τοῦ δὲ ἐπιγιγνομένου χειμῶνος Ἀθηναῖοι ναῦς ἔστειλαν εἴκοσι μὲν περὶ Πελοπόννησον καὶ Φορμίωνα στρατηγόν, ὃς ὁρμώμενος ἐκ Ναυπάκτου φυλακὴν εἶχεν ὥστε μήτ᾿ ἐκπλεῖν ἐκ Κορίνθου καὶ τοῦ Κρισαίου κόλπου μηδένα μήτ᾿ ἐσπλεῖν.
[From the Italian: In the summer of 429 a Corinthian fleet of forty-seven ships attempted to break the blockade imposed by Phormion and to bring reinforcements to the allies of Corinth, who were fighting in Acarnania (a region of northwestern Greece).]
οἱ δὲ Κορίνθιοι καὶ οἱ ἄλλοι ξύμμαχοι ἠναγκάσθησαν περὶ τὰς αὐτὰς ἡμέρας ναυμαχῆσαι πρὸς Φορμίωνα καὶ τὰς εἴκοσι ναῦς τῶν Ἀθηναίων αἳ ἐφρούρουν ἐν Ναυπάκτῳ. ὁ γὰρ Φορμίων παραπλέοντας αὐτοὺς ἔξω τοῦ κόλπου ἐτήρει, βουλόμενος ἐν τῇ εὐρυχωρίᾳ ἐπιθέσθαι.
οἱ δὲ Κορίνθιοι καὶ οἱ σύμμαχοι ἔπλεον μὲν οὐχ ὡς ἐπὶ ναυμαχίᾳ ἀλλὰ στρατιωτικώτερον παρεσκευασμένοι ἐς τὴν Ἀκαρνανίαν, καὶ οὐκ οἰόμενοι τοὺς Ἀθηναίους ἂν τολμῆσαι ναυμαχίαν ποιήσασθαι· παρὰ γῆν σφῶν μέντοι κομιζόμενοι τοὺς Ἀθηναίους ἀντιπαραπλέοντας ἑώρων καί, ἐπεὶ ἐκ Πατρῶν τῆς Ἀχαΐας πρὸς τὴν ἀντιπέρας ἤπειρον διέβαλλον, εἶδον τοὺς Ἀθηναίους ἀπὸ Χαλκίδος προσπλέοντας σφίσιν· οὕτω δὴ ἀναγκάζονται ναυμαχεῖν κατὰ μέσον τὸν πορθμόν.
καὶ οἱ μὲν Πελοππονήσιοι ἐτάξαντο κύκλον τῶν νεῶν ὡς μέγιστον οἷοί τ᾿ ἦσαν, τὰς πρῴρας μὲν ἔξω, ἔσω δὲ τὰς πρύμνας, καὶ τὰ λεπτὰ πλοῖα ἃ ξυνέπλει ἐντὸς ποιοῦνται. οἱ δὲ Ἀθηναῖοι κατὰ μίαν ναῦν τεταγμένοι περιέπλεον αὐτοὺς κύκλῳ καὶ ξυνῆγον ἐς ὀλίγον, ἐν χρῷ αἰεὶ παραπλέοντες· προείρητο δ᾿ αὐτοῖς ὑπὸ Φορμίωνος μὴ ἐπιχειρεῖν πρὶν ἂν αὐτὸς σημήνῃ. ἤλπιζε γὰρ αὐτῶν οὐ μενεῖν τὴν τάξιν ἀλλὰ τὰς ναῦς ξυμπεσεῖσθαι πρὸς ἀλλήλας καὶ τὰ πλοῖα ταραχὴν παρέξειν· εἴ τ᾿ ἐκπνεύσειεν ἐκ τοῦ κόλπου τὸ πνεῦμα, ὅπερ εἰώθει γίγνεσθαι ἐπὶ τὴν ἕω, οὐδένα χρόνον ἡσυχάσειν αὐτούς.
— from Thucydides (II. 69, 83.2–84.2)
ὡς δὲ τό τε πνεῦμα κατῄει καὶ αἱ νῆες, ἐν ὀλίγῳ ἤδη οὖσαι, ὑπὸ τοῦ τ᾿ ἀνέμου καὶ τῶν πλοίων ἅμα ἐταράσσοντο, καὶ ναῦς τ᾿ νηῒ προσέπιπτε, οἱ δὲ ναῦται βοῇ τε χρώμενοι και λοιδορίᾳ οὐδὲν ἤκουον τῶν παραγγελλομένων, τότε δὴ σημαίνει ὁ Φορμίων· καὶ οἱ Ἀθηναῖοι προσπεσόντες πρῶτον μὲν καταδύουσι τῶν στρατηγίδων νεῶν μίαν, ἔπειτα δὲ καὶ τὰς ἄλλας ᾗ χωρήσειαν διέφθειρον, καὶ κατέστησαν αὐτοὺς ἐς φόβον, ὥστε φεύγουσιν ἐς Πάτρας καὶ Δύμην τῆς Ἀχαΐας. οἱ δὲ Ἀθηναῖοι διώξαντες καὶ ναῦς δώδεκα λαβόντες τούς τε ἄνδρας ἐξ αὐτῶν τοὺς πλείστους ἀνελόμενοι, ἐς Μολύκρειον ἀπέπλεον, καὶ τροπαῖον στήσαντες ἐπὶ τῷ Ῥίῳ ἀνεχώρησαν ἐς Ναύπακτον.
παρέπλευσαν δὲ καὶ οἱ Πελοποννήσιοι εὐθὺς ταῖς περιλοίποις τῶν νεῶν ἐκ τῆς Δύμης καὶ Πατρῶν ἐς Κυλλήνην. καὶ ἀπὸ Λευκάδος Κνῆμός τε καὶ αἱ ἐκείνων νῆες ἀφικνοῦνται ἐς τὴν Κυλλήνην. πέμπουσι δὲ καὶ οἱ Λακεδαιμόνιοι τῷ Κνήμῳ ξυμβούλους ἐπὶ τᾶς ναῦς, κελεύοντες ἄλλην ναυμαχίαν βελτίονα παρασκευάζεσθαι καὶ μὴ ὑπ᾿ ὀλίγων νεῶν εἴργεσθαι τῆς θαλάσσης. οὐ γὰρ ᾤοντο σφῶν τὸ ναυτικὸν λείπεσθαι, ἀλλὰ γεγενῆσθαί τινα μαλακίαν· ὀργῇ οὖν ἀπέστελλον τοὺς ξυμβούλους. οἱ δὲ μετὰ τοῦ Κνήμου ἀφικόμενοι ἄλλας τε ναῦς μετεπέμψαντο, τοὺς ξυμμάχους παρακαλοῦντες βοηθεῖν, καὶ τὰς προϋπαρχούσας ναῦς ἐξηρτύοντο ὡς ἐπὶ μάχην.
πέμπει δὲ καὶ ὁ Φορμίων ἐς τὰς Ἀθήνας ἀγγέλους τήν τε παρασκευὴν αὐτῶν ἀγγελοῦντας καὶ περὶ τῆς ναυμαχίας ἣν ἐνίκησαν φράσοντας, καὶ κελεύων αὐτοὺς ἑαυτῷ ναῦς ὡς πλείστας ταχέως ἀποστεῖλαι, ὡς καθ᾿ ἡμέραν ἐλπίδος οὔσης ναυμαχήσειν. οἱ δὲ Ἀθηναῖοι πέμπουσιν εἴκοσι ναῦς αὐτῷ, τῷ δὲ κομίζοντι αὐτὰς προσεπέστειλαν ἐς Κρήτην πρῶτον ἀφικέσθαι, ἵνα ξυμμάχοις τισὶν ἐκεῖ βοηθοίη.
— from Thucydides (II. 84.3–85.5)
οἱ δὲ ἐν τῇ Κυλλήνῃ Πελοποννήσιοι, ἐν ᾧ οἱ Ἀθηναῖοι περὶ τὴν Κρήτην κατείχοντο, παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν, οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων προσεβεβοηθήκει. παρέπλευσε δὲ καὶ ὁ Φορμίων ἐπὶ τὸ Ῥίον τὸ Μολυκρικόν, καὶ ὡρμίσατο ἔξω αὐτοῦ ναυσὶν εἴκοσι, αἷσπερ καὶ ἐναυμάχησεν. ἐπὶ οὖν τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ οἱ Πελοποννήσιοι, ἀπέχοντι οὐ πολὺ τοῦ Πανόρμου, ὡρμίσαντο καὶ αὐτοὶ ναυσὶν ἑπτὰ καὶ ἑβδομήκοντα, ἐπειδὴ καὶ τοὺς Ἀθηναίους εἶδον.
καὶ ἐπὶ μὲν ἓξ ἢ ἑπτὰ ἡμέρας ἀνθώρμουν ἀλλήλοις, μελετῶντές τε καὶ παρασκευαζόμενοι τὴν ναυμαχίαν, γνώμην ἔχοντες οἱ μὲν Πελοποννήσιοι μὴ ἐκπλεῖν ἔξω τῶν Ῥίων ἐς τὴν εὐρυχωρίαν, φοβούμενοι τὸ πρότερον πάθος, οἱ δὲ Ἀθηναῖοι μὴ ἐσπλεῖν ἐς τὰ στενά, νομίζοντες πρὸς ἐκείνων εἶναι τὴν ἐν ὀλίγῳ ναυμαχίαν. ἔπειτα ὁ Κνῆμος καὶ οἱ ἄλλοι τῶν Πελοποννησίων στρατηγοί, βουλόμενοι ταχέως τὴν ναυμαχίαν ποιῆσαι, πρίν τι καὶ ἀπὸ τῶν Ἀθηναίων ἐπιβοηθῆσαι, ξυνεκάλεσαν τοὺς στρατιώτας, καὶ ὁρῶντες αὐτῶν τοὺς πολλοὺς διὰ τὴν προτέραν ἧσσαν φοβουμένους καὶ οὐ προθύμους ὄντας παρεκελεύσαντο.
— from Thucydides 2.86
οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ αὐτοῖς οἱ Ἀθηναῖοι οὐκ ἐπέπλεον ἐς τὸν κόλπον, βουλόμενοι ἄκοντας ἔσω προαγαγεῖν αὐτούς, ἀναγαγόμενοι ἅμα ἕῳ ἔπλεον ἐπὶ τοῦ κόλπου, ἐπὶ τεσσάρων ταξάμενοι τὰς ναῦς δεξιῷ κέρᾳ ἡγουμένῳ, ὥσπερ καὶ ὥρμουν· ἐπὶ δὲ τούτῳ τῷ κέρᾳ εἴκοσι ἔταξαν τὰς ναῦς τὰς ἄριστα πλεούσας, ἵνα, εἰ ὁ Φορμίων, νομίσας ἐπὶ τὴν Ναύπακτον αὐτοὺς πλεῖν, ἐπιβοηθῶν ἐκεῖσε παραπλέοι, μὴ διαφύγοιεν τὸν ἐπίπλουν σφῶν οἱ Ἀθηναῖοι, ἀλλὰ αὗται αἱ νῆες περικλῄσειαν.
ὁ δὲ Φορμίων, ὅπερ ἐκεῖνοι προσεδέχοντο, φοβηθεὶς περὶ τῷ χωρίῳ ἐρήμῳ ὄντι, ὡς ἑώρα ἀναγομένους αὐτούς, ἄκων καὶ κατὰ σπουδὴν ἐμβιβάσας, ἔπλει παρὰ τὴν γῆν· καὶ ὁ πεζὸς στρατὸς ἅμα τῶν Μεσσηνίων παρεβοήθει. ἰδόντες δὲ οἱ Πελοποννήσιοι αὐτοὺς κατὰ μίαν παραπλέοντας καὶ ἤδη ὄντας ἐντὸς τοῦ κόλπου τε καὶ πρὸς τῇ γῇ, ὅπερ ἐβούλοντο μάλιστα, ἀπὸ σημείου ἑνὸς εὐθὺς ἐπιστρέψαντες τὰς ναῦς μετωπηδὸν ἔπλεον ὡς τάχιστα ἐπὶ τοὺς Ἀθηναίους, καὶ ἤλπιζον πάσας τὰς ναῦς ἀπολήψεσθαι.
τῶν δὲ Ἀθηναίων νεῶν ἕνδεκα μὲν αἵπερ ἡγοῦντο ὐπεκφεύγουσι τὸ κέρας τῶν Πελοποννησίων· τὰς δὲ ἄλλας καταλαβόντες οἱ Πελοποννήσιοι ἐξέωσάν τε πρὸς τὴν γῆν ὑπεκφευγούσας καὶ διέφθειραν· ἄνδρας τε τῶν Ἀθηναίων ἐπέκτειναν ὅσοι μὴ ἐξένευσαν αὐτῶν. καὶ τῶν νεῶν τινας οἱ Μεσσήνιοι, παραβοηθήσαντες καὶ ἐπεσβαίνοντες ξὺν τοῖς ὅπλοις ἐς τὴν θάλασσαν καὶ ἐπιβάντες, ἀπὸ τῶν καταστρωμάτων μαχόμενοι ἀφείλοντο ἑλκομένας ἤδη.
— from Thucydides 2.90
ταύτῃ μὲν οὖν οἱ Πελοποννήσιοι ἐκράτουν τε καὶ διέφθειραν τὰς Ἀττικὰς ναῦς· αἱ δὲ εἴκοσι νῆες αὐτῶν αἱ ἀπὸ τοῦ δεξιοῦ κέρως ἐδίωκον τὰς ἕνδεκα ναῦς τῶν Ἀθηναίων αἵπερ ὑπεξέφυγον τὴν ἐπιστροφήν. καὶ φθάνουσιν αὐτοὺς πλὴν μιᾶς νεὼς καταφυγοῦσαι ἐς τὴν Ναύπακτον, καὶ σχοῦσαι ἀντίπρῳροι παρεσκευάζοντο ἀμυνούμενοι, ἐὰν ἐς τὴν γῆν ἐπὶ σφᾶς πλέωσιν οἱ Πελοποννήσιοι. οἱ δὲ παραγενόμενοι ἐπαιάνιζον ὡς νενικηκότες· καὶ τὴν μίαν ναῦν τῶν Ἀθηναίων τὴν ὑπόλοιπον ἐδίωκε Λευκαδία ναῦς μία πολὺ πρὸ τῶν ἄλλων. ἔτυχε δὲ ὁλκὰς ὁρμοῦσα μετέωρος, περὶ ἣν ἡ Ἀττικὴ ναῦς περιπλεύσασα τῇ Λευκαδίᾳ διωκούσῃ ἐμβάλλει μέσῃ καὶ καταδύει.
τοῖς μὲν οὖν Πελοποννησίοις γενομένου τούτου ἀπροσδοκήτου φόβος ἐμπίπτει, καὶ ἀτάκτως διώκοντες αἱ μέν τινες τῶν νεῶν καθεῖσαι τὰς κώπας ἐπέστησαν τοῦ πλοῦ, βουλόμενοι τοὺς ἄλλους περιμεῖναι, αἱ δὲ ἐς βράχεα ὤκειλαν. οἱ δὲ Ἀθηναῖοι ἰδόντες ταῦτα γιγνόμενα ἐθάρσουν τε καὶ βοήσαντες ἐπ᾿ αὐτοὺς ὥρμησαν. οἱ δὲ διὰ τὴν παροῦσαν ἀταξίαν ὀλίγον μὲν χρόνον ὑπέμειναν, ἔπειτα δὲ ἐτράποντο ἐς τὸν Πάνορμον ὅθενπερ ἀνηγάγοντο.
ἐπιδιώκοντες δὲ οἱ Ἀθηναῖοι τάς τε ἐγγὺς οὔσας ναῦς ἔλαβον ἓξ καὶ τὰς ἑαυτῶν ἀφείλοντο, ἃς ἐκεῖνοι πρὸς τῇ γῇ διαφθείραντες ἀνεδήσαντο· ἄνδρας τε τοὺς μὲν ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν. ἐπὶ δὲ τῆς Λευκαδίας νεώς, ἣ περὶ τὴν ὁλκάδα κατέδυ, Τιμοκράτης ὁ Λακεδαιμόνιος πλέων, ὡς ἡ ναῦς διεφθείρετο, ἔσφαξεν ἑαυτόν, καὶ ἐξέπεσεν ἐς τὸν Ναυπακτίων λιμένα.
ἀναχωρήσαντες δὲ οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν καὶ τοὺς νεκροὺς καὶ τὰ ναυάγια, ὅσα πρὸς τῇ ἑαυτῶν γῇ ἦν, ἀνείλοντο, καὶ τοῖς ἐναντίοις τὰ ἐκείνων ὑπόσπονδα ἀπέδοσαν. ἔστησαν δὲ καὶ οἱ Πελοποννήσιοι τροπαῖον ὡς νενικηκότες τῆς τροπῆς τῶν νεῶν ἃς πρὸς τῇ γῇ διέφθειραν. μετὰ δὲ ταῦτα φοβούμενοι τὴν ἀπὸ τῶν Ἀθηναίων βοήθειαν ὑπὸ νύκτα ἐσέπλευσαν ἐς τὸν κόλπον τὸν Κρισαῖον καὶ Κόρινθον ἅπαντες πλὴν Λευκαδίων.
— from Thucydides 2.91–92
τοῦ δὲ θέρους εὐθὺς ἀρχομένου αὖθις τῶν αὐτουργῶν οἱ πλεῖστοι εἰς ἄστυ μετέστησαν καταλιπόντες τοὺς ἀγρούς. αἱ δὲ οἰκίαι οὐχ ὑπῆρχον, καὶ πολλοὶ τά τε μακρὰ τείχη ᾤκησαν καὶ τὸν Πειραιᾶ, ἐν καλύβαις διαιτώμενοι, ὡς ἕκαστός που ἐδύνατο.
καὶ ὁ μὲν Δικαιόπολις αὖθις μετάστασιν ἐποιήσατο ἅμα τοῖς ἄλλοις· ὁ δὲ Φίλιππος παρὰ τοῖς ἀνεψιοῖς παρέμεινε, οὐ μόνον ὡς φοιήσων καθ᾿ ἡμέραν εἰς διδασκάλου, ἀλλὰ καὶ διότι οὐκ ἦν αὐτῷ τόπος ἐν τῷ πύργῳ ὅπου ὅ τε πατὴρ καὶ ἡ μήτηρ μετὰ τοῦ πάππου καὶ τῆς Μελίττης διῆγον. εἰώθει δὲ ὁ Φίλιππος εἰς τὴν ἀγορὰν πρὸς τὸν Σωκράτη εἰς λόγους ἰέναι.
ᾔει μὲν οὖν εἰς ἀγορὰν βουλόμενος αὐτῷ ἀπαντήσας διαλέγεσθαι, ὅτε κατιδόντες αὐτὸν πόρρωθεν ὁ Ἱπποκράτης καὶ ἄλλος φίλος τις, ὀνόματι Ἀδείμαντος, προσέδραμον, καὶ ὄπισθεν λαβόμενοι τοῦ ἱματίου, “ὦ Φίλιππε,” ἔφασαν, “ἆρα οἶσθα σὺ τί ποτε γέγονεν ἐν τῷ Πειραιεῖ;”
ὁ δὲ Φίλιππος· “οὐδὲν πω οἶδα· ἀλλὰ λέγετέ μοι, εἰ ὑμεῖς ἴστε.”
ὁ δὲ Ἀδείμαντος ἀποκρινάμενος εἶπε· “οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκασιν εἰς τὰ φρέατα.”
ὁ δὲ Ἱπποκράτης· “μὴ τοῦτο λέγε, ὦ Ἀδείμαντε· οὔπω γὰρ ἴσμεν πότερον ἀληθές ἐστιν. δῆλον δέ ἐστιν ὅτι νόσος τις γέγονε τοῖς ἐν τῷ Πειραιεῖ ἐνοικοῦσι, οὐδὲ σαφῶς ἴσασι πόθεν ἤρξατο. φοβοῦνται δὲ νῦν οἱ ἰατροὶ μὴ καὶ εἰς ἄστυ καταβαίνῃ.”
ὁ δὲ Φίλιππος· “ἀλλὰ τίς ἡ νόσος; ἆρα τῶν ἰατρῶν τις οἶδε;”
ὁ δὲ Ἀδείμαντος· “οὐδαμῶς· τὸ πρῶτον γὰρ τοιαύτην νόσον θεραπεύοντες τυγχάνουσι· αὐτοὶ δὲ μάλιστα ἀποθνῄσκουσιν ὅσῳ καὶ μάλιστα προσέρχονται τοῖς νοσοῦσιν. ἡμεῖς δὲ πεπειράκαμεν πυθέσθαι τι ἐκ τῶν ἐν Πειραιεῖ ἐνοικούντων, ἀλλ᾿ οὐδὲν ᾔδεσαν. ἢ ἴσως οὐδὲν εἰδέναι προσεποιοῦντο· οὐ γὰρ βούλονται κατασκεδάννυσθαι τὴν τῆς νόσου φήμην. ἥψατο δὲ ἤδη πολλῶν ἀνθρώπων ἐκεῖ. πῶς δὲ οὐδὲν περὶ τούτου ᾔδησθα; ἐξ ἑωθινοῦ γὰρ πάντες ἐν ἄστει περὶ τούτου τοῦ λοιμοῦ ἐν Πειραιεῖ ἐγκατασκήψαντος διατελοῦσιν ἀλλήλοις διαλεγόμενοι.”
ὁ δὲ Φίλιππος, “ὅμως δέ,” ἔφη, “οὐδὲν ᾔδη· κατέμεινα γὰρ οἴκοι ἀναγιγνώσκων διὰ πάσης τῆς ἡμέρας καὶ οὐδενὶ διείλεγμαι. ἀλλὰ λέγετέ μοι, ἀντιβολῶ, οἵα ἐστὶ καὶ πῶς γίγνεται αὕτη ἡ νόσος, καὶ ἀφ᾿ ὧν τις σκοπῶν, εἴ ποτε ἐπιπέσοι, μάλιστα ἂν ἔχοι, προειδώς τι, μὴ ἀγνοεῖν.”
ὁ μὲν οὖν Ἱπποκράτης· “ταῦτα οὖν ἴσθι· ἀπ᾿ οὐδεμιᾶς προφάσεως, ἀλλ᾿ ἐξαίφνης ἀνθρώπους ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς χέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις λαμβάνει, καὶ ἡ φάρυγξ καὶ ἡ γλῶττα εὐθὺς αἱματώδεις γίγνονται, καὶ τὸ πνεῦμα ἄτοπον ἀφίησι· ἔπειτα δὲ ἐν οὐ πολλῷ χρόνῳ καταβαίνει εἰς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ· καὶ ὁπότε εἰς τὴν καρδίαν καταβαίνει ἡ νόσος, λὺγξ ἐμπίπτει σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν. τὰ δὲ ἐντὸς οὕτω καίονται ὥστε τοὺς νοσοῦντας μήτε λεπτὰ ἱμάτια καὶ σινδόνας ἀνέχεσθαι μηδ᾿ ἄλλο τι, ἀλλὰ γυμνοὶ μένειν βούλονται· καὶ ἥδιστον ἂν εἴη αὐτοῖς εἰς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥῖψαι. κατασκήπτει δὲ καὶ εἰς αἰδοῖα καὶ εἰς ἄκρας τὰς χεῖρας καὶ πόδας· καὶ πολλοὶ στερισκόμενοι τούτων διαπεφεύγασιν, εἰσὶ δ᾿ οἳ καὶ τῶν ὀφθαλμῶν. τοὺς δὲ καὶ λήθη ἔλαβε, καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους.”
ὁ δὲ Φίλιππος ἀκούσας, “ὢ τῆς συμφορᾶς,” ἔφη. “εὐχώμεθα δὲ πᾶσι τοῖς θεοῖς ἀπαλλάξαι τοῦτον τὸν λοιμὸν ἀφ᾿ ἡμῶν ὡς τάχιστα.”
ἀλλ᾿ ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν ἢ μαντείοις ἐχρήσαντο οἱ Ἀθηναῖοι ἀνωφελῆ ἦν· τελευτῶντές τε αὐτῶν ἀπέστησαν, ὑπὸ τοῦ κακοῦ νικώμενοι. οὐδὲν γὰρ σῶμα οὕτως ἰσχυρὸν ἐφαίνετο ὥστε δύνασθαι τὴν νόσον ἀποφεύγειν, ἀλλὰ πᾶσιν ἐνέπιπτεν. καὶ ὁ αὐτὸς Περικλῆς τούτῳ τῷ λοιμῷ ἀπέθανεν. δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία, ὁπότε τις αἴσθοιτο κάμνων, καὶ ὅτε ἕτερος ἕτερον θεραπεύων ἀνεπίμπλατο τῆς νόσου· καὶ ὥσπερ τὰ πρόβατα ἔθνῃσκον. εἰ μὲν οὖν μὴ ἐθέλοιεν, δεδιότες, ἀλλήλοις προσιέναι, ἀπώλλυντο ἔρημοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τῶν θεραπευσόντων· εἰ δὲ προσίοιεν, διεφθείροντο, καὶ μάλιστα οἱ ἄριστοι· αἰσχήνῃ γὰρ οὐκ ἐφείδοντο σφῶν αὐτῶν εἰσιόντες παρὰ τοῦς φίλους.
ἐπίεσε δ᾿ αὐτοῦς μᾶλλον, πρὸς τῷ ὑπάρχοντι πόνῳ, καὶ ἡ μετάστασις τῶν αὐτουργῶν ἐκ τῶν ἀγρῶν εἰς τὸ ἄστυ· οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ᾿ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους διαιτωμένων, ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ᾿ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ. οἱ δὲ ἄνθρωποι ἀποροῦντες ὠλιγώρουν πάντα, ἱερά τε καὶ ὅσια ὁμοίως. νόμοι τε πάντες συνεταράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο. καὶ πολλοί, διὰ τὸ πολλοὺς ἤδη προτεθνάναι σφίσιν, καὶ οὐκ ἔχοντες τὰ ἐπιτήδεια εἰς ταφήν, ἐπὶ πυρὰς ἀλλοτρίας ἔφθασαν τοὺς νήσαντας ἐπιθέντες τὸν ἑαυτῶν νεκρόν, καὶ τὰς πυρὰς ἔκαιον· οἱ δὲ καιομένου ἄλλου ἄνωθεν ἐπιβαλόντες τὸν νεκρὸν ὃν φέροιεν ἀπῇσαν.
θεῶν δὲ φόβος ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε· ἔκρινον γὰρ ὅμοιον εἶναι καὶ σέβειν καὶ μή, ὁρῶντες πάντας ὁμοίως ἀπόλλυσθαι.
τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τ᾿ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης.
πολλὰ δ᾿ ἔτη διετέλησαν μαχόμενοι οἱ Ἀθηναῖοι πρὸς τοὺς Λακεδαιμονίους. κατὰ δὲ ἕκαστον ἔτος οἱ αὐτουργοὶ εἰς τοὺς ἑαυτῶν κλήρους ἐπανιόντες οὐδὲν ἄλλο εὕρισκον ἢ ἀμπέλους διεφθαρμένας καὶ οἰκίας κεκαυμένας. Ἅμα δὲ ἦρι ἀρχομένῳ ἠναγκάζοντο ἀεὶ μεθίστασθαι εἰς ἄστυ ἵνα μὴ ἀποθάνοιεν ὑπὸ τῶν πολεμίων τὴν χώραν δῃούντων. χαλεπῶς οὖν ἔφερον τὸν πόλεμον τῶν Ἀθηναίων πολλοί, ἄλλως τε καὶ οἱ γεωργοὶ πάντες καὶ οἱ αὐτουργοί.
ἐτύγχανε οὖν ὁ Δικαιόπολις βαδίζων ἅμα Πολεμάρχῳ· καὶ εἰσῆλθον εἰς τὴν Διονυσίου τοῦ παιδοτρίβου παλαίστραν, καὶ εἶδον αὐτόθι τῶν νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι. ἐτυγνανέτην οὖν δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σαφῶς κατήκουον ὅ τε Δικαιόπολις καὶ ὁ Πολέμαρχος. ἐφαινέσθην μέντοι περὶ γεωμετρίας ἐρίζειν· κύκλους γὰρ γράφειν ἐφαινέσθην, καὶ ἐγκλίσεις τινὰς ἐμιμοῦντο τοῖν χεροῖν ἐπικλίνοντε καὶ μαλ᾿ ἐσπουδακότε. αὐτοῖν δὲ ὁ ἕτερος μέγα ἐβόα καὶ ἐθορυβεῖτο. ἤρετο οὖν ὁ Πολέμαρχος τῶν παρόντων τινὰ ὅ τι ποτὲ οὕτως ἐσπουδακότε τὼ μειρακίω εἶεν, καὶ εἶπε· “ἦ που μέγα τι καὶ καλόν ἐστι περὶ ὃ τοσαύτην σπουδὴν πεποίησθον;”
ὁ δέ, “ποῖον,” ἔφη, “μέγα καὶ καλόν; ἀδολεσχοῦσι μὲν οὖν οὗτοί γε περὶ τῶν μετεώρων καὶ φλυαροῦσι φιλοσοφοῦντες.”
ὁ μὲν οὖν Δικαιόπολις, “ὦ τῆς μανίας,” ἔφη, “τῆς ἡμετέρας πόλεως, ἥτις τοιούτους διδασκάλους τρέφει διαφθείροντας τὰ μειράκια. Καὶ τοῦτο δὲ κακὸν ἐκ τοῦ πολέμου γεγονὸς φαίνεται. πάλαι γάρ, ὅτ᾿ ἐγὼ παῖς ἦν, οὐ μόνον τοῖς παισὶν οὐκ ἐξῆν μέγα βοᾶν, ἀλλὰ μηδένα φωνὴν ἔδει αὐτοὺς ἱέναι· εἶτα τῇ ἀρχαίᾳ παιδείᾳ τοὺς μαθητὰς ἐδίδασκον οἱ διδάσκαλοι ᾆσμα προμαθεῖν καὶ τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδοσαν, τὼ μηρὼ μὴ συνέχοντας. Εἰ δέ τις αὐτῶν ἄλλως ποιήσαι, αὐτίκ᾿ ἐτύπτετο ὑπὸ τοῦ διδασκάλου.”
ὁ δὲ Πολέμαρχος ὑπολαβών, “τί λέγεις, ὦ Δικαιόπολι;” ἔφη, “αἰσχρὸν δοκεῖ σοι εἶναι τὸ φιλοσοφεῖν; ἢ τί οὕτω χαλεπῶς λέγεις;”
σχεδὸν οὖν ταῦτα λεγόντων αὐτῶν ἐπακούσαντε τὼ μειρακίω ἐσιγησάτην, καὶ αὐτὼ παυσαμένω τῆς ἔριδος τοῦ Δικαιοπόλιδος καὶ τοῦ Πολεμάρχου διαλεγομένων ἀκροαταὶ ἐγενέσθην. ὁ μὲν οὖν Δικαιόπολις, “ἀκολασίαν,” ἔφη, “εἰσήνεγκε ὁ πόλεμος εἰς τὴν πόλιν· οὐ μόνον γὰρ οἱ νεώτεροι, ἀλλὰ καὶ οἱ πρεσβύτεροι φαίνονται νομίζοντες δύνασθαι καταφρονεῖν τῶν καθεστώτων νόμων, στρέψαντες ἑαυτοὺς εἰς πονηρὰ πράγματα. ἐκτὸς μὲν οὖν τῶν τειχῶν ἡ χώρα τέμνεται ὑπὸ τῶν πολεμίων, ἐντὸς δὲ τοῦ ἄστεως οἱ σοφισταὶ διαφθείρουσι τοὺς νέους. κατελίπομεν δὲ τοὺς ἀγροὺς τοῖς πολεμίοις, οἳ πάντα δῃοῦσί τε καὶ καίουσιν. ἡμεῖς δὲ τί ποιοῦμεν ἵνα αὐτοὺς τοῖς ἀγροῖς ἀμύνωμεν; οὐδέν, ἀλλὰ περιορῶμεν. εἰ γάρ, νῆσον οἰκοῦντες, θαλαττοκράτορες ἦσαν οἱ Ἀθηναῖοι, ὑπῆρχεν ἂν αὐτοῖς ποιεῖν μὲν κακῶς, εἰ ἐβούλοντο, πάσχειν δὲ μηδέν, ἕως τῆς θαλάττης ἦρχον, μηδὲ τμηθῆναι τὴν ἑαυτῶν γῆν μηδὲ προσδέχεσθαι τοὺς πολεμίους· νῦν δὲ οἱ γεωργοῦντες κακὰ πάσχουσιν ὑπὸ τῶν πολεμίων μᾶλλον, ὁ δὲ δῆμος, ἅτε εὖ εἰδὼς ὅτι οὐδὲν τῶν σφῶν ἐμπρήσουσιν οὐδὲ τεμοῦσιν, ἀδεῶς ζῇ καὶ οὐδὲν πάσχει. οἱ μὲν οὖν Ἀθηναῖοι, πιστεύοντες τῇ ἀρχῇ τῇ κατὰ θάλατταν, τὴν Ἀττικὴν γῆν περιορῶσι τεμνομένην, νομίζοντες, εἰ αὐτὴν ἐλεήσουσιν, ἑτέρων ἀγαθῶν μειζόνων στερηθήσεσθαι. ἀλλὰ νῦν, ὦ φίλε Πολέμαρχε, καιρός ἐστιν ἡμῖν, ἀπαλλαγεῖσι τῶν κακῶν καὶ χαλεπῶν πραγμάτων τε καὶ μαχῶν, ἀνενεγκεῖν τὴν εἰρήνην πᾶσι φίλην. ἡμεῖς γὰρ οἱ γεωργοὶ μάλα βουλόμεθα εἰς τοὺς ἀγροὺς ἐπανιέναι. ἡ γὰρ εἰρήνη ἦν ἡμῖν μέγιστον κέρδος· μόνη γὰρ ὠφέλει ἡμᾶς πάντας ὁπόσοι βίον ἐτρίβομεν γεωργικόν. τῶν δὲ πολεμίων τεμνόντων τὴν χώραν καὶ κοπτόντων τά τε δένδρα καὶ τὰς ἀμπέλους ἃς ἐφυτεύσαμεν καὶ ἐθρεψάμεθα, ἡμεῖς, ἐκ τῶν ἀγρῶν εἰς ἄστυ συνελθόντες, ἅτε ὄντες ἄνευ σύκων τε καὶ βοτρύων, ἐβλέπομεν πρὸς τοὺς ῥήτορας· οἱ δέ, γιγνώσκοντες εὖ τοὺς πένητας ἀσθενοῦντας καὶ ἀποροῦντας ἀλφίτων, τὸν μὲν πόλεμον συνεβούλευον, τὴν δ᾿ εἰρήνην ἀπεώθουν ταῖς ἑαυτῶν κραυγαῖς. ἡ δ᾿ Ἑλλὰς ἐξερημωθεῖσα Ἡμᾶς ἔλαθε. ὀργὴν δὲ νῦν αὐτοῖς ὧν ἐπάθομεν πολλὴν ἔχομεν. διεφθάρμεθα γὰρ πολὺν ἤδη χρόνον ὑπ᾿ ἀνθρώπων οὐδὲν ἄλλ᾿ ἢ φενακίζειν δυναμένων, οἳ τοσοῦτον τοῦ πλήθους καταπεφρονήκασιν ὥσθ᾿ ὁπόταν βουληθῶσι πόλεμον πρός τινας ἐξενεγκεῖν, αὐτοὶ χρήματα λαμβάνοντες, λέγειν τολμῶσιν ὡς χρὴ τοὺς προγόνους μιμεῖσθαι καὶ μὴ περιορᾶν ἡμᾶς αὐτοὺς καταγελωμένους μηδὲ τὴν θάλατταν πλέοντας τοὺς μὴ τὰς συντάξεις ἐθέλοντας ἡμῖν ὑποτελεῖν. καὶ βουλόμενοι καταχαρίζεσθαι τὰς τοῦ δήμου, καὶ μάλιστα τὰς τῶν νέων ψυχάς, εἰς αὐτὰς ὕβριν καὶ ἀναρχίαν καὶ ἀσωτίαν καὶ ἀναίδειαν κατήγαγον. ὕβριν μὲν εὐπαιδευσίαν καλοῦντες, ἀναρχίαν δὲ ἐλευθερίαν, ἀσωτίαν δὲ μεγαλοπρέπειαν, ἀναίδειαν δὲ ἀνδρείαν. οἱ μὲν οὖν πατέρες νῦν ἐθίζονται παισὶ ὅμοιοι γίγνεσθαι καὶ φοβεῖσθαι τοὺς υἱούς· οἱ δὲ διδάσκαλοι τοὺς μαθητὰς φοβοῦνται καὶ θωπεύουσιν, οἱ δὲ μαθηταὶ τῶν διδασκάλων ὀλιγωροῦσιν, οὕτω δὲ καὶ παιδαγωγῶν· οὐδὲ τῶν νόμων φροντίζουσι γεγραμμένων ἢ ἀγράφων, ἵνα δὴ μηδαμῇ μηδεὶς αὐτοῖς ᾖ δεσπότης.”
ὁ δὲ Πολέμαρχος ὑπαλαβών, “αὔριον δέ,” ἔφη, “ὦ Δικαιόπολι, ἐκκλησία γενήσεται. εἰ μὲν οὖν βούλει τὴν εἰρήνην τοῖς Ἀθηναίοις συμβουλεύειν, δεῖ σε ἐκεῖσ᾿ ἐλθόντα φράσαι ὃ ἐν νῷ ἔχεις.”
ὁ δὲ Δικαιόπολις· “ἀλλὰ τοῦτο ποιήσω· καὶ γὰρ εἰ μὴ πιθανὸς ῥήτωρ εἰμί, ὅμως δὲ πειράσω μεταπεῖσαι τοὺς πολίτας, φανερὸν τὸ συμφέρον ποιήσας. εὖ γὰρ οἶδα ὅτι μᾶλλον ἡσθήσονται τοῖς παρακαλοῦσιν αὐτοὺς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν. συνέρχονται μὲν γὰρ ὡς δέον ἑαυτοὺς ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον· ὥσπερ δ᾿ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστὶν οὐκ ἐθέλουσιν ἀκούειν οὐδενός, πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων. ἀλλ᾿ ὅμως ἰτέον ἐστί, καὶ ποιητέον τὴν εἰρήνην. ὠφελητέα γὰρ ἡμῖν ἡ πόλις ἐστίν.”
ὁ δὲ Πολέμαρχος· “νῦν δὲ ἡμῖν βαδιστέα ἐστὶν οἴκαδε. ὥρα γάρ ἐστιν ἐπανιέναι.”
πρὶν δὲ διαλῦσαι τὸ ἐς Κόρινθον ἀναχωρῆσαν ναυτικόν, ὁ Κνῆμος καὶ οἱ ἄλλοι στρατηγοὶ τῶν Πελοποννησίων, ἀρχομένου τοῦ χειμῶνος, ἐβούλοντο ἀποπειρᾶσαι τοῦ Πειραιῶς τοῦ λιμένος τῶν Ἀθηναίων· ἀφύλακτος δὲ ἦν ὁ λιμήν· οὐ γὰρ ᾤοντο οἱ Ἀθηναῖοι τοὺς πολεμίους ἂν τολμῆσαι αὐτῷ προσβαλεῖν. ἐδόκει δὲ λαβόντα τῶν ναυτῶν ἕκαστον τὴν κώπην πεζῇ ἰέναι ἐκ Κορίνθου ἐπὶ τὴν πρὸς Ἀθήνας θάλασσαν, καὶ ἀφικομένους ἐς Μέγαρα καὶ καθελκύσαντας τεσσαράκοντα ναῦς, αἳ ἔτυχον ἐκεῖ οὖσαι, πλεῦσαι εὐθὺς ἐπὶ τὸν Πειραιᾶ.
ὡς δὲ ἔδοξεν αὐτοῖς, ἐχώρουν εὐθύς· καὶ ἀφικόμενοι νυκτὸς καὶ καθελκύσαντες τὰς ναῦς ἔπλεον οὐκέτι μὲν ἐπὶ τὸν Πειραιᾶ, φοβούμενοι τὸν κίνδυνον, ἐπὶ δὲ τῆς Σαλαμῖνος τὸ ἀκρωτήριον τὸ πρὸς Μέγαρα ὁρῶν. καὶ φρούριον τῶν Ἀθηναίων ἐκεῖ ἦν καὶ νεῶν τριῶν φυλακή. οἱ οὖν Πελοποννήσιοι τῷ τε φρουρίῳ προσέβαλον καὶ τὰς τριήρεις ἀφείλκυσαν κενάς τε ἄλλην Σαλαμῖνα ἐπόρθουν.
ἐς δὲ τὰς Ἀθήνας φρυκτοί τε ᾔροντο πολέμιοι καὶ μεγίστη ἐγένετο ἔκπληξις· οἱ γὰρ ἐν τῷ ἄστει ᾤοντο τοὺς πολεμίους ἤδη ἐς τὸν Πειραιᾶ ἐσπεπλευκέναι, οἱ δὲ ἐν τῷ Πειραιεῖ ᾤοντο τήν τε Σαλαμῖνα ᾑρῆσθαι καὶ ἤδη ἐπὶ σπᾶς ἐσπλεῖν αὐτούς. βοηθήσαντες δὲ ἅμ᾿ ἡμέρᾳ πανδημεὶ οἱ Ἀθηναῖοι ἐς τὸν Πειραιᾶ ναῦς τε καθεῖλκον καὶ ἐσβάντες κατὰ σπουδὴν ταῖς μὲν ναυσὶν ἐπὶ τὴν Σαλαμῖνα ἔπλεον, τῷ δὲ πεζῷ φυλακὰς τοῦ Πειραιῶς καθίσταντο. οἱ δὲ Πελοποννήσιοι ὡς ᾔσθοντο τὴν βοήθειαν, κατὰ τάχος ἐπέπλεον.