολέμῳ κατὰ γῆν καὶ κατὰ θάλατταν κεκινδυνευκότας ὑπὲρ τῆς κοινῆς τῆς πόλεως σωτηρίας τε καὶ ἐλευθερίας ὥσπερ ἀνοήτους ὄντας;”

ὁ δὲ Φίλιππος ὑπολαβών· “οὐδαμῶς, ὦ Σώκρατες· οὐδὲν τούτων λέγειν βούλομαι. ἐὰν γὰρ πόλεμος τυγχάνῃ ὤν, δεῖ τοὺς ἀγαθοὺς πολίτας τοὺς πολεμίους τῇ πατρίδι ἀμύνειν παντὶ τρόπῳ. ἱκανῶς δὲ καὶ ἐγὼ μεμάθηκα τὴν ἀρετὴν παρὰ τῶν παραγεγενημένων, καὶ ἕτοιμός εἰμι μάχεσθαι ὑπὲρ τῆς πατρίδος· οἱ γὰρ Λακεδαιμόνιοι λελύκασι τὴν εἰρήνην, καὶ εἰς τὴν χώραν ἡμῶν ἐλθόντες, οἰκίας κατακεκαύκασι, καὶ χρήματα διηρπάκασι, καὶ πάντα διεφθάρκασιν· ἔξεστι οὖν νῦν τιμωρήσασθαι Λακεδαιμονίους πάντων ὧν πεποιήκασιν ἡμᾶς. καὶ τὰ τῶν ἀγαθὰ πεποιηκότων ὀνόματα παράδειγμα τοῖς πολίταις ἀεὶ ἔσται. οἱ δὲ τεθνηκότες ἐν πολέμῳ φανεροί εἰσι τὴν πόλιν πολλὰ ἀγαθὰ πεποιηκότες. διὰ τοῦτο οὖν οὐ μόνον οἱ Ἀθηναῖοι τοὺς νενικηκότας ἐν μάχῃ τιμῶσιν, ἀλλὰ καὶ τοὺς τεθνηκότας ἐν πολέμῳ δημοσίᾳ θάπτουσιν.”

ὁ δὲ Σωκράτης, “καὶ ἄρτι δέ,” ἔφη, “οἱ Ἀθηναῖοι δημοσίᾳ ταφὰς πεποιήκασι τῶν ἐν τῷδε τῷ πολέμῳ πρώτων τεθνηκότων. παρεγένου μὲν τῷ λόγῳ;”

“παρεγενόμην,” ἔφη ὁ Φίλιππος· “ὁ γὰρ Περικλῆς τὸν ἔπαινον ἐποιήσατο.”

ὁ δὲ Σωκράτης, “καὶ μήν,” ἔφη, “ὦ Φίλιππε, πολλαχῇ κινδυνεύει καλὸν εἶναι τὸ ἐν πολέμῳ ἀποθνῄσκειν. καὶ γὰρ ταφῆς καλῆς τε καὶ μεγαλοπρεποῦς τυγχάνει καὶ ἐὰν πένης τις ὢν τελευτήσῃ, καὶ ἐπαίνου αὖ ἔτυχεν, καὶ ἐὰν φαῦλος ᾖ, ὑπ᾿ ἀνδρῶν σοφῶν, οἳ οὕτω καλῶς ἐπαινοῦσιν ὥστε γοητεύουσιν ἡμῶν τὰς ψυχάς. καὶ ἐγκωμιάζουσι κατὰ πάντας τρόπους καὶ τοὺς τετελευτηκότας ἐν τῷ πολεμῷ καὶ τοὺς προγόνους ἡμῶν ἅπαντας, καὶ ἐπαινοῦσιν αὐτοὺς ἡμᾶς τοὺς ἔτι ζῶντας· ὥστ᾿ ἔγωγε, ὦ Φίλιππε, γενναίως πάνυ διατίθεμαι ἐπαινούμενος ὑπ᾿ αὐτῶν, καὶ ἡγοῦμαι ἐν τῷ παραχρῆμα μείζων καὶ γενναιότερος καὶ καλλίων γενονέναι.”

ὁ δὲ διδάσκαλος ὑπολαβών· “ἀεὶ σὺ προσπαίζεις, ὦ Σώκρατες, τοὺς ῥήτορας· νῦν μέντοι οἶμαι ἐγὼ τὸν Περικλέα ὡς ἀληθῶς μάλα καλὸν πεποιῆσθαι λόγον. ὅσα μὲν λόγῳ εἶπεν ἐκεῖνος, χαλεπόν ἐστί μοι τὴν ἀκρίβειαν αὐτὴν τῶν εἰρηκότων διαμνημονεῦσαι· ἀλλ᾿ ἥδε ἦν ἡ γνώμη αὐτοῦ· εἶπε γὰρ ὅτι ἡ πόλις ἡμῶν τοὺς ἄλλους ἀνθρώπους τοσοῦτον ἀπολέλοιπε περὶ τὸ φρονεῖν καὶ λέγειν ὥστε οἱ ταύτης μαθηταὶ τῶν ἄλλων διδάσκαλοι γεγόνασιν, καὶ τὸ τῶν Ἑλλήνων ὄνομα πεποίηκε δοκεῖν εἶναι μηκέτι τοῦ γένους, ἀλλὰ τῆς διανοίας, καὶ μᾶλλον Ἕλληνας καλεῖσθαι τοὺς τῆς παιδεύσεως τῆς ἡμετέρας ἢ τοὺς τῆς κοινῆς φύσεως μετέχοντας.”

ὁ δὲ Σωκράτης, “καλῶς γε,” ἔφη, “εἴρηκε· οὐδὲν δὲ θαυμαστὸν αὐτὸν οἷόν τ᾿ εἶναι εἰπεῖν ᾧ τυγχάνει διδάσκαλος οὖσα οὐ πάνυ φαύλη περὶ ῥητορικῆς, ἀλλ᾿ ἥπερ καὶ ἄλλους πολλοὺς καὶ ἀγαθοὺς πεποίηκε ῥήτορας.”

ὁ δὲ διδάσκαλος· “τίς αὕτη; ἢ δῆλον ὅτι Ἀσπασίαν λέγεις;”

ὁ δὲ Σωκράτης· “λέγω γάρ. καὶ ἴσως αὐτή, ὥς μοι δοκεῖ, συντέθηκε τὸν ἐπιτάφιον λόγον τοῦτον, ὃν Περικλῆς εἶπεν.”

ὁ δὲ Φίλιππος θαυμάσας, “ἀλλ᾿ ἀδύνατον,” ἔφη, “ὦ Σώκρατες· οὐδεμιᾶς γὰρ γυναικὸς πώποτε ἀκήκοα οὕτω καλῶς καὶ ῥητορικῶς λεγούσης.”

ὁ μὲν οὖν Σωκράτης· “ἆρα οἷός τ᾿ εἶ τὸν λόγον ἀπὸ στόματος διηγήσασθαι;”

ὁ δὲ Φίλιππος ἀποκρινάμενος· “πάνυ γε, νὴ τὸν Δία· γέγραφα γάρ, εὐθὺς οἴκαδ᾿ ἐλθών, ὑπομνήματα, ὥσπερ συνεβεβουλεύκει μοι ὁ διδάσκαλος· ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνῃσκόμενος γέγραφα σχεδὸν πάντα τὸν λόγον.”

ὁ δὲ Σωκράτης· “ἀλλά, παῖ, λέγε οὖν ἡμῖν.”

ὁ δὲ Φίλιππος· “ἔλεγε μὲν οὖν ὁ Περικλῆς τάδε· ‘χρώμεθα πολιτείᾳ οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄντες τισὶν ἢ μιμούμενοι ἑτέρους. φιλοκαλοῦμέν τε γὰρ μετ᾿ εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια· μόνοι γὰρ τὸν μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ᾿ ἀχρεῖον νομίζομεν. διαφερόντως δὴ καὶ τόδε ἔχομεν, ὥστε τολμᾶν μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· τοῖς δὲ ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει. ξυνελών τε λέγω τὴν πᾶσαν πόλιν τῆς Ἑλλάδος παίδευσιν εἶναι. καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡ δύναμις τῆς πόλεως, ἣν ἀπο τῶνδε τῶν τρόπων ἐκτησάμεθα, σημαίνει. περὶ τοιαύτης οὖν πόλεως οἵδε γενναίως μαχόμενοι ἐτελεύτησαν.’”

ὁ δὲ Σωκράτης ὑπολαβών, “ὁ μὲν σὸς διδάσκαλος,” ἔφη, “φαίνεται οὐ κακῶς τοπάζειν περὶ τῆς φύσεώς σου· οὐ μόνον γὰρ κοσμίαν, ἀλλὰ καὶ ἐυμαθῆ καὶ μνημονικὴν τὴν ψυχὴν τυγχάνεις ἔχων. τὸν δὲ τῷ ὄντι φιλομαθῆ δεῖ εὐθὺς ἐκ νέου ὅτι μάλιστα ὀρέγεσθαι πάσης ἀληθείας. νέος γὰρ εἶ, ὦ φίλε παῖ· τῇ οὖν δημηγορίᾳ ὀξέως ὐπακούεις καὶ πείθῃ· σκεπτώμεθα δὲ ἅμα τί ἐστι ἡ ῥητορικὴ καὶ τί διαφέρει τῆς ἀληθείας.”

διετέλουν οὖν οὕτω διαλεγόμενοι πολὺν χρόνον· καὶ ἐξ ἐκείνης τῆς ἡμέρας ὁ Φίλιππος πολλάκις τὸν Σωκράτης ἐζήτει, βουλόμενος εἰς λόγους αὐτῷ ἰέναι.

Ο ΚΡΟΙΣΟΣ ΓΙΓΝΩΣΚΕΙ ΤΗΝ ΕΑΥΤΟΥ ΑΜΑΡΤΙΑΝ

ὁ δὲ Κῦρος τὸν Κροῖσον θαυμάζων τῆς σοφίης εἵνεκα ἐκέλευε αὐτὸν αἰτεῖν ἥντινα ἂν δόσιν βούληται. ὁ δὲ Κροῖσος εἶπε· “ὦ δέσποτα, χαριῇ μοι μάλιστα, ἐάν με ἐᾷς τὸν θεὸν τῶν Ἑλλήνων, ὃν ἐγὼ ἐτίμησα μάλιστα, ἐρέσθαι εἰ ἐξαπατᾶν τοὺς εὖ ποιέοντας νόμος ἐστί οἱ.” Κῦρος δὲ ἤρετο διὰ τί τοῦτο αἰτέει. Κροῖσος δὲ πάντα οἱ ἐξηγέετο, τάς τε ἀποκρίσεις τῶν χρηστηρίων διεξιὼν καὶ τὰ ἀναθήματα ἃ ἐς Δελφοὺς ἔπεμψε καὶ ὅπως ἐπαρθεὶς τῷ μαντείῳ ἐστρατεύσατο ἐπὶ τοὺς Πέρσας. Κῦρος δὲ γελάσας εἶπε· “καὶ τούτου τεύξεαι παρ᾿ ἐμοῦ καὶ ἄλλου παντὸς οὗ ἂν δέῃ.”

ἀφικομένοισι δὲ τοῖσι Λυδοῖσι καὶ λέγουσι τὰ ἐντεταλμένα ἡ Πυθίη εἶπε τάδε· “τὴν πεπρωμένην μοῖραν ἀδύαντόν ἐστι ἀποφυγεῖν καὶ θεῷ. κατὰ δὲ τὸ μαντεῖον τὸ γενόμενον, οὐκ ὀρθῶς Κροῖσος μέμφεται· προηγόρευε γὰρ ὁ Ἀπόλλων, ἐὰν στρατεύηται ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν καταλύσειν. τὸν δὲ εὖ μέλλοντα βουλεύεσθαι ἐχρῆν ἐπερέσθαι πότερον τὴν ἑαυτοῦ ἢ τὴν Κύρου λέγοι ἀρχήν.” ταῦτα μὲν ἡ Πυθίη ἀπεκρίνατο τοῖσι Λυδοῖσι, οἱ δὲ ἐπανῆλθον ἐς Σάρδις καὶ ταῦτα ἀπήγγειλαν Κροίσῳ. ὁ δὲ ἀκούσας συνέγνω ἑαυτοῦ εἶναι τὴν ἁμαρτίαν καὶ οὐ τοῦ θεοῦ.

ΑΛΛΟΣ ΛΟΓΟΣ ΠΕΡΙ ΤΟΥ ΚΡΟΙΣΟΥ

ἐπεί ποτε καὶ δαμασίππου
    Λυδίας ἀρχαγέταν,
εὖτε τὰν πεπρωμέναν
    Ζηνὸς τελέσσαντος κρίσιν
Σάρδιες Περσᾶν ἁλίσκοντο στρατῷ,
    Κροῖσον ὁ χρυσάορος

φύλαξ᾿ Ἀπόλλων. ὁ δ᾿ ἐς ἄελπτον ἆμαρ
μολὼν πολυδάκρυον οὐκ ἔμελλε
μίμνειν ἔτι δουλοσύναν· πυρὰν δὲ
    χαλκοτειχέος προπάροιθεν αὐλᾶς
ναήσατ᾿, ἔνθα σὺν ἀλόχῳ τε κεδνᾷ
σὺν εὐπλοκάμοις τ᾿ ἐπέβαιν᾿ ἄλαστον
θυγατράσι δυρομέναις· χέρας δ᾿ ἐς
    αἰπὺν αἰθέρα σφετέρας ἀείρας

γέγωνεν· “ὑπέρβιε δαῖμον,
    ποῦ θεῶν ἐστιν χάρις;
ποῦ δὲ Λατοίδας ἄναξ;
    ἔρρουσιν Ἀλυάττα δόμοι.
τίς δὲ νῦν δώρων ἀμοιβὰ μυρίων
    φαίνεται Πυθωνόθεν;

πέρθουσι Μῆδοι δοριάλωτον ἄστυ,
ἐρεύθεται αἵματι χρυσοδίνας
Πακτωλός, ἀεικελίως γυναῖκες
    ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·

τὰ πρόσθεν ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.”
τόσ᾿ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
ἅπτειν ξύλινον δόμον. ἔκλαγον δὲ
    παρθένοι, φίλας τ᾿ ἀνὰ ματρὶ χεῖρας

ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
    τοῖσιν ἔχθιστος φόνων·
ἀλλ᾿ ἐπεὶ δεινοῦ πυρὸς
    λαμπρὸν διάϊσσεν μένος,
Ζεὺς ἐπιστάσας μελαγκευθὲς νέφος
    σβέννυεν ξανθὰν φλόγα.

ἄπιστον οὐδέν, ὅ τι θεῶν μέριμνα
τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
φέρων ἐς Ὑπερβορέους γέροντα
    σὺν τανισφύροις κατένασσε κούραις

δι᾿ εὐσέβιαν, ὅτι μέγιστα θνατῶν
ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.